- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.161-7.169
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アリストメネースの墓と鷲の対話、ペルシア人奴隷の埋葬の祈願、同一主題による女性プレクソーの産褥死を悼む三連の対話碑文、夭逝した若き母たち(ラミスケ、ポリュクセイネー、三つ子を産んで果てたポリュクソー)の墓碑銘、そしてアテナイの将軍カレースの妻ボイディオンの彫像碑文が収められている。
Antipater α. ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔστας γοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους·; β. ἀγγέλλω μερόπεσσιν ὅθʼ οὕνεκεν1 ὅσσον ἄριστος οἰωνῶν γενόμαν, τόσσον ὅδʼ ἠιθέων. δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι· ἄμμες δʼ ἀτρέστοις ἀνδράσι τερπόμεθα.
アンティパトロス 甲:鳥よ、クロノスの子ゼウスの使者よ、何ゆえにお前は、大いなるアリストメネースの塚の上に猛々しく立っているのか。 乙:人々に告げるためだ。鳥たちの中で私が最も優れていたのと同様に、若き勇士たちの中で彼が最も優れていたということを。臆病な鳩どもは臆病な者らの上に宿るが、我らは恐れを知らぬ男たちを愛でるのだ。
Dioscorides Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς πῦρ ἐπʼ ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων, Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναι ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου. ἀλλὰ περιστείλας με δίδου χθονί· μηδʼ ἐπὶ νεκρῷ λουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς,
ディオスコリデース エウプラテースを焼かないでくれ、ピローニュモスよ。私によって火を汚さないでくれ。私はペルシア人であり、父祖以来の生粋のペルシア人なのだ、ああ我が主人よ。火を汚すことは、我らにとって過酷な死よりも耐え難いことなのだ。ただ私を布で包んで地に渡してくれ。そして遺骸の上に水浴びの湯を注がないでくれ。主人よ、私は川をも崇敬しているのだから。
Leonidas α. τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι; β. Πρηξὼ Καλλιτέλευς. α. καὶ ποδαπή; β. Σαμίη. α. τίς δέ σε καὶ κτερέιξε; β. Θεόκριτος, ᾧ με γονῆες ἐξέδοσαν. α. θνῄσκεις δʼ ἐκ τίνος; β. ἐκ τοκετοῦ. α. εὖσα πόσων ἐτέων; β. δύο κεἴκοσιν. α. ἦ ῥὰ γʼ ἄτεκνος; β. οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον. α. Ζώοι σοι κεῖνός γε, καὶ ἐς βαθὺ γῆρας ἵκοιτο. β. καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.
レオニダース 甲:女よ、そなたは誰であり、何者の娘として、パロス産の大理石の柱の下に横たわっているのか。 乙:カリテレースの娘プレクソーです。 甲:どこの国の生まれか。 乙:サモス人です。 甲:誰がそなたを手厚く葬ったのか。 乙:両親が私を嫁がせた夫テオクリトスです。 甲:何ゆえに死んだのか。 乙:お産の苦しみによってです。 甲:何歳であったのか。 乙:二十二歳でした。 甲:まこと子はいなかったのか。 乙:いいえ、三歳になるカリテレースを遺しました。 甲:彼がそなたのために生き長らえ、深き老境に至らんことを。 乙:旅人よ、幸運の女神がそなたにすべての善きものを授けんことを。
Antipater α. φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. β. Καλλιτέλης μὲν ὁ σπείρας, Πρηξὼ δʼ οὔνομα, γῆ δὲ Σάμος. α. σῆμα δὲ τίς τόδʼ ἔχωσε; β. Θεόκριτος, ὁ πρὶν ἄθικτα ἡμετέρας λύσας ἅμματα παρθενίης. α. πῶς δʼ ἔθανες; β. Λοχίοισιν ἐν ἄλγεσιν· α. εἰπὲ δὲ ποίην ἦλθες ἐς ἡλικίην. β. Δισσάκις ἑνδεκέτις. α. ἦ καὶ ἄπαις; β. οὐ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητι Καλλιτέλη, τριετῆ παῖδʼ ἔτι νηπίαχον. α. ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. β. καὶ σόν, ὁδῖτα, οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.
アンティパトロス 甲:女よ、家系と名と土地を言え。 乙:父はカリテレース、名はプレクソー、故郷はサモスです。 甲:誰がこの塚を盛ったのか。 乙:それまで触れられざりし私の処女の帯を解いたテオクリトスです。 甲:どのようにして死んだのか。 乙:産褥の苦痛のうちに。 甲:どの齢に達したのか言え。 乙:十一歳の二倍です。 甲:子をなさずに逝ったのか。 乙:いいえ、旅人よ。若い身でありながら、私はまだ幼き三歳の息子カリテレースを遺したのです。 甲:彼がこの上なく幸いなる白髪に至らんことを。 乙:旅人よ、幸運の女神がそなたの全生涯を順風に導かんことを。
Archias α. εἰπὲ γύναι τίς ἔφυς. β. Πρηξώ. α. τίνος ἔπλεο πατρός; β. Καλλιτέλευς. α. πάτρας δʼ ἐκ τίνος ἐσσί; β. Σάμου. α. μνᾶμα δέ σου τίς ἔτευξε; β. θεόκριτος, ὅς με σύνευνον ἤγετο. α. πῶς δʼ ἐδάμης; β. ἄλγεσιν ἐν λοχίοις. α. εἰν ἔτεσιν τίσιν εὖσα; β. δὶς ἕνδεκα. α. παῖδα δὲ λείπεις; β. νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. α. ζωῆς τέρμαθʼ ἵκοιτο μετʼ ἀνδράσι. β. καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.
アルキアース 甲:女よ、そなたは何者であるか言え。 乙:プレクソーです。 甲:いかなる父から生まれたのか。 乙:カリテレースです。 甲:いかなる祖国の出か。 乙:サモスです。 甲:誰がそなたの記念碑を築いたのか。 乙:私を妻として娶ったテオクリトスです。 甲:どのようにして倒れたのか。 乙:産褥の苦痛によってです。 甲:何歳を生きたのか。 乙:十一の二倍です。 甲:子を遺したのか。 乙:三歳の幼な子カリテレースを。 甲:彼が成人らの列に加わって命の果てに至らんことを。 乙:旅人よ、幸運の女神がそなたの全生涯に快き結末を与えんことを。
Nicarchus I τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος, σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν. ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι, θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.
ニカルコス一世 悲嘆に満ちた陣痛のなかで息絶えたラミスケ、ニカレテーとエウポリスの娘、双子の赤子とともに逝ったサモス生まれの二十歳の彼女を、ナイル河畔のリビュアの浜辺が覆い隠している。乙女たちよ、この子に産婦への贈り物を携えつつ、冷たき墓の上に温かき涙を注ぎたまえ。
Hecataeus Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης, ὅσσον ἐπʼ ὠδῖσιν καὶ μητέρα·2 παῖδα δὲ δαίμων ἔφθασεν οὐδʼ αὐτῶν εἴκοσιν ἠελίων. ὀκτωκαιδεκέτις δʼ αὐτὴ θάνον, ἄρτι τεκοῦσα, ἄρτι δὲ καὶ νύμφη, πάντʼ ὀλιγοχρόνιος.
ヘカタエオス 私をアルケレオスの妻ポリュクセイネー、テオデクテースと悲運のデーマレーテーの娘、陣痛に耐えたかぎりでの母と呼びたまえ。神の定めのゆえに、我が子は二十日と生きられなかったのだから。私自身も十八歳で世を去った。産み落としたばかりで、嫁いだばかりの、すべてが束の間の生涯であった。
Antipater εὐχέσθω τις ἔπειτα γυνὴ τόκον,3 εἶπε Πολυξώ, γαστέρʼ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων μαίης δʼ ἐν παλάμῃσι χύθη νέκυς· οἱ δʼ ἐπὶ γαῖαν ὤλισθον κοίλων ἄρρενες ἐκ λαγόνων, μητέρος ἐκ νεκρῆς ζωὸς γόνος· εἷς ἄρα δαίμων τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δʼ ἔπορεν.
アンティパトロス 「これでもなお、どの女が子を産むことを祈ろうか」と、三つ子を宿して胎を裂かれたポリュクソーは言った。そして産婆の両手の中で遺骸となって崩れ落ちた。一方、窪んだ脇腹からは男の子らが大地へと滑り出た。息絶えた母から生まれた生きた子らよ。ひとつの神命が、一方から命を奪い、他方に命を授けたのであった。
Anonymi Epigrammatici εἰς τὴν δάμαλιν τὴν ἱσταμένην πέραν Βυζαντίου ἐν Ἰναχίης Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδʼ ἀπʼ ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον ἥδε δʼ ἐγὼ Κεκροπίς εἰμι νέκυς. εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δʼ ὅτʼ ἔπλωεν ἐκεῖνος τῇδε, Φιλιππείων ἀντίπαλος σκαφέων. Βοιίδιον δὲ καλεῦμαι ἐγὼ τότε·4 νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις.
詠人知らず(ビュザンティオンの対岸に立つ、イナコスの娘の姿をした牝牛像について) 私はイナコスの娘たる牝牛の像ではなく、向かい合うボスポロスの海が私にちなんで名づけられたわけでもない。かつてヘーラーの激しき怒りがかの女をパロスへと追いやったのだ。だがここにいる私はアテナイの死者である。私はカレースの妻であった。彼がピリッポスの船団に対抗してこの地を航行したとき、私もともに航海したのだ。その頃、私はボイディオン(小牝牛)と呼ばれていた。いまやカレースの妻として、私は両方の大陸を愛でている。
- 7.161ὅθʼ οὕνεκεν
接続詞 ὅτι と οὕνεκα が重畳した詩的表現で、動詞 ἀγγέλλω(知らせる)の目的語となる名詞節を導く。「〜ということを」の意。
- 7.167ὅσσον ἐπʼ ὠδῖσιν καὶ μητέρα
対格 μητέρα は先頭の動詞 ἔννεπε(呼びたまえ)の叙述対格。ὅσσον ἐπʼ ὠδῖσιν は限定的な副詞的句で、「陣痛を耐え忍んだ限りにおいてのみ母親であった者」という意味を表す。
- 7.168εὐχέσθω τις ἔπειτα γυνὴ τόκον
三人称命令法現在 εὐχέσθω を用いた皮肉・反語的表現。「これでもなお誰かの女が子を産むことを祈ろうか(いや、祈るはずがない)」という絶望の発話。
- 7.169Βοιίδιον δὲ καλεῦμαι ἐγὼ τότε
歴史的現在 καλεῦμαι(= καλοῦμαι)に過去を示す副詞 τότε が添えられた構文。イオの神話上の牝牛(βοῦς/δάμαλις)と、女性の名「ボイディオン」(小牝牛)との言葉遊びが背景にある。
