- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.137-5.152
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
メレアグロスをはじめとする詩人たちが、ヘリオドラやゼノフィラら愛する女性の美しさや音楽、魅力を花冠や女神になぞらえて称賛し、待つ夜の苦悩や蚊への呼びかけを歌う。
Meleager ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας,1 καὶ πάλι τᾶς αὐτᾶς ἁδυλόγω Χάριτος. αὐτὰ γὰρ μίʼ ἐμοὶ γράφεται θεός, ἇς τὸ ποθεινὸν οὔνομʼ ἐν ἀκρήτῳ συγκεράσας πίομαι.
メレアグロス 説得の女神、キュプロスの女神たるヘリオドラのために酒を注げ、 そして甘く語る同じ恵みの女神のために再び注げ。 なぜなら彼女自身が私にとっては唯一の女神として記されており、その恋しい 名を私は生酒に混ぜ合わせて飲み干すのだから。
Dioscorides ἵππον Ἀθήνιον ᾖσεν ἐμοὶ κακόν ἐν πυρὶ πᾶσα Ἴλιος ἦν, κἀγὼ κείνῃ ἅμʼ ἐφλεγόμαν, οὐ δείσας Δαναῶν δεκέτη πόνον ἐν δʼ ἑνὶ φέγγει τῷ τότε καὶ Τρῶες κἀγὼ ἀπωλόμεθα.
ディオスコリデス アテニオンは私にとり災いとなる木馬の歌を歌った。炎の中に イリオスはことごとく包まれ、私も彼女とともに燃え上がった。 私はダナオイ軍の十年におよぶ苦難を恐れたのではない。だが一つの光の うちに、かの時、トロイア人たちも私も滅び去ったのだ。
Meleager ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις, Ζηνοφίλα, ναὶ Πᾶνʼ, ἁδὺ κρέκεις τι μέλος. ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες, οὐδʼ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον. ἢ γάρ μοι μορφὰ βάλλει πόθον, ἢ πάλι μοῦσα, ἢ χάρις, ἢ τί λέγω; πάντα πυρὶ φλέγομαι.
メレアグロス アルカディアのパン神にかけて、お前はペクティス琴に合わせて甘き調べを奏でる、 ゼノフィラよ、パン神にかけて、何とも甘き調べを爪弾くことか。 お前から逃れてどこへ行けというのか。至る所でエロースたちが私を取り囲み、 わずかの間も息をつくことすら許さない。 美貌が私に情欲を投げかけるのか、それとも詩歌か、 あるいはその優美さか、いや何と言えばよいのか。すべてによって私は火で燃え上がっている。
Meleager Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι, καὶ λόγος ἔμφρων σὺν Πειθοῖ, καὶ Ἔρως Κάλλος ὑφηνιοχῶν, Ζηνοφίλα, σοὶ σκῆπτρα Πόθων ἀπένειμαν, ἐπεί σοι αἱ τρισσαὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας.
メレアグロス 甘き調べのムーサたちがペクティス琴とともに、そして思慮ある言葉が 説得の女神とともに、また美しき姿を手綱で導くエロースが、 ゼノフィラよ、お前に諸々の欲望の王笏を授けた。なぜなら 三柱のカリスたちが、三つの恩寵をお前に与えたのだから。 メレアグロス
Meleager ναὶ τὸν Ἔρωτα, θέλω τὸ παρʼ οὔασιν Ἡλιοδώρας· φθέγμα κλύειν ἢ τᾶς Λατοΐδεω κιθάρας.
エロース神にかけて、私はヘリオドラの耳元での ささやきを聞きたい、レートーの子のキタラ琴の音よりも。
Anonymi Epigrammatici τίς, ῥόδον ὁ στέφανος Διονυσίου, ἢ ῥόδον αὐτὸς τοῦ στεφάνου; δοκέω, λείπεται ὁ στέφανος.
作者不詳 花冠がディオニュシオスの薔薇なのか、それとも彼自身が花冠の 薔薇なのか、どちらなのか。思うに、花冠のほうが劣っている。
Meleager ὁ στέφανος περὶ κρατὶ μαραίνεται Ἡλιοδώρας αὐτὴ δʼ ἐκλάμπει τοῦ στεφάνου στέφανος.
メレアグロス 花冠はヘリオドラの頭の周りで萎れていく。 だが彼女自身が、花冠の花冠として輝きを放っている。
Meleager ἤδη λευκόιον θάλλει, θάλλει δὲ φίλομβρος νάρκισσος, θάλλει δʼ οὐρεσίφοιτα κρίνα ἤδη δʼ ἡ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος, Ζηνοφίλα Πειθοῦς ἡδὺ τέθηλε ῥόδον. λειμῶνες, τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε; ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.
メレアグロス すでに白菫が咲き誇り、雨を愛する水仙が 咲き誇り、山をめぐる百合が咲き誇る。 そして今や恋人に愛される、花々の中の旬の花、 ゼノフィラが説得の女神の甘き薔薇として花開いている。 野原よ、なぜお前たちは髪の上に誇らしげに空しく微笑むのか。 この乙女は甘く香る花冠よりも勝っているのだから。
Asclepiades αὐτοῦ μοι στέφανοι παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι, οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματʼ ἐρώντων ἀλλʼ, ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης, στάξαθʼ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν % ἄμεινον ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.2
アスクレピアデス 花冠たちよ、私のためにこの両開きの扉の傍らに掛けられたまま そこに留まれ、軽々しく葉を散らすことなく。 私がお前たちを涙で濡らしたのだ。恋する者たちの目は雨を降らせるゆえに。 だが、扉が開かれたときにあの男を見かけたなら、 頭の上に私の雨を滴らせよ、あの金色の 髪が私の涙を少しでも多く飲み干すように。
Callimachus τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις ἄρτι ποτεπλάσθη, κἦτι μύροισι νοτεῖ εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα, ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
カリマコス 恵みの女神たちは四柱である。なぜならあの三柱に加えて、もう一柱が 最近形作られたばかりで、なおも香油に濡れているからだ。 あらゆる点において幸福で際立ったベレニケ、 彼女なしでは恵みの女神たち自身も恵みの女神ではない。
Meleager Πλέξω λευκόιον, πλέξω δʼ ἁπαλὴν ἅμα μύρτοις νάρκισσον, πλέξω καὶ τὰ γελῶντα κρίνα, πλέξω καὶ κρόκον ἡδὺν ἐπιπλέξω δʼ ὑάκινθον πορφυρέην, πλέξω καὶ φιλέραστα ῥόδα, ὡς ἂν ἐπὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώρας εὐπλόκαμον χαίτην ἀνθοβολῇ στέφανος.
メレアグロス 私は白菫を編もう、ギンバイカとともにたおやかな 水仙を編み、微笑む百合も編もう。 甘いクロッカスを編み、紫のヒュアキントスを 編み込み、恋人に愛される薔薇も編もう。 香油を帯びた巻き毛のヘリオドラのこめかみの上で、 花冠が美しく編まれた髪に花を降らせるように。
Meleager φαμὶ ποτʼ ἐν μύθοις τὰν εὔλαλον Ἡλιοδώραν νικάσειν αὐτὰς τὰς Χάριτας χάρισιν.
メレアグロス 言葉巧みなヘリオドラは、いつか語らいにおいて 恵みの女神たち自身をその優雅さで凌駕するだろうと、私は断言する。
Meleager τίς μοι Ζηνοφίλαν λαλιὰν παρέδειξεν ἑταίραν; τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα; ἦ ῥʼ ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον, δῶρα διδούς, καὐτὰν τὰν Χάριν ἐν χάριτι.3
メレアグロス 誰が私に、おしゃべりな女友達ゼノフィラを示してくれたのか。 誰が三柱の中から一柱の恵みの女神を私のもとへ連れてきてくれたのか。 まことにあの男は、贈り物を与えつつ、まさにその恵みの女神を 好意のしるしとして与え、喜ばしい働きを成し遂げてくれた。
Asclepiades Ὡμολόγησ’ ἥξειν εἰς νύκτα μοι ἡ ʼπιβόητος Νικώ, καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον κοὐχ ἥκει, φυλακὴ δὲ παροίχεται. ἆρʼ ἐπιορκεῖν ἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε.
アスクレピアデス あの噂高いニコは、夜になったら私のところへ来ると 約束し、崇高なテスモポロス女神にかけて誓った。 だが彼女は来ず、夜番の時も過ぎ去ってしまった。果たして彼女は偽誓を 望んだのか。下僕たちよ、ランプの灯を消してしまえ。
Meleager Ὀξυβόαι κώνωπες, ἀναιδέες, αἵματος ἀνδρῶν σίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα, βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθʼ ἥσυχον ὕπνον εὕδειν, τἀμὰ δʼ ἰδοὺ σαρκοφαγεῖτε μέλη, καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοι τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι. ἀλλʼ ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης, ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.
メレアグロス 甲高く鳴く蚊どもよ、恥知らずめ、人間の血を吸う 管よ、二枚の羽を持つ夜の怪物どもよ、 頼むから、ゼノフィラにはほんの少しの間、安らかな眠りを 眠らせておけ。見よ、私の四肢ならいくらでも喰らうがよい。 もっとも、なぜ私は無駄に語りかけているのか。無慈悲な野獣どもでさえ 柔らかな肌に温められて悦びを覚えるのだ。 だが今でもなお警告しておく、忌まわしき獣どもよ、その図々しさをやめよ、 さもなくば嫉妬に燃える我が手の威力を思い知ることになろう。
Meleager Πταίης μοι, κώνωψ, ταχὺς ἄγγελος, οὔασι δʼ ἄκροις Ζηνοφίλας ψαύσας προσψιθύριζε τάδε· ἄγρυπνος “μίμνει σε· σὺ δʼ, ὦ λήθαργε φιλούντων, εὕδεις.”4 εἶα, πέτευ; ναί, φιλόμουσε, πέτευ· ἥσυχα δὲ φθέγξαι, μὴ καὶ σύγκοιτον ἐγείρας κινήσῃς ἐπʼ ἐμοὶ ζηλοτύπους ὀδύνας, ἢν δʼ ἀγάγῃς τὴν παῖδα, δορᾷ στέψω σε λέοντος, κώνωψ, καὶ δώσω χειρὶ φέρειν ῥόπαλον.
メレアグロス 蚊よ、素早い使者として私のもとから飛び立ち、ゼノフィラの 耳の端に触れて、このように囁いてくれ。 「目覚めている彼があなたを待っている。それなのに、恋する者たちを忘れる女よ、 あなたは眠っている」と。さあ、飛んでゆけ。そうだ、歌を愛する者よ、飛べ。 だが静かに声を潜めよ、同衾者を起こして 私に対する嫉妬の苦痛を呼び覚ますことのないように。 もしあの娘を連れてきてくれたなら、蚊よ、お前にライオンの皮を冠として戴かせ、 手には棍棒を持たせてやろう。
- 5.137ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας
動詞 ἔγχει(注げ)に伴う属格名詞句 τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας は、祝杯・献酌の対象を表す「祈願・献盃の属格」。ヘリオドラと同格的に置かれた Πειθοῦς および Κύπριδος は、彼女が説得の女神やキュプロスの女神(アプロディテ)そのものであることを示している。
- 5.145στάξαθʼ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν % ἄμεινον / ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα
接続詞 ὡς ἄν に接続法 πίῃ が続く目的節。「より良く/いっそう多く飲み干すように」の意味で比較級副詞 ἄμεινον が置かれている。写本によっては句読点や脱落疑い(%等の記号)があるが、構文の骨格としては ὡς ἂν ... πίῃ が主節の命令法 στάξατε(滴らせよ)の目的を表す。
- 5.149καὐτὰν τὰν Χάριν ἐν χάριτι
Χάριν(大文字のカリス神・恩寵)と 前置詞句 ἐν χάριτι(好意として、返礼として)による語根 χαρ- の畳用・言葉遊び。前節の κεχαρισμένον(喜ばしい、恩義のある)とも呼応しており、女性(カリス女神のような存在)そのものを「好意のしるし」として贈ったことを意味する。
- 5.152ἄγρυπνος “μίμνει σε· σὺ δʼ, ὦ λήθαργε φιλούντων, / εὕδεις.”
蚊に託す伝言の引用部。主語 ἄγρυπνος(不眠の彼が)は詩人自身を指し、μίμνει(あなたを待っている)の主語として直接話法で語られる。続く σὺ δʼ ... εὕδεις は対比の δέ を伴い、待つ側の覚醒と待たせる側の眠りの対比を浮き彫りにしている。
