← ギリシア詞華集

ギリシア詞華集 1

§5.124-5.136

愛の対価と密会や酒宴の乾杯をめぐる警句

ピロデモス、ロッリウス・バッスス、マルクス・アルゲンタリウス、アウトメドン、クイントゥス・マエキウス、ポセイディッポス、メレアグロスらによる、若き美少女への警戒、神話の変身と愛の対価、密会の発覚と官能、老練な踊り子への賛辞、酒宴の道具や恋人の名を呼ぶ乾杯などを主題とした恋愛エピグラム群。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
124

​Philodemus οὔπω σοι καλύκων γυμνὸν θέρος, οὐδὲ μελαίνει βότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας· ἀλλʼ ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες, Λυσιδίκη, καὶ πῦρ τύφεται ἐγκρύφιον. φεύγωμεν, δυσέρωτες, ἕως βέλος οὐκ ἐπὶ νευρῇ· μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς.

ピロデモス お前にはまだ蕾を脱いだ夏の盛りは訪れず、処女の魅力を 初めて放つ葡萄の房も黒ずんではいない。 だが早くも若きエロースたちが素早い矢を研ぎ澄まし、 リュシディケよ、隠された火が燻っている。 愛に悩む者たちよ、矢がまだ弓弦に番えられぬうちに逃れよう。 私はやがて燃え上がる大火を予言する。

125

​Lollius Bassus οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτο ἄλλος, χὠ μελίθρους κύκνος ἐπῃόνιος. Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃ τοὺς ὀβολοὺς δώσω τοὺς δύο, κοὐ πέτομαι.

ロッリウス・バッスス 私は黄金となって降り注ぐつもりはない。誰か別の者が牡牛となるがよい、 浜辺の甘き調べの白鳥となるがよい。 このような戯れはゼウスのために取っておかれよ。私はコリンナに 二オボロスを支払うだけで、空を飛びはしない。 ピロデモス

​Philodemus πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα,1 καὶ βινεῖ φρίσσων, καὶ μὰ τὸν οὐδὲ καλὴν πέντε δʼ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ, καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς. πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸν τοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν.

某は某の女に一回のために五タラントンを与え、 身震いしながら交わりを結ぶ、しかも誓って美しくもない女と。 だが私はリュシアナッサに十二回のために五ドラクマを支払い、 その上もっと素晴らしい女と、公然と交わる。 ともかく私が正気でないのか、あるいは今後はあの男の睾丸を 斧で断ち切るべきなのだ。

​Marcus Argentarius παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσας αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ. ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ, μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσοτέρων. μητέρα δʼ οὐκ ἔλαθεν κείνης λάλον ἀλλʼ ἐσιδοῦσα ἐξαπίνης, Ἑρμῆς κοινός,2 ἔφη. θύγατερ.

マルクス・アルゲンタリウス 私は処女のアルキッペをいたく愛し、かつて彼女を言いくるめて 密かに寝床へと引き入れた。 誰かが入って来はしまいか、誰かが度を超えた情欲の秘め事を 見はしまいかと、二人の胸は高鳴っていた。 だが彼女のおしゃべりな母親の目を欺くことはできなかった。母は突然 覗き込み、「獲物は山分けよ、娘や」と言った。

​Marcus Argentarius στέρνα περὶ στέρνοις, μαστῷ δʼ ἔπι μαστὸν ἐρείσας, χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας Ἀντιγόνης, καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰ σιγῶ, μάρτυς ἐφʼ οἷς λύχνος ἐπεγράφετο.

マルクス・アルゲンタリウス 胸を胸に寄せ、乳房に乳房を押し当て、 唇をアンティゴネの甘き唇と 重ね合わせ、肌を肌に密着させ――残りのことは 口を閉ざそう、証人としてランプが記されていたのだから。

​Automedon τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων,3 αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται, οὐδʼ ὅτι βάλλει τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας· ἀλλʼ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι οἶδε, καὶ οὐ φεύγει γηραλέας ῥυτίδας. γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δʼ ἐπιρίψῃ τὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.

アウトメドン 小アジアから来たあの踊り子、不埒な身振りを交え、 爪の先までなよやかに身をくねらせる女を、 私は称賛する。あらゆる感情を装うからでも、しなやかな両手を あちらこちらへとたおやかに振るからでもない。 そうではなく、古びた杭にまつわりついて踊る術を心得ており、 老いさらばえた皺をも避けないからだ。 舌を絡ませ、愛撫し、抱きしめる。そして脚を 跳ね上げれば、冥府から棍棒を呼び覚ます。

130

​Quintus Maecius τί στυγνή; τί ταῦτα κόμης εἰκαῖα, Φιλαινί, σκύλματα, καὶ νοτερῶν σύγχυσις ὀμματίων; μὴ τὸν ἐραστὴν εἶδες ἔχονθʼ ὑποκόλπιον ἄλλην; εἶπον ἐμοί· λύπης φάρμακʼ ἐπιστάμεθα. δακρύεις, οὐ φὴς δέ· μάτην ἀρνεῖσθʼ ἐπιβάλλῃ· ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.

クイントゥス・マエキウス なぜ沈んでいるのだ、ピライニスよ。その髪をむしり、 濡れた両の目を赤く腫らして、何の真似だ。 恋人が別の女を懐に抱いているのを見でもしたのか。 私に話すがよい。私たちは悲しみの薬を知っている。 泣いていながら否定するのか。否定しようと試みても無駄だ。 目は舌よりも真実を語るものだ。

​Philodemus ψαλμός, καὶ λαλιή, καὶ κωτίλον ὄμμα, καὶ ᾠδὴ Ξανθίππης, καὶ πῦρ ἄρτι καταρχόμενον, ὦ ψυχή, φλέξει σε· τὸ δʼ ἐκ τίνος, ἢ πότε, καὶ πῶς, οὐκ οἶδα· γνώσῃ, δύσμορε, τυφομένη.

ピロデモス リュラのかき鳴らし、ささやき、魅惑的な目つき、そして クサンティッペの歌、そして今まさに燃え立ち始めた火が、 おお我が魂よ、お前を焦がすだろう。だがそれが誰によって、いつ、いかにしてか、 私は知らぬ。不運な者よ、煙を上げつつお前はやがて知るだろう。

​Philodemus ὦ ποδός, ὦ κνήμης, ὦ τῶν ἀπόλωλα δικαίως μηρῶν,4 ὦ γλουτῶν, ὦ κτενός, ὦ λαγόνων, ὦ ὤμοιν, ὦ μαστῶν, ὦ τοῦ ῥαδινοῖο τραχήλου, ὦ χειρῶν, ὦ τῶν μαίνομαι ὀμματίων, ὦ κατατεχνοτάτου κινήματος, ὦ περιάλλων γλωττισμῶν, ὦ τῶν θῦʼ ἐμὲ φωναρίων. εἰ δʼ Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς, καὶ Περσεὺς Ἰνδῆς ἠράσατʼ Ἀνδρομέδης.

ピロデモス おお足よ、おお脛よ、おお、まさに私がそのために身を滅ぼした 太腿よ、おお臀部よ、おお陰部よ、おお脇腹よ、 おお両肩よ、おお乳房よ、おお細やかな首よ、 おお両手よ、おお、私が熱狂する両の目よ、 おお極めて巧みな身のこなしよ、おお比類なき 口づけよ、おお私を打ちのめすささやき声よ。 たとえ彼女がオスキの出で、フローラと名乗り、サッポーの詩を歌わなくとも、 ペルセウスもまたインドのアンドロメダを愛したではないか。

​Quintus Maecius Ὤμοσ’ ἐγώ, δύο νύκτας ἀφʼ Ἡδυλίου, Κυθέρεια, σὸν κράτος, ἡσυχάσειν ὡς δοκέω δʼ, ἐγέλας, τοὐμὸν ἐπισταμένη τάλανος κακὸν οὐ γὰρ ὑποίσω τὴν ἑτέρην, ὅρκους δʼ εἰς ἀνέμους τίθεμαι. αἱροῦμαι δʼ ἀσεβεῖν κείνης χάριν, ἢ τὰ σὰ τηρῶν ὅρκιʼ ἀποθνῄσκειν, πότνιʼ, ὑπʼ εὐσεβίης.

クイントゥス・マエキウス キュテレイア女神よ、あなたの威光にかけて誓った、ヘデュリオンから離れて 二夜を平穏に過ごそうと。だが私のみじめな災いを よく知っているあなたは笑ったのだろう。私はもう一夜に 耐えることができず、誓いを風に散らす。 女神よ、私はあの女のために誓いを破る方を選ぶ、あなたへの誓いを守り、 その信心ゆえに死んでしまうよりは。

​Posidippus Κεκροπὶ ῥαῖνε λάγυνε πολύδροσον ἰκμάδα Βάκχου, ῥαῖνε· δροσιζέσθω συμβολικὴ πρόποσις. σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος, ἅ τε Κλεάνθους μοῦσα μέλοι δʼ ἡμῖν ὁ γλυκύπικρος ἔρως.

ポセイディッポス アッティカの大壺よ、バッコス神の露多き滴を振り注げ、 振り注げ。割り勘の乾杯に雫を滴らせよ。 賢者たる白鳥ゼノンは沈黙せよ、クレアンテスの 詩神もまた。ほろ苦きエロースこそ我らの関心事であれ。

135

​Anonymi Epigrammatici στρογγύλη, εὐτόρνευτε, μονούατε, μακροτράχηλε, ὑψαύχην, στεινῷ φθεγγομένη στόματι, Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης, ἡδύγελως, τερπνὴ συμβολικῶν ταμίη, τίφθʼ ὁπόταν νήφω, μεθύεις σύ μοι, ἢν δὲ μεθυσθῶ, ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην.

作者不詳 丸く、美しく轆轤で削られ、一つの耳を持ち、細長い首、 高い喉首をし、狭い口で語りかけ、 バッコスとムーサたちとキュテレイア女神の陽気な召使い、 甘き笑みを湛え、割り勘の宴の楽しき管理人よ、 なぜ私が素面のときにお前は私に対して酔いしれ、私が酔うと お前は素面に戻るのか。お前は宴の友情を裏切っている。

​Meleager ἔγχει, καὶ πάλιν εἰπέ, πάλιν, πάλιν Ἡλιοδώρας εἰπέ, σὺν ἀκρήτῳ τὸ γλυκὺ μίσγʼ ὄνομα· καί μοι τὸν βρεχθέντα μύροις καὶ χθιζὸν ἐόντα, μναμόσυνον κείνας ἀμφιτίθει στέφανον. δακρύει φιλέραστον ἰδοὺ ῥόδον, οὕνεκα κείναν ἄλλοθι, κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.

メレアグロス 酒を注げ、そしてもう一度言え、もう一度、もう一度言え、 「ヘリオドラ」と。生酒にその甘き名を混ぜ合わせよ。 そして香油に濡れ、昨日の宴の形見となった、 あの女を思い起こさせる花冠を私の頭に戴かせよ。 見よ、恋人を慕う薔薇が涙を流している、あの女が 別の場所にいて、我が胸の中にいないのを見て。

構文注4 件
  1. 5.126πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα

    数詞 ἑνός(中性単数属格)は、後ろの詩行にある τῶν δώδεκα(中性複数属格)と対比されており、省略された名詞 βινήματος(一回の交わり)に対する代価・交換の属格(genitive of price)として機能している。文全体は「某男が某女に一回(の交わり)のために五タラントンを支払う」の意。

  2. 5.127Ἑρμῆς κοινός

    「ヘルメスは共有物である」というギリシア語の慣用表現で、幸運な拾い物や儲け話に出くわした際に「分け前を半分寄越せ(山分けだ)」と要求する決まり文句。ここでは娘の密会現場を押さえた母親が、相手の男または娘に対して口止め料や利益の分配を要求する文脈で発せられている。

  3. 5.129ἐξ ἁπαλῶν κινυμένην ὀνύχων

    句 ἐξ ἁπαλῶν ὀνύχων はラテン語の a teneris unguiculis と同等の慣用句で、「幼少の頃から」を意味するか、あるいは字義通り「爪の先(四肢の先端)に至るまで繊細に身をくねらせて」の意。文脈的には舞踊の身体技法として身体の末端・指先に至るまで柔らかく動かす様子を描写していると取るのが自然である。

  4. 5.132ὦ τῶν ἀπόλωλα δικαίως μηρῶν

    感嘆の属格 ὦ...μηρῶν(おお、太腿よ)の間に、関係代名詞的属格 τῶν を伴う挿入文 ἀπόλωλα δικαίως(私が当然にも身を滅ぼした)が挟み込まれた離隔構造(hyperbaton)。τῶν は先行詞 μηρῶν を受け、原因の属格(「その太腿のために私は滅びた」)として機能している(第4行の ὦ τῶν μαίνομαι ὀμματίων も同構文)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.124-5.136