← ギリシア詞華集

ギリシア詞華集 1

§2.1#1

ゼウクシッポス浴場の彫像群の描写

コンスタンティノープルのゼウクシッポス浴場に飾られた、デイポボス、アイスキネス、アリストテレス、デモステネス、エウリピデス、ヘシオドス、サッポー、アポロン、カエサル、プラトンなど神話・歴史の著名な英雄・文人・神々の彫像の容貌と劇的な構図が活写される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
1

ἔκφρασις τῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιον τοῦ ἐπικαλουμένου Ζευξίππου. Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως, τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων. ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δʼ ἐπὶ κόσμῳ δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων δριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς, οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν. λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ φάσγανον ὑψόσ’ ἄειρεν ἔμελλε δὲ μαινομένη χείρ ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι· ἀλλʼ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.1 Κεκροπίδης δʼ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς, Αἰσχίνης· λασίης δὲ συνείρυε κύκλα παρειῆς, οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν στείνετο γὰρ πυκινῇσι μεληδόσιν. ἄγχι δʼ ἐκείνου ἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲ χεῖρε περιπλέγδην συνεέργαθεν, οὐδʼ ἐνὶ χαλκῷ ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλʼ ἔτι βουλὴν σκεπτομένῳ μὲν ἔικτο· συνιστάμεναι δὲ παρειαὶ ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινήν, καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί. καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ, ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας. ἀλλʼ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν, οἷα κατʼ εὐόπλων τεθοωμένος Ἠμαθιήων. ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν, ἄπνοον αὐδήεντα τιθεὶς τύπον ἀλλὰ ἑ τέχνη χαλκείης ἐπέδησεν ὑπὸ σφραγῖδα σιωπῆς. ἵστατο δʼ Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω, λάθρῃ ὑπὸ κραδίην τραγικαῖς ὡμίλεε Μούσαις, ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαι οἷὰ τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων. δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν. Ἡσίοδος δʼ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ, ἔνθεον ἱμείρων ἀνάγειν μέλος. ἐγγύθι δʼ αὐτοῦ μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ κοσμηθεὶς Πολύειδος· ἀπὸ στομάτων δὲ τινάξαι ἤθελε μὲν κελάδημα θεοπρόπον ἀλλὰ ἑ τέχνη δεσμῷ ἀφωνήτῳ κατερήτυεν. οὐδὲ σὺ μολπῆς εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλʼ ἔτι χορδῆς ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις. ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ συγκεράσαι μέλος ἡδύ· σὲ δʼ ἂν καὶ χαλκὸς ἀναυδὴς αἰδόμενος, ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.2 ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός· ἐν δὲ μενοινῇ δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς. Θεστορίδης δʼ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας, οἷά τε θεσπίζων, ἐδόκει δέ τε θέσφατα κεύθειν, ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἔτι θυμῷ δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης. Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων, Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν τεύχεα χαλκήεντα, τὰ μὴ οἱ ὤπασε τέχνη· γυμνὸν γάρ μιν ἔτευξεν ὁ δʼ ὑψόσε φαίνετο λεύσσων, οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων. ἧστο δʼ Ἀμυμώνη ῥοδοδάκτυλος· εἰσοπίσω μὲν βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης· γυμνὸν δʼ εἶχε μέτωπον ἀναστέλλουσα δʼ ὀπωπὰς εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην. ἐγγύθι δʼ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης, καὶ διερὸν δελφῖνα προΐσχετο, χειρὶ κομίζων δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης. Πιερικὴ δὲ μέλισσα λιγύθροος ἕζετο Σαπφὼ Λεσβιάς, ἠρεμέουσα· μέλος δʼ εὔϋμνον ὑφαίνειν σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις. Φοῖβος δʼ εἱστήκει τριποδηλάλος· ἦν δʼ ἄρα χαίτης εἰσοπίσω σφίγξας ἄδετον πλόκον ἀλλʼ ἐνὶ χαλκῷ γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης, ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρ Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην. ἄγχι δὲ Κύπρις ἔλαμπεν ἔλειβε δὲ νώροπι χαλκῷ ἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴ φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν, χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ. Κλεινιάδην δὲ τέθηπα, περιστίλβοντα νοήσας ἀγλαΐῃ χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν, τοῖος ἐὼν, οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων, ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἐγείρων. Χρύσης δʼ αὖθʼ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν σκῆπτρον ἀνασχόμενος Φοιβήϊον, ἐν δὲ καρήνῳ στέμμα φέρων μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς, οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ, Ἀτρείδην ἱκέτευε· βαθὺς δὲ οἱ ἤνθεε πώγων, καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης. Καῖσαρ δʼ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις. αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων, δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων, οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.3 εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων. ἄλλην δʼ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην, γυμνὴν παμφανόωσαν ἐπὶ στέρνων δὲ θεαίνης αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.

ゼウクシッポスと呼ばれる公衆浴場の彫像のエクフラシス。 まずデイポボスが美しく彫られた台座の上に立っていた。大胆で、兜を戴いた剛勇の英雄であり、かつて奪われゆく自らの邸宅の前で襲いかかるメネラオスに立ち向かった時の姿そのままであった。彼は前進するかのごとく立っており、巧みに構えて身を斜めにし、狂気のうちにかがめた背を引いて激しい気概を掻き立てていた。そして敵対する人間の突進を警戒するかのように、視線の光を巡らせていた。左手には幅広の盾を前に構え、右手には刀剣を高く振り上げていた。狂乱するその手は敵の肉体に剣を突き立てようとしていたかのようであった。だが自然は、青銅を狂気に従うものとはしなかった。 ケクロプスの裔たるアイスキネスが、理知ある説得の女神への献げ物として輝いていた。彼は幾多の波乱ある民会で論争しているかのように、毛深い頬をすぼめていた。張り詰めた憂慮に苦悩していたからである。その傍らには知恵の先達アリストテレスがいた。彼は立ちながら両手を組んで結び合わせており、声なき青銅の中にあっても魂を無為に放置せず、今なお思慮を巡らせている者のようであった。彼の引き締まった頬は男の巡り巡る思索を予言し、素早く動く両の眼は凝集された知謀を示していた。 また、美声の弁論術の賢明な父、かつてアテナイにおいて心を魅了する説得の女神の理知的な炬火を灯した、パイアニア区民らの民衆弁論のラッパが異彩を放っていた。しかし彼は静まり返っているようには見えず、しきりに思案を巡らせていた。武装したマケドニア人たちに対して鋭く尖らされたかのように、濃密な知謀を巡らせているように見えたからである。彼は憤りに満ちて今にも早口の声を放ち、息なき像を声あるものに変えてしまいそうであった。だが技術が彼を青銅の沈黙の封印のもとに縛り付けていた。 またエウリポスに名を負う者が立っていた。私の推し量るところ、彼は胸の奥深く密かに悲劇のムーサたちと親しみ、節度の業を吟味していた。アッティカの舞台でテュルソスを振りかざしているかのごとき姿で見られたからである。 預言者パライパトスは月桂樹で頭髪を冠し威容を誇り、神託の声を吐き出しているかのようであった。 アスクラのヘシオドスは山野のムーサたちに語りかけているように見え、神憑きの熱狂によって青銅に抗い、霊感に満ちた歌を響かせようと渇望していた。 その近くにはアポロンの月桂樹で飾られたまた別の預言者ポリュエイドスがいた。彼は口から神託の調べを放とうと欲していたが、技術が声なき絆で彼を引き留めていた。シモニデスよ、そなたもまた歌への甘美なる愛を眠らせることなく、今なお琴の弦を渇望しているが、聖なる竪琴を手で弾いてはいない。シモニデスよ、そなたを形作った者が青銅に甘美なる歌を溶け込ませてくれていたらよかったものを。そうであれば声なき青銅もそなたを敬い、竪琴の調べに合わせて歌を響かせ返したであろうに。 理知的な智者アナクシメネスがいた。彼は思索のうちに神々しい知謀の多彩な思念を巡らせていた。 さらに的を射る予言者、テストルの子カルカスが神託を告げるかのように立っていたが、ギリシアの軍勢を憐れむか、あるいは黄金に富むミュケナイの王を今なお心の中で恐れるかのごとく、神託を隠しているように見えた。 町を滅ぼす、アイアコスの裔の幼獅子、アキレウスの子ピュロスを私のために見よ。技術が彼に授けなかった青銅の武具を、彼がいかに手で操りたがっていたことか。技術は彼を裸身に造ったからである。彼は風吹くイリオスへと視線を伸ばすかのように、高くを見つめている姿で現れていた。 薔薇の指を持つアミュモネが座っていた。彼女は被り物のない自らの頭髪の巻き毛を後ろで束ね、額をあらわにして、視線を巡らせて黒髪の海の夫を見つめていた。 その近くには胸幅の広い黒髪の神が裸身で現れ、垂らした頭髪の房を保ち、潤ったイルカを前に差し出し、羨望を集める乙女との婚姻の求婚の贈り物を手に携えていた。 ピーエリアの響き高き蜜蜂たるレスボスのサッポーが静かに座っていた。彼女は沈黙のムーサたちに魂を結びつけ、美しき賛歌を織り成しているかのようであった。 三脚卓から語るポイボスが立っていた。彼は頭髪の結ばれぬ房を後ろに引き締めていたが、青銅の中で裸身であった。アポロンは問うてくるすべての人々に運命の真実の定めをあらわにすることを知っているからか、あるいは彼が万人に対して等しく顕現するからである。太陽こそ主ポイボスであり、清らかな遠くを照らす輝きをもたらすのだから。 傍らにはキュプリスが輝き、煌めく青銅に輝きの滴を注いでいた。彼女は胸から上が裸身で現れ、腿の輪郭に衣を寄せ集め、黄金の被り物で髪房を留めていた。 私はクレイニアスの子を見て驚嘆した。輝きのうちに光り輝いているのを目にしたからである。彼は青銅に美の輝きを織り交ぜており、かつて物語の母たるアッティカでケクロプスの裔たる男たちに深遠な知謀を呼び起こしていた時の姿そのままであった。 また祭司クリューセースが近くに立っており、右手にはポイボスの笏を掲げ、頭には神の冠帯を戴いていた。英雄たちの聖なる一族のように堂々たる体躯の威容を誇っていた。私の推し量るところ、彼はアトレウスの子に懇願していた。彼の髭は深く茂り、長い頭髪の房は編まれずに引きずられていた。 かつて敵の無数の牛皮の盾でローマを戴冠させたカエサル・ユリウスが近くで輝いていた。彼は恐るべき形相のアイギスを肩に担ぎ、右手には雷電を携えて誇らしげにしていた。アウソニア人たちの間で別の新たなゼウスと称えられているかのようであった。 神に似姿たるプラトンが立っていた。かつてアテナイにおいて神の定めた徳の隠された小径を示した御方である。 私はもう一人の気高き父を持つ黄金のアプロディテを見た。彼女は裸身で輝き渡り、首の最も高いところから流れ落ちた帯が女神の胸の上で揺れ動いていた。

構文注3 件
  1. 2.1ἔμελλε δὲ μαινομένη χείρ / ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι· / ἀλλʼ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.

    ἔμελλε + 不定詞(ἐλάσσαι)は「まさに〜しようとしていた(臨戦の構え)」という外見上の迫真性を表す。続く ἀλλʼ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ では、物質(青銅)と情念(彫刻に宿る激怒)の対比が述べられ、青銅が実際の狂気を遂行することはないという彫刻美学上の限界が示されている。

  2. 2.1ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ / συγκεράσαι μέλος ἡδύ· σὲ δʼ ἂν καὶ χαλκὸς ἀναυδὴς / αἰδόμενος, ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.

    ὤφελεν + 不定詞(συγκεράσαι)は過去の事実に反する願望(「〜してくれたらよかったのに」)を表す。これを受け、続く文脈句 σὲ δʼ ἂν ... ἀντήχεε は ἄν + 未完了過去による過去の反実仮想(「そうであったなら〜響き返したであろうに」)を形成している。

  3. 2.1οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων

    ἀκούων はラテン語の audio/clueo と同様に「〜と呼ばれる、〜と耳にする」という受動的・叙述的な意味(呼称の享受)で用いられており、主格補語 Ζεὺς νέος ἄλλος を伴っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:2.1#1