← ギリシア詞華集

ギリシア詞華集 1

§1.113-1.123

諸聖堂の図像と聖遺物およびキリストへの詩群

キリスト教の諸聖堂(ペゲーおよびヴラケルナイ)の図像や聖遺物を詠んだ短詩群、祈願詩、パトリキオスのホメロス連句詩(受肉から復活に至るキリストの生涯)の梗概詩、ならびにゴルゴタの岩を讃える詩を収める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
113

​Anonymi Epigrammatici ἐν τῷ αὐτῷ ναῷ, εἰς τὴν ὑπαντήν ὁρώμενος νῦν χερσὶ πρεσβύτου βρέφος παλαιός ἐστι δημιουργὸς τῶν χρόνων.

無名のエピグラム作家:同一の聖堂にて、主の奉献の図像に寄せて 今や老人の腕に乳児として見られている御方は、 諸時代を造り給うた太古の創造主である。

​Anonymi Epigrammatici ἐν τῷ αὐτῷ ναῷ, εἰς χαιρετισμόν Προοιμιάζει κοσμικὴν σωτηρίαν, εἰπὼν τὸ Χαῖρε ταῖς γυναιξὶ δεσπότης.

無名のエピグラム作家:同一の聖堂にて、婦人たちへの挨拶に寄せて 主は婦人たちに「喜べ」と告げられ、 世の救いの端緒を開かれた。

115

​Anonymi Epigrammatici εἰς τὴν θεοτόκον παρθένος υἱέα τίκτε· μεθʼ υἱέα παρθένος ἦεν.

無名のエピグラム作家:生神女に寄せて 童貞女は子を生んだ。子を生んだ後も童貞女であった。 無名のエピグラム作家:救い主に寄せて

​Anonymi Epigrammatici εἰς τὸν Σωτῆρα χριστὲ μάκαρ, μερόπων φάος ἄφθιτον, υἱὲ Θεοῖο, δῶρʼ ἀπὸ κρυστάλλων, δῶρʼ ἀπὸ σαρδονύχων Δέχνυσο, παρθενικῆς τέκος ἄφθιτον, υἱὲ Θεοῖο, δῶρʼ ἀπὸ κρυστάλλων, δῶρʼ ἀπὸ σαρδονύχων.

いと幸いなるキリストよ、死すべき者らの朽ちぬ光、神の子よ、 水晶からの贈り物、紅縞瑪瑙からの贈り物を 受け取りたまえ、童貞女の朽ちぬ子よ、神の子よ、 水晶からの贈り物、紅縞瑪瑙からの贈り物を。

​Anonymi Epigrammatici εἰς τὸν τυφλόν ἔβλεψε τυφλὸς ἐκ τόκου μεμυσμένος, Χριστὸς γὰρ ἦλθεν ἡ πανόμματος χάρις·

無名のエピグラム作家:生まれつきの盲人に寄せて 生まれつき目を閉ざしていた盲人が見えるようになった、 すべてを見る恵みであるキリストが来られたゆえに。

​Anonymi Epigrammatici Εὐκτικά ἤγειρεν ἡμῖν τῶν παθῶν τρικυμίαν ἐχθρὸς κάκιστος, πνευματώσας τὸν σάλον, ὅθεν ταράσσει καὶ βυθίζει καὶ βρέχει τὸν φόρτον ἡμῶν ψυχικῆς τῆς ὁλκάδος· ἀλλʼ, ὦ γαλήνη καὶ στορεστὰ τῆς ζάλης, σύ, Χριστέ, δείξαις ἀβρόχους ἁμαρτίας,1 τῷ σῷ πρὸς ὅρμῳ προσφόρως προσορμίσας, ἐχθρὸν δὲ τοῦτον συμφοραῖς βεβρεγμένον.

無名のエピグラム作家:祈願の詩 この上なく邪悪な敵が情念の大波を我らに巻き起こし、 嵐に息を吹き込み、 それによって我らの霊的な商船の荷を かき乱し、沈め、水浸しにしている。 だが、凪であり嵐を鎮める者よ、 キリストよ、汝の港へと相応しく停泊させ、 我らを罪に濡れぬ者として示し、 この敵こそを災厄に浸された者として示してくだされ。

​Anonymi Epigrammatici ὑπόθεσις, ἀπολογία εὔφημος. Ὁμηροκέντρων βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος, ὃς μέγα ἔργον ἔρεξεν, ὁμηρείης ἀπὸ βίβλου κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν, πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο· ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος· ἠδʼ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον ὥς μιν Ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις· ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβʼ ἑταίρους· ὅσσων τʼ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα,2 νούσους τʼ ἐξελάσας στυγερὰς βλεφάρων τʼ ἀλαωτύν, ἠδʼ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός· ἠδʼ ὅσσους μοίρῃσιν ὑπʼ ἀργαλέῃσι δαμέντας ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου· ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς, αὐτὸς ἑκών οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι ὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι· ὡς θάνεν, ὡς Ἀίδαο σιδήρεα ῥῆξε θύρετρα, κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω ἤγαγεν ἀχράντοισιν ὑπʼ ἐννεσίῃσι τοκῆος, ἀνστὰς ἐν τριτάτῃ φαεσιμβρότῳ ἠριγενείῃ ἀρχέγονον βλάστημα θεοῦ γενετῆρος ἀνάρχου.

無名のエピグラム作家:弁証を兼ねる敬虔な序詩、ホメロス連句詩について これは神を畏れる司祭パトリキオスの書である。 彼はホメロスの書から大いなる業を成し遂げ、 名高き詩行から貴き歌を紡ぎ出し、 無敵の神の業を宣べ伝えている。 いかに神が人々の群れへと来たり、いかに人の 姿をまとい、非の打ち所なき乙女の胎内に、 無限の天空も容れ得なかったその御方が、幼子となって隠れ給うたかを。 また、いかに神を宿した童貞女の胸に吸い付き、 処女の乳の湧き出る流れを吸われたかを。 いかに愚かなヘロデが幼子らを殺害したかを、 なおも幼き彼らを、不死の神の死を求めながら。 いかにヨハネが河の流れにて主を洗ったかを。 いかに十二人の非の打ち所なき人々を道連れとして迎えたかを。 また神がいかに多くの人々の手足をすべて健やかに造り変え、 憎むべき病を、まぶたの盲目を追い払ったかを。 また涙多き女が衣に触れたとき、 いかに流れる血筋を留められたかを。 また過酷な運命に打ちひしがれた幾多の者らを、 冥府の淵からふたたび光へと導き戻されたかを。 また我らのために聖なる受難の記念をいかに残されたかを。 またいかに人の手によって冷たき鎖のうちに張り伸ばされたかを、 自ら望んで。地上の何人も天を統べる神に戦いを挑むことは できぬゆえ、神自らが命じられない限りは。 いかに死なれ、いかにハデスの鉄の扉を打ち砕かれたかを。 そしてそこから神に従う魂らを天へと 導き入れられたかを、父の汚れなき御旨によって、 死すべき者らを照らす三日目の暁に復活された、 始まりなき父なる神の始源の御子であられる主が。

120

​Anonymi Epigrammatici ἐν Βλαχέρναις. ἴαμβοι εἰ φρικτὸν ἐν γῇ τοῦ Θεοῦ ζητεῖς θρόνον, ἰδὼν τὸν οἶκον θαύμασον τῆς παρθένου· ἡ γὰρ φέρουσα τὸν Θεὸν ταῖς ἀγκάλαις, φέρει τὸν αὐτὸν εἰς τὸ τοῦ τόπου σέβας· ἐνταῦθα τῆς γῆς οἱ κρατεῖν τεταγμένοι τὰ σκῆπτρα πιστεύουσι τῆς νίκης ἔχειν ἐνταῦθα πολλὰς κοσμικὰς περιστάσεις ὁ πατριάρχης ἀγρυπνῶν ἀνατρέπει· οἱ βάρβαροι δὲ προσβαλόντες τῇ πόλει, αὐτὴν στρατηγήσασαν ὡς εἶδον μόνον, ἔκαμψαν εὐθὺς τοὺς ἀκαμπεῖς αὐχένας.

無名のエピグラム作家:ヴラケルナイにて、短長格 もし地上で恐るべき神の御座を求めるならば、 童貞女の館を見て驚嘆せよ。 腕に神を抱き抱えた彼女が、 この場所への崇敬へとまさにその神を運んでいるゆえに。 この地にあって地上を統べるべく定められた者らは、 勝利の笏を保持していると信じている。 この地にあって総主教は眠らず見張り、 世の数多の危急を覆す。 そして異民族らは都を襲ったが、 彼女が自ら軍を指揮するのを見るやいなや、 直ちにその強情な首を屈したのである。

​Anonymi Epigrammatici εἰς τὸν αὐτὸν ναόν ἔδει γενέσθαι δευτέραν Θεοῦ πύλην τῆς παρθένου τὸν οἶκον, ὡς καὶ τὸν τόκον κιβωτὸς ὤφθη τῆς πρὶν ἐνθεεστέρα, οὐ τὰς πλάκας φέρουσα τὰς θεογράφους, ἀλλʼ αὐτὸν ἔνδον τὸν Θεὸν δεδεγμένη. ἐνταῦθα κρουνοὶ σαρκικῶν καθαρσίων, καὶ ψυχικῶν λύτρωσις ἀγνοημάτων ὅσαι γάρ εἰσι τῶν παθῶν περιστάσεις, βλύζει τοσαύτας δωρεὰς τῶν θαυμάτων. ἐνταῦθα νικήσασα τοὺς ἐναντίους, ἀνεῖλεν αὐτοὺς ἀντὶ λόγχης εἷσ’ ὕδωρ·3 τροπῆς γὰρ ἀλλοίωσιν οὐκ ἔχει μόνην, Χριστὸν τεκοῦσα καὶ κλονοῦσα βαρβάρους,

無名のエピグラム作家:同一の聖堂に寄せて 童貞女の館は、その出産がそうであったように、 神の第二の門となるべきであった。 神の手になる石板を携えるのではなく、 神ご自身をその内に受け入れたことで、 かつての契約の箱よりもさらに神聖な箱として現れた。 ここには肉の浄めの泉があり、 魂の過ちの贖いがある。 情念の苦難がどれほど多くあろうとも、 それと同等の奇跡の賜物を湧き出させる。 ここにあって敵らを打ち破り、 槍の代わりに水の中へと彼らを葬り去った。 キリストを生み、異民族を蹴散らした彼女は、 ただ境遇の変化のみを被ることはないのだから。

​Michael εἰς τὴν Θεοτόκον βαστάζουσαν τὸν Χριστόν αὕτη τεκοῦσα παρθένος πάλιν μένει· καὶ μὴ θροηθῇς· ἔστι γὰρ τὸ παιδίον θεός, θελήσας προσλαβέσθαι σαρκίον.

ミカエル:キリストを抱く生神女に寄せて この方は子を生みながらも再び童貞のままである。 動揺するな。なぜならその幼子は 肉体を帯びることを望まれた神であるのだから。

​Sophronius εἰς τὸν Κρανίου λίθον ἐν Ἱερουσαλήμ πέτρα τρισμακάριστε θεόσσυτον αἷμα λαχοῦσα, οὐρανίη γενεή σε πυρίπνοος ἀμφιπολεύει, καὶ χθονὸς ἐνναετῆρες ἀνάκτορες ὑμνοπολοῦσι.

ソフロニオス:エルサレムの頭蓋骨の岩に寄せて 神より注がれた血を受けた、三度讃えられし岩よ、 火を吐く天の眷族が汝に仕え、 地上の住人たる諸侯が汝を歌い讃える。

構文注3 件
  1. 1.118ἀβρόχους ἁμαρτίας

    形容詞 ἄβροχος(濡れていない、浸されていない)に分離の属格 ἁμαρτίας が結合し、「罪に濡れていない/罪の浸潤を受けていない(我ら)」を表す。対句となる ἐχθρὸν δὲ τοῦτον συμφοραῖς βεβρεγμένον(「災厄に濡れた/浸されたかの敵」)の与格構文と意味的・修辞的対照をなしている。主節の希求法 δείξαις(願望)の述語補語として機能する。

  2. 1.119ὅσσων τʼ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα

    4行目の分詞 πρήξιας ἀγγέλλουσαν(神の業を告げ知らせる)にかかる従属節群(前後の ὡς, ἠδʼ ὅππως, ἠδʼ ὅσσους 等)の一つ。関係詞/間接疑問詞 ὅσσων は属格で、 γυῖα(四肢、体格)にかかる所有格、あるいは治癒の対象となった人々を示す指示代名詞(「いかに多くの人々の四肢を神が…」)。主語は Θεός、動詞は τεκτήνατο(整えた、造り直した)。

  3. 1.121ἀνεῖλεν αὐτοὺς ἀντὶ λόγχης εἷσ’ ὕδωρ

    底本の εἷσ’ は前置詞 εἰς の誤植(εἰς ὕδωρ「水の中へ」)。ἀντὶ λόγχης(槍の代わりに)という前置詞句が挿入され、動詞 ἀνεῖλεν(滅ぼした)と結びついて「槍を用いる代わりに水の中へと彼らを葬り滅ぼした」というアヴァール族・ペルシア族等によるコンスタンティノープル包囲戦での海戦勝利(聖母による救出伝承)を指示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:1.113-1.123