← ギリシア詞華集

ギリシア詞華集 5

§16.63-16.83

皇帝や神話的創始者の記念像と名作彫像の銘文

ユスティニアヌスやテオドシオスなどの皇帝・高官の記念像、都市の創始者神話、美女や名妓の肖像画、さらにはオリンピアのゼウス像やロドスの巨像といった古典的名作彫像に至る、多様な視覚芸術作品を称賛・描写したエピグラム群。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
63

​Anonymi Epigrammatici εἰς τὸ αὐτό πῶλον ὁμοῦ καὶ ἄνακτα καὶ ὀλλυμένην Βαβυλῶνα χαλκὸς ἀπὸ σκύλων ἔπλασεν Ἀσσυρίων. ἔστι δʼ Ἰουστινιανός, ὃν ἀντολίης ζυγὸν ἕλκων στῆσεν Ἰουλιανός, μάρτυρα μηδοφόνον.

無名詩人、同じ像に寄せて アッシリアの戦利品から、青銅が駿馬と君主、そして滅びゆくバビュロンをともに造り上げた。これはユスティニアヌスであり、東方の軛を引くユリアノスが、メディア人を討ち取った証人として建てたのである。

​Anonymi Epigrammatici εἰς στήλην Ἰουστίνου βασιλέως ἐν τῷ λιμένι τοῦτο παρʼ αἰγιαλοῖσιν ἐγὼ Θεόδωρος ὕπαρχος στῆσα φαεινὸν ἄγαλμα Ἰουστίνῳ βασιλῆι, ὄφρα καὶ ἐν λιμένεσσιν ἑὴν πετάσειε γαλήνην.

無名詩人、港にあるユスティヌス帝の像柱に寄せて 長官であるわたしテオドロスが、ユスティヌス皇帝のためにこの輝かしい像を浜辺に建てた、港においてさえ彼が自らの平穏を広げんがために。

65

​Anonymi Epigrammatici εἰς στήλην Θεοδοσίου βασιλέως Ἔκθορες ἀντολίηθε, φαεσφόρος ἥλιος ἄλλος, Θευδόσιε, θνητοῖσι, πόλου μέσον, ἠπιόθυμε, ὠκεανὸν παρὰ ποσσὶν ἔχων μετʼ ἀπείρονα γαῖαν, πάντοθεν αἰγλήεις, κεκορυθμένος, ἀγλαὸν ἵππον ῥηιδίως, μεγάθυμε, καὶ ἐσσύμενον κατερύκων.

無名詩人、テオドシオス帝の像柱に寄せて 心優しきテオドシオスよ、汝は東方から、死すべき者たちにとってのもう一つの光をもたらす太陽として天のただ中へと飛び出でた。果てしない大地に次いで大海を足元に従え、全方位から輝き、武装し、気高き者よ、奔る輝かしい駿馬をも容易く抑えつつ。

​Anonymi Epigrammatici τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν εἰν ἑνὶ κοσμήσας ἄνθετο Καλλιάδης.

無名詩人 力強きビュザスと愛らしきピダレイアを、カリアデスは一つの像として飾り奉納した。

​Anonymi Epigrammatici ἱμερτὴ Φιδάλεια δάμαρ Βύζαντος ἐτύχθην εἰμὶ δὲ βουπαλέος δῶρον ἀεθλοσύνης.

無名詩人 わたしはビュザスの愛らしき妻ピダレイアとして造られた。そして牡牛を打ち倒す競技の褒賞である。

​Posidippus Κύπριδος ἅδʼ εἰκών φέρʼ ἰδώμεθα μὴ Βερενίκας·1 διστάζω ποτέρᾳ φῇ τις ὁμοιοτέραν.

ポセイディッポス これはキュプリスの像か、いや、ベレニケの像ではないか見てみよう。どちらにより似ていると人が言うべきか、迷うほどだ。

​Anonymi Epigrammatici Ζήνωνα πτολίαρχος Ἰουλιανὸς βασιλῆα· Ζήνωνος παράκοιτιν Ἰουλιανὸς Ἀριάδνην.

無名詩人 都の長官ユリアノスがゼノン皇帝を(建てた)。ユリアノスがゼノンの妻アリアドネを(建てた)。

70

​Anonymi Epigrammatici οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσας2 κυδαλίμοις καμάτοισιν Ἰουλιανοῦ πολιάρχου, Πιερικῶν προπάροιθε δόμων παγχρύσεος ἔστη.

無名詩人 君主は、都の長官ユリアノスの輝かしい労苦によってヘリコンの館が若返ったのを認め、ピエリアの館の前に全身黄金となって立った。

​Anonymi Epigrammatici κῦδος Ἰουλιανοῦ παναοίδιμον, ὃς μετὰ κόσμον Πιερίδων χρυσέην στῆσεν Ἀναστασίην.

無名詩人 すべてに歌われるユリアノスの栄誉よ。彼はピエリアの乙女たちの装飾ののちに、黄金のアナスタシアを建てた。

​Anonymi Epigrammatici ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον· ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου, κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης· τὸν δʼ ὑπὲρ εὐνομίας ἐριθηλέος ἐνθάδε τοῦτον ἐξ ὑπάτου μίτρης3 στῆσεν ἄνασσα πόλις. ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἔμμορε Ῥώμα, θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.

無名詩人 戦利品を帯びた別の像を、勝利のために、大胆なメディア人がスサの内部において君主のために建てるであろう。 また別の像を、イストロス川の彼方から長髪のアヴァール人の軍が、乾いた頭から房髪を切り落として(建てるであろう)。しかし、繁栄する良き秩序のために、執政官のターバンを機としてこの像を、女王たる都がここに建てた。されど確固として留まるがよい、幸いなるビザンティオンのローマよ、ユスティヌスの神聖な武威に報いた汝よ。

​Anonymi Epigrammatici οὗτος ὁ κοσμήσας Ὑπάτων θρόνον, ὃν τρισέπαρχον καὶ πατέρα βασιλῆες ἑὸν καλέσαντο μέγιστοι, χρύσεος ἕστηκεν Αὐρηλιανός· τὸ δʼ ἔργον τῆς βουλῆς, ἧς αὐτὸς ἑκὼν κατέπαυσεν ἀνίας.

無名詩人 執政官の座を飾り、いと大いなる皇帝たちが三度の長官、また自らの父と呼んだこの人物、アウレリアヌスが黄金となって立っている。そしてこれは元老院の業であり、彼自らが進んでその苦難を鎮めたのであった。

​Anonymi Epigrammatici εἰς ἄρχοντα Μῖξον μειλιχίῃ βαιὸν φόβον, ὅττι καὶ αὐτὴ βομβήεσσα μέλισσα κορύσσεται ὀξέι κέντρῳ. οὐ γὰρ ἄτερ μάστιγος ἰθύνεται ἵππος ἀγήνωρ· οὐδὲ συῶν ἀγέλη ἐπιπείθεται ἀνδρὶ νομῆι, πρὶν καὶ ἐριγδούποιο καλαύροπος ἦχον ἀκούσῃ.

無名詩人、支配者に寄せて 温和さに少しばかりの恐れを混ぜよ。なぜなら羽音を立てる蜜蜂でさえ、鋭い針で武装しているのだから。鞭なしには気高い馬も正しく進まないし、豚の群れも、大きく響く杖の音を聞くまでは牧夫の男に従わないのだから。

75

​Antipater Ζηνὶ καὶ Ἀπόλλωνι καὶ Ἄρεϊ τέκνον ἀνάκτων εἴκελον, εὐκταίη μητέρος εὐτοκίη, πάντα τοι ἐκ Μοιρέων βασιλήια, πάντα τέλεια ἦλθεν ἐποιήθης δʼ ἔργον ἀοιδοπόλων. Ζεὺς σκῆπτρον βασίλειον, Ἄρης δόρυ, καλλοσύνην δὲ Φοῖβος ἔχει· παρὰ σοὶ δʼ ἀθρόα πάντα, Κότυ.

アンティパトロス ゼウスとアポロンとアレスに似たる君侯らの子よ、母の祈り求められた幸いなる出産よ。汝にはモイライから王たるすべて、完全なるすべてがもたらされた。そして汝は詩人たちの歌の主題となった。ゼウスは王笏を、アレスは槍を、ポイボスは美を持つ。だが汝のもとにはそれらすべてが揃っている、コテュスよ。

​Synesius οἱ τρεῖς Τυνδαρίδαι, Κάστωρ, Ἑλένη, Πολυδεύκης.

シュネシオス 三人のテュンダレオスの子供たち、カストル、ヘレネ、ポリュデウケス。

​Paulus Silentiarius ὄμματα μὲν κούρης μόλις ἡ γραφίς, οὔτε δὲ χαίτην, οὔτε σέλας χροιῆς ἄκρον ἀπεπλάσατο. εἴ τις μαρμαρυγὴν δύναται φαεθοντίδα γράψαι, μαρμαρυγὴν γράψει καὶ Θεοδωριάδα

パウロス・シレンティアリオス 画筆は乙女の目を辛うじて写し取ったが、髪も、肌の極上の輝きも描き出せなかった。もし誰かが太陽の輝きを描くことができるなら、テオドリアスの輝きをも描くことができよう。

​Anonymi Epigrammatici βάσκανος ἡ γραφίς ἐσσι, καὶ εἰσορόωσι μεγαίρεις χρύσεα κεκρυφάλοις βόστρυχα κρυψαμένη. εἰ δʼ ὑπάτης κεφαλῆς ὑπάτην χάριν εἰκόνι κεύθεις, οὐδʼ ἐπὶ τῷ λοιπῷ κάλλεϊ πίστιν ἔχεις. πᾶσα γραφὶς μορφῇσι χαρίζεται· ἀλλὰ σὺ μούνη τῆς Θεοδωριάδος κλέψας ἀπʼ ἀγλαΐας.

無名詩人 画筆よ、汝は妬み深い。頭巾に黄金の巻き毛を隠し、見る者たちに惜しんでいる。最高の頭の最高の美を像の中に隠すなら、残る美に対しても信が置けない。すべての画筆は姿かたちに恵みを与えるものだが、汝だけはテオドリアスの輝きから盗み去ったのだ。

​Synesius εἰς τὴν ἑαυτοῦ ἀδελφήν τῆς χρυσῆς εἰκὼν ἢ Κύπριδος, ἢ Στρατονίκης.

シュネシオス、自身の妹に寄せて 黄金のアプロディテの像か、あるいはストラトニケの像か。

80

​Agathias Scholasticus Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης, ὠνητὴν φιλίην πᾶσι χαριζομένη· εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπʼ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῇδʼ ἔθετο γραφίδι, δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσὶν ἶσα γὰρ αὐτῷ κηρῷ τηκομένῳ κραδίη ἡ κραδίη.

アガティアス・スコラスティコス わたしはビザンティオンのローマにおいて奔放な女となり、買い取られる愛をすべての人に与えていた。わたしは巧みな技を持つカリロエであり、トマスが愛に駆られてこの画筆で描き置いたのだ。彼が心にどれほどの慕情を抱いているかを示している、溶けゆく蝋と同じく我が心も溶けているのだから。

​Philippus εἰς τὸ ἐν Ὀλυμπίᾳ Διὸς ἄγαλμα ἢ θεὸς ἦλθʼ ἐπὶ γῆν ἐξ οὐρανοῦ, εἰκόνα δείξων, Φειδία· ἢ σὺ γʼ ἔβης τὸν θεὸν ὀψόμενος.

ピリッポス、オリンピアのゼウス像に寄せて 神が天から地上に降りてその姿を示されたのか、ペイディアスよ、それとも汝が神を仰ぎ見るために天に昇ったのか。

​Simonides τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.

シモニデス ロドスの巨像を、リンドスのカレスが八十キュビットの高さに作った。

​Anonymi Epigrammatici εἰς Αἴαντος εἰκόνα αἶαν Τιμομάχου πλέον ἢ πατρός, ἥρπασε τέχνα τὴν φύσιν ὁ γράψας εἶδέ σε μαινόμενον, καὶ συνελυσσήθη χεὶρ ἀνέρι,4 καὶ τὰ κεραστὰ δάκρυα τοὺς λύπης πάντας ἔμιξε πόνους.

無名詩人、アイアスの絵に寄せて 父のものというよりはティモマコスのものたるアイアスよ、技芸が自然を奪い去った。描いた者は汝の狂気を見たのだ。そしてその手は男とともに狂い、混じり合った涙は苦痛のあらゆる労苦を混ぜ合わせた。

構文注4 件
  1. 16.68μὴ Βερενίκας

    接続詞・小辞 μή を伴う間接疑問あるいは懸念・推量の構文(ἰδώμεθα μὴ... で「〜ではないか見てみよう」)。アプロディテ像に見えるが、実はプトレマイオス朝の王妃ベレニケの肖像ではないかと問いかける表現。

  2. 16.70οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσας

    語順の倒置(hyperbaton)。主語 Ἄναξ が目的語 οἶκον とその修飾語 Ἑλικῶνος の間に挿入されており、分詞 νοήσας が主語 Ἄναξ に係り、「ヘリコンの館(学芸の館)が若返ったのを認めた君主は」と主節動詞 ἔστη へと展開する。

  3. 16.72ἐξ ὑπάτου μίτρης

    前置詞 ἐκ + 属格の句。「執政官のターバン(冠・頭飾り)を機に/その費用・資格によって」を意味する。執政官就任という栄誉ある機会に都市が彫像を建立したことを示す。

  4. 16.83συνελυσσήθη χεὶρ ἀνέρι

    動詞 συλλυσσάω(ともに狂う、狂乱を共にする)の受動アオリストに、「男(アイアス)」を表す ἀνέρι が与格(同伴・対象)として結合している。「画家の手が描かれる人物の狂気に同調してともに狂った」という芸術的陶酔・写実の迫真性を表す構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.63-16.83