- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.46-16.62
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ニケタス、プロクロス、競技者ら(ボクサー、走者ラダス、騎手エウセビオス)、スコパス作のバッカの巫女の彫像、ネロの軍事的功績、そしてユスティニアヌス帝の像柱を題材としたエピグラム群。
Anonymi Epigrammatici Νικήταν δορίτολμον ἄναξ, στρατός, ἄστεα, δῆμος στῆσαν ὑπὲρ μεγάλων Μηδοφόνων καμάτων.
無名詩人 槍に勇むニケタスを、君主、軍、諸都市、民衆が、ペルシア人を討ち取った大いなる労苦ゆえに建てた。
Anonymi Epigrammatici τὸν μέγαν ἐν πολέμοισι, τὸν ἄτρομον ἡγεμονῆα, Νικήταν ἀρετῶν εἵνεκεν οἱ Πράσινοι.
無名詩人 戦における偉人、恐れを知らぬ指導者ニケタスを、その徳のために緑党が(建てた)。
Anonymi Epigrammatici Πρόκλος ἐγὼ Παύλου, Βυζάντιος, ὃν περὶ δῶμα τηλεθάοντα Δίκης βασιλήιος ἥρπασεν αὐλή, ὄφρʼ εἴην στόμα πιστὸν ἐρισθενέος βασιλῆος. ἀγγέλλει δʼ ὅδε χαλκὸς ὅσον γέρας ἐστὶν ἀέθλων. καὶ τὰ μὲν εἴκελα πάντα καὶ υἱέι καὶ γενετῆρι· ἐν δʼ ὑπάτων ῥάβδοισι πάις νίκησε τοκῆα.
無名詩人 わたしはパウロスの息子、ビザンティオンのプロクロス。正義の館の周囲で栄えていたわたしを、全能の皇帝の忠実なる口となるべく宮廷が召し抱えた。そしてこの青銅は、競技の褒賞がいかに大いなるかを告げている。すべては息子にとっても父にとっても等しかったが、執政官の警策において、子は父に勝ったのだ。
Apollonides θαύμασε τὸν Κινύρην ὁ πάλαι χρόνος ἢ Φρύγας ἄμφω· σὸν δέ, Λέων, ἡμεῖς κάλλος ἀεισόμεθα, Κερκαφίδη περίβωτε· μακαρτάτη ἔστʼ ἄρα νήσων καὶ Ῥόδος, ἣ τοίῳ λάμπεται ἠελίῳ.
アポッロニデス 古の時代はキニュラスを、あるいは二人のプリュギア人を称賛した。だがレオーンよ、誉れ高きケルカポスの子孫よ、我らはそなたの美を歌おう。さればロドス島もまた諸島の中で最も幸いである、これほどの太陽によって輝いているのだから。
Apollonides εἰ τοιόσδε Λέων λάχεν ἀντίος Ἡρακλῆι, οὐκ ἦν Ἀλκίδεω τοῦτο τὸ δωδέκατον.1
アポッロニデス もしこのようなレオーンがヘラクレスに立ち向かっていたなら、これがアルケイデスにとって第十二の試練とはならなかったであろう。
Macedonius II τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον,2 οὐχ ἵνα λεύσσῃς ὡς καλὸς ἐν τῇδε μνάματος ἀγλαΐᾳ, ἀλλʼ ἵνα σοὶ τὸν ἄεθλον ὃν ἐξεπόνησε μαθόντι, ὧ ʼγαθέ, τᾶς αὐτᾶς ζᾶλος ἔοι μανίας. οὗτος ὁ μὴ κλίνας καμάτῳ πόδα, πάντα δʼ ἀγῶνι ἅλικα νικήσας, ὁπλότερον, πρότερον.
マケドニオス二世 彫像において少年テュオニコスの姿を(建てたのは)、記念の輝きのなかで彼がいかに美しいかを汝が見るためではなく、善き友よ、彼が成し遂げた戦いを知った汝に、同じ情熱への奮起が起こるためである。彼は労苦に足を屈することなく、競技においてあらゆる同輩、年下、年長者を打ち破ったのだ。
Philippus ἴσως με λεύσσων, ξεῖνε, ταυρογάστορα καὶ στερρόγυιον, ὡς Ἄτλαντα δεύτερον, θαμβεῖς, ἀπιστῶν εἰ βρότειος ἡ φύσις. ἀλλʼ ἴσθι μʼ Ἡρᾶν Λαδικῆα πάμμαχον, ὃν Σμύρνα καὶ δρῦς Περγάμου κατέστεφεν, Δελφοί, Κόρινθος, Ἦλις, Ἄργος, Ἄκτιον λοιπῶν δʼ ἀέθλων ἢν ἐρευνήσῃς κράτος, καὶ τὴν Λίβυσσαν ἐξαριθμήσεις κόνιν.
ピリッポス 旅人よ、おそらく汝は牡牛のような腹と強靭な四肢を備え、第二のアトラスのようなわたしを見て、人間の身の丈か疑い怪しんでいるのであろう。だが知るがよい、わたしはラオディケイアのパンクラティオン戦士ヘラスであり、スミュルナ、ペルガモンの樫の冠、デルポイ、コリントス、エリス、アルゴス、アクティウムがわたしに戴冠したのだ。残る競技での勝利の数を尋ねるなら、リビアの砂の粒をも数えることになるだろう。
Anonymi Epigrammatici Λᾴδας τὸ στάδιον εἴθʼ ἥλατο, εἴτε διέπτη, δαιμόνιον τὸ τάχος, οὐδὲ φράσαι δυνατόν.
無名詩人 ラダスが競技場を跳んだのか、それとも飛び越えたのか、その速さは人知を超えており、言葉に尽くすこともできない。
Anonymi Epigrammatici οἷος ἔης φεύγων τὸν ὑπήνεμον, ἔμπνοε Λᾴδα, Θῦμον, ἐπʼ ἀκροτάτῳ † πνεύματι θεὶς ὄνυχα,3 τοῖον ἐχάλκευσέν σε Μύρων, ἐπὶ παντὶ χαράξας σώματι Πισαίου προσδοκίην στεφάνου.
無名詩人 風のように速いテュモスから逃れ、息づくラダスよ、爪先を息の極みに置いていたその姿のままに、ミュロンは汝を青銅で鋳造し、全身にピサの冠への期待を刻み込んだ。
Anonymi Epigrammatici πλήρης ἐλπίδος ἐστίν, ἄκροις δʼ ἐπὶ χείλεσιν ἄσθμα ἐμφαίνει κοίλων ἔνδοθεν ἐκ λαγόνων. πηδήσει τάχα χαλκὸς ἐπὶ στέφος, οὐδὲ καθέξει ἁ βάσις. ὦ τέχνη πνεύματος ὠκυτέρα.
無名詩人 希望に満ちており、引き締まった脇腹の奥から立ち上るあえぎが唇の端に現れている。青銅は今にも冠をめがけて跳び出し、台座も引き留め得ないであろう。おお、息よりも疾き技芸よ。
Troilus α. εἰκών, τίς σ’ ἀνέθηκε, τίνος χάριν, ἢ τίνι, λέξον. β. ἀντὶ παλαισμοσύνης θῆκε Λύρωνι πόλις.
トロイロス 甲「像よ、語れ、誰が汝を奉納したのか、何のために、誰に?」 乙「レスリングの勝利のために、都市がリュロンに捧げたのだ。」
Anonymi Epigrammatici ταύτην Εὐσεβίῳ Βυζαντιὰς εἰκόνα Ῥώμη πρὸς δισσαῖς ἑτέραις, εἵνεκεν ἱπποσύνης. οὐ γὰρ ὃ γʼ ἀμφήριστον ἑλὼν ἐστέψατο νίκην, ἀλλὰ πολὺ κρατέων ποσσὶ καὶ ἠνορέῃ. τοὔνεκεν ἀντιβίων ἔριν ἔσβεσεν ἀλλὰ καὶ αὐτὴν δήμου τὴν προτέρην παῦσε διχοστασίην.
無名詩人 ビザンティオンのローマは、競馬の巧みさのゆえに、他の二つの像に加えてこの像をエウセビオスに(捧げた)。彼は議論の余地ある勝利を掴んで戴冠したのではなく、足と雄々しさにおいて遥かに凌駕していたからである。それゆえ彼は対戦相手の争いを鎮め、そればかりか民衆の以前の不和をも止めたのだ。
Paulus Silentiarius εἰς βάκχην ἐν Βυζαντίῳ ἔκφρονα τὴν βάκχην οὐχ ἡ φύσις, ἀλλʼ ἡ τέχνη θήκατο, καὶ μανίην ἐγκατέμιξε λίθῳ.
パウロス・シレンティアリオス、ビザンティオンのバッカの巫女の像に寄せて バッコスの信女を熱狂させたのは自然ではなく技芸であり、石の中に狂気を混ぜ合わせたのだ。
Anonymi Epigrammatici εἰς τὸ αὐτό ἴσχετε τὴν βάκχην, μή, λαϊνέη περ ἐοῦσα, οὐδὸν ὑπερθεμένη, νηὸν ὑπεκπροφύγῃ.
無名詩人、同じ像に寄せて バッカの巫女を引き留めよ。石造りであるにもかかわらず、敷居を飛び越えて神殿から逃げ去ってしまわぬように。
Agathias Scholasticus εἰς τὸ αὐτό οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαι Βάκχην αἰδομένην στήσατο λαοτύπος οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ· ἔξιτε· καὶ παταγῶ, μηδενὸς ἱσταμένου .
アガティアス・スコラスティコス、同じ像に寄せて 手でシンバルを打ち鳴らす術をまだ知らぬかのように、石工は恥じらうバッカの巫女を建てた。そのように前屈みになっているのだ。そしてこう叫んでいるかのようだ。「立ち去れ。誰もいなくなれば、わたしは音を鳴らすのだから。」
Simonides α. τίς ἅδε; β. βάκχα. α. τίς δέ μιν ξέσε; β. Σκόπας α. τίς δʼ ἐξέμηνε, Βάκχος, ἢ Σκόπας; β. Σκόπας.
シモニデス 甲「この女は誰か?」乙「バッカの巫女だ。」甲「誰が彫ったのか?」乙「スコパスだ。」甲「狂わせたのはバッコスの神か、スコパスか?」乙「スコパスだ。」
Crinagoras Ἀντολίαι, δύσιες, κόσμου μέτρα· καὶ τὰ Νέρωνος ἔργα διʼ ἀμφοτέρων ἵκετο γῆς περάτων. ἥλιος Ἀρμενίην ἀνιὼν ὑπὸ χερσὶ δαμεῖσαν κείνου, Γερμανίην δʼ εἶδε κατερχόμενος. δισσὸν ἀειδέσθω πολέμου κράτος· οἶδεν Ἀράξης καὶ Ῥῆνος, δούλοις ἔθνεσι πινόμενοι.
クリナゴラス 日の出と日の入りは世界の尺度である。そしてネロの業績は、大地の双方の極みへと届いた。昇る太陽は彼の手によってアルメニアが征服されるのを見、沈む太陽はゲルマニアを見た。戦争の二重の支配が歌われよ。奴隷となった民によって水が飲まれるアラクセス川とライン川がそれを知っている。
Anonymi Epigrammatici εἰς στήλην Ἰουστινιανοῦ βασιλέως ἐν τῷ ἱπποδρόμῳ ταῦτά σοι, ὦ βασιλεῦ Μηδοκτόνε, δῶρα κομίζει σῆς Ῥώμης γενέτης καὶ πάϊς Εὐστάθιος,4 πῶλον ὑπὲρ νίκης, Νίκην στεφανηφόρον ἄλλην, καὶ σὲ μετηνεμίῳ πώλῳ ἐφεζόμενον. ὑψόσ’, Ἰουστινιανέ, τεὸν κράτος· ἐν χθονὶ δʼ αἰεὶ δεσμὸς ἔχοι Μήδων καὶ Σκυθέων προμάχους.
無名詩人、競馬場におけるユスティニアヌス帝の像柱に寄せて メディア人を討つ皇帝よ、汝のローマの父であり子であるエウスタティオスが、勝利のための駿馬、冠を戴くもう一人の勝利の女神、そして風のごとき駿馬にまたがる汝の姿を、これら贈り物として捧げる。ユスティニアヌスよ、汝の権力が高く昇らんことを。そして地上では枷がメディア人とスキタイ人の戦士らを永遠に縛らんことを。
- 16.50οὐκ ἦν Ἀλκίδεω τοῦτο τὸ δωδέκατον
反実仮想の帰結節(ἄν の省略)。文脈は「もし(ヘラクレスが最初に戦ったネメアの獅子ではなく)このようなレオーン(人名)が相手であったなら、彼を倒すことができずにそこで命を落としたであろうから、これがアルケイデス(ヘラクレス)にとって(順序として)十二番目の功業とはならなかっただろう」という誇張表現。
- 16.51τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον
主動詞(ἔστησαν や ἀνέθηκαν など奉納・建立を表す動詞)が省略された構文。目的語「少年テュオニコスの像(τὸν παῖδα Θυώνιχον)」と、手段・様態を表す与格「木彫像において(τῷ ξοάνῳ)」が提示され、後続する目的節(οὐχ ἵνα... ἀλλʼ ἵνα...)へ直結している。
- 16.54ἐπʼ ἀκροτάτῳ † πνεύματι θεὶς ὄνυχα
伝承テキストに短剣符(crux)が付される難読箇所。πνεύματι は語義上「息の極みに爪先を置いた」とも、あるいは地名・地形(ῥεύματι や βήματι の誤伝の可能性)とも議論されるが、構文上は「疾走のあまり爪先を地面の極限/息の極限に軽く触れさせただけ」という走者ラダスの疾走の軽やかさを表す分詞句として読解する。
- 16.62σῆς Ῥώμης γενέτης καὶ πάϊς Εὐστάθιος
「汝のローマ(=コンスタンティノポリス)の父であり子であるエウスタティオス」という逆説的修辞。都市の長官・再建者としての地位からは「都市の父(γενέτης)」であり、その都市に生まれ育ち仕える市民・臣下としては「子(πάϊς)」であるという二重の忠誠・関係を並置している。
