- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.196-16.206
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
縛られ懲罰を受けるエロース、牛追いに扮して農耕に従事するエロース、智徳の冠を戴く天上のエロース、そしてプラクシテレースが制作し遊女プリュネーに贈られたエロース像を題材とする11篇のエピグラム群。
Alcaeus εἰς τὸ αὐτό τίς σε τὸν οὐχ ὁσίως ἠγρευμένον ὧδε πεδήσας θήκατο; τίς πλέγδην σὰς ἐνέδησε χέρας, καὶ πιναρὰν ὄψιν τεκτήνατο; ποῦ θοὰ τόξα, νήπιε; ποῦ πικρὴ πυρφόρος ἰοδόκη; ἦ ῥα μάτην ἐπόνησε λιθοξόος, ὅς σε, τὸν οἴστρῳ κυμήναντα θεούς, τῇδʼ ἐνέδησε πάγῃ.
アルカイオス「同じ主題について」 誰がお前を、不当に捕らえられた者として、このように縛り上げて 打ち捨てたのか。誰がお前の両手を交差させて縛り、 哀れな姿に仕立て上げたのか。素早い弓はどこへ行った、 愚か者よ。苦汁に満ちた火を運ぶ矢筒はどこへ行ったのか。 まことに石工は骨折り損をしたのだ、情欲の狂気で 神々を波立たせたお前を、この罠に縛り付けたのだから。 アンティパトロス「同じ主題について」
Antipater εἰς τὸ αὐτό τίς δὴ σὰς παλάμας πρὸς κίονα δῆσεν ἀφύκτοις ἅμμασι; τίς πυρὶ πῦρ, καὶ δόλον εἷλε δόλῳ; νήπιε, μὴ δὴ δάκρυ κατὰ γλυκεροῖο προσώπου βάλλε· σὺ γὰρ τέρπῃ δάκρυσιν ἠιθέων.
いったい誰がお前の両手を解けぬ結び目で柱に縛り付けたのか。 誰が火をもって火を、策略をもって策略を 捕らえたのか。 愚か者よ、愛らしい顔に涙を こぼすな。お前は若者たちの涙を喜んでいるではないか。
Quintus Maecius εἰς τὸ αὐτό κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας,1 ἄκριτε δαῖμον, κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα, σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ, πτανὸν πῦρ, ψυχᾶς τραῦμʼ ἀόρατον, Ἔρως. θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός· ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις. ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν, ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.
クィントゥス・マエキウス「同じ主題について」 逃れがたく両手を締め上げられて泣くがよい、無分別な神よ、 激しく泣き、魂を溶かす涙を滴らせよ、 節制への侮辱者、心の盗人、思慮の略奪者、 翼ある火、魂の見えざる傷よ、エロースよ。 定命の者たちにとっては、無分別な者よ、お前の縛めこそ嘆きの解放である。 それに締め上げられたまま、聞こえぬ風に祈りを送るがよい。 かつて警戒されぬまま定命の者たちの胸に燃え立たせていた松明が、 今やお前自身の涙によって消えゆくのを眺めるがよい。
Crinagoras εἰς τὸ αὐτό καὶ κλαῖε καὶ στέναζε, συσφιγχθεὶς χεροῖν τένοντας, ὦ ʼπίβουλε· τοῖά τοι πρέπει. οὐκ ἔσθʼ ὁ λύσων μὴ λεείνʼ ὑπόβλεπε. αὐτὸς γὰρ ἄλλων ἐκ μὲν ὀμμάτων δάκρυ ἔθλιψας, ἐν δὲ πικρὰ καρδίᾳ βέλη πήξας ἀφύκτων ἰὸν ἔσταξας πόθων, ἔρως· τὰ θνητῶν δʼ ἐστί σοι γέλως ἄχη πέπονθας οἷʼ ἔρεξας. ἐσθλὸν ἡ δίκη.
クリナゴラス「同じ主題について」 泣き叫び、呻くがよい、両手の筋を 固く縛り上げられた者よ、陰謀の徒よ。お前にはそれがふさわしい。 解いてくれる者などいない。憐れみを乞うて見上げるな。 お前自身が他者の眼から涙を 絞り出し、心の中に苦い矢を 突き刺して、逃れがたい欲望の毒を滴らせたのだから、 エロースよ。定命の者たちの苦しみはお前にとって嘲笑の種である。 自らがなした通りの苦しみを受けたのだ。正義は善きものだ。
Moschus εἰς Ἔρωτα ἀροτριῶντα λαμπάδα θεὶς καὶ τόξα, βοηλάτιν εἵλετο ῥάβδον οὖλος Ἔρως, πήρην δʼ εἶχε κατωμαδίην καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον. εἶπε δʼ ἄνω βλέψας αὐτῷ Διί· “πλῆσον ἀρούρας, μή σε τὸν Εὐρώπης βοῦν ὑπʼ ἄροτρα βάλω.”2
モスコス「鋤を引くエロースについて」 松明と弓を置き、牛追いの杖を取った 悪戯なエロースは、肩掛けの革袋を背負い、 労働に耐えうる牛たちの首を軛の下に繋いで、 デーオーの麦を生む畝に種を蒔いた。 そして上を見上げ、ゼウス自身に向かって言った。「畑を満たせよ、 エウローペーの牡牛たるお前を鋤の下に繋ぐことにならぬようにな。」
Marianus εἰς Ἔρωτα ἐστεφανωμένον ποῦ σοι τόξον ἐκεῖνο παλίντονον, οἳ τʼ ἀπὸ σεῖο πηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες; ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰ στέμματα χερσὶν ἔχεις, κρατὶ δʼ ἐπʼ ἄλλο φέρεις; — “οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος, οὐδʼ ἀπὸ γαίης εἰμί, καὶ ὑλαίης ἔκγονος εὐφροσύνης· ἀλλʼ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω εὐμαθίης, ψυχὴν δʼ οὐρανὸν εἰσανάγω. ἐκ δʼ ἀρετῶν στεφάνους πισύρων πλέκω· ὧν ἀφʼ ἑκάστης τούσδε φέρων, πρώτῳ τῷ σοφίης στέφομαι.”
マリアノス「冠を戴くエロースについて」 あの強い反り弓はどこへ行ったのか、お前から放たれて 心臓の真ん中に突き刺さる矢はどこへ行ったのか。 翼はどこへ行ったのか。多くの苦痛をもたらす松明はどこへ行ったのか。なぜ三つの 花冠を手にして、頭の上にもう一つを戴いているのか。―― 「異邦人よ、私は民衆のキュプリスから出た者でも、大地から出た者でも、 また物質的な快楽の末裔でもない。 そうではなく、私は定命の者たちの清らかな心に聡明さの 松明を灯し、魂を天上へと導き上げるのだ。 そして四つの徳から花冠を編む。その各々から これらを手にして運び、第一のものである知恵の花冠を私は戴いているのだ。」
Anonymi Epigrammatici εἰς τὸ αὐτό μή με τὸν ἐκ Λιβάνοιο λέγε, ξένε, τὸν φιλοκώμων τερπόμενον νυχίοις ἠιθέων ὀάροις· βαιὸς ἐγὼ Νύμφης ἄπο γείτονος ἀγροϊώτης, μοῦνον ἐποτρύνων ἔργα φυτοσκαφίης. ἔνθεν ἀπʼ εὐκάρπου με φίλης ἔστεψαν ἀλωῆς τέσσαρες Ὡράων ἐκ πισύρων στέφανοι.
詠み人知らず「同じ主題について」 異邦人よ、私をレバノン出身の者、饗宴を好む若者たちの 夜ごとの密語を喜ぶ者と呼ぶな。 私は隣のニュンペーから生まれた小さな田舎者であり、 ただ植栽の耕作の仕事だけを励ます者だ。 それゆえ、愛する実り豊かな果樹園から、四つの季節からの 四つの花冠が私を飾ったのだ。
Julianus εἰς τὸν Πραξιτέλους Ἔρωτα κλίνας αὐχένα γαῦρον ὑφʼ ἡμετέροισι πεδίλοις, χερσί με ληϊδίαις ἔπλασε Πραξιτέλης. αὐτὸν γὰρ τὸν Ἔρωτα τὸν ἔνδοθι κευθόμενόν με χαλκεύσας, Φρύνῃ δῶκε γέρας φιλίης· ἡ δέ μιν αὖθις Ἔρωτι προσήγαγε· καὶ γὰρ ἐρῶντας δῶρον Ἔρωτι φέρειν αὐτὸν Ἔρωτα θέμις.
ユリアノス「プラクシテレースのエロースについて」 傲慢な首を私たちの足元に屈服させて、 プラクシテレースは捕らわれの両手で私を形作った。 内に秘められていたエロースそのものである私を 青銅で鋳造し、愛の報いとしてプリュネーに与えたのだ。 彼女はそれをふたたびエロースへと捧げた。なぜなら恋する者たちが エロース自身をエロースへの贈り物として携えるのは正当なのだから。
Simonides εἰς τὸ αὐτό Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ.3 φίλτρα δὲ τίκτω οὐκέτι τοξεύων, ἀλλʼ ἀτενιζόμενος.
シモーニデース「同じ主題について」 プラクシテレースは自らが被ったエロースを精密に形作った、 自らの心から原型を引き出しながら。 私の代償として私をプリュネーに与えながら。そして私はもはや 弓を引くことによってではなく、見つめられることによって情愛を生み出すのだ。
Tullius Geminus εἰς τὸ αὐτό ἀντί μʼ ἔρωτος Ἔρωτα βροτῷ θεὸν ὤπασε Φρύνῃ Πραξιτέλης, μισθὸν καὶ θεὸν εὑρόμενος. ἡ δʼ οὐκ ἠρνήθη τὸν τέκτονα· δεῖσε γάρ οἱ φρήν, μὴ θεὸς ἀντὶ τέχνης σύμμαχα τόξα λάβῃ. ταρβεῖ δʼ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ,4 Πραξίτελες, τέχνην μητέρʼ ἐπισταμένη.
トゥッリウス・ゲミヌス「同じ主題について」 愛の代わりにエロースである私を、定命のプリュネーに神として授けたのだ、 プラクシテレースは、自らの報酬と神を見出して。 彼女は彫刻家を拒まなかった。彼女の心は恐れたのだ、 神が技芸の代わりに味方の弓を取るのではないかと。 彼女はもはやキュプリスの子を恐れておらず、プラクシテレースよ、 技芸を母と知って、あなたから生まれた彼をこそ恐れているのだ。
Leonidas εἰς τὸ αὐτό Θεσπιέες τὸν Ἔρωτα μόνον θεὸν ἐκ Κυθερείης ἅζοντʼ, οὐχ ἑτέρου γραπτὸν ἀπʼ ἀρχετύπου, ἀλλʼ ὃν Πραξιτέλης ἔγνω θεόν· ὃν περὶ Φρύνῃ δερκόμενος, σφετέρων λύτρον ἔδωκε πόθων
レオニダース「同じ主題について」 テスピアイの人々は、クテレイアから生まれた唯一の神としてエロースを 崇めている。別の原型から描かれたものではなく、 プラクシテレースが神と認めた彼を。彼をプリュネーの周りで 見つめながら、自らの情熱の贖いとして捧げたのだ。
- 16.198σφιγχθεὶς χέρας
受動態分詞 σφιγχθείς(締め上げられて)に伴う χέρας は「観点の対格」(あるいは全体部分の対格構文における部分の対格)であり、「両手を締め上げられて」の意を表す。後続のエピグラム(Crinagoras)における συσφιγχθεὶς χεροῖν τένοντας(対格 τένοντας、与格 χεροῖν)と呼応している。
- 16.200μή σε τὸν Εὐρώπης βοῦν ὑπʼ ἄροτρα βάλω
μή +接続法(βάλω)による懸念・威嚇の表現。「あなたを〜の下に置くことにならぬように(〜せよ)」という主文を欠いた強い警告の独立節。対格 τὸν Εὐρώπης βοῦν(エウローペーの牡牛)は二人称代名詞 σε の同格であり、かつてゼウスがエウローペーを誘拐した際に牡牛に変身した神話を巧みに引き合いに出している。
- 16.204Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ
二重対格的構造を伴う表現。彫像自身が語り手となっており、ἐμέ(私を)が直接目的語、μισθὸν ἐμεῖο(私自身の代償・代価として)が述語的対格、Φρύνῃ が間接目的語(与格)。「私を手に入れるための代償として私をプリュネーに与えながら」という意味をなす。
- 16.205ταρβεῖ δʼ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ
冠詞+属格・前置詞句による対比構文。τὸν Κύπριδος は「キュプリス(アフロディーテー)から生まれた子[=本来のエロース]」を、τὸν ἐκ σοῦ は「あなた(プラクシテレース)から生み出された子[=彫像としてのエロース]」をそれぞれ表し、直後の分詞節 τέχνην μητέρʼ ἐπισταμένη(技芸こそがその母であると心得て)がその理由を説明している。
