- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.181-16.195
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アペレースによる海から上がるアプロディーテーの絵画、アテーナーやヘーラクレースと対比されるディオニュソス像、体育場や野に置かれた様々なヘルメース像、そして縛られたエロース像などを題材としたエピグラム群。
Julianus εἰς τὸ αὐτό ἄρτι θαλασσαίης Παφίη προὔκυψε λοχείης, μαῖαν Ἀπελλείην εὑραμένη παλάμην1 ἀλλὰ τάχος γραφίδων ἀποχάζεο, μή σε διήνῃ ἀφρὸς ἀποστάζων θλιβομένων πλοκάμων. εἰ τοίη ποτὲ Κύπρις ἐγυμνώθη διὰ μῆλον, τὴν Τροίην ἀδίκως Παλλὰς ἐληίσατο.
ユリアノス、同じ絵画に寄せて パポスの女神はいま海による出産から姿を現した、アペレースの掌を取り上げ親として得たのだ。だが急いで絵から身を引きなさい、絞られる巻き毛から滴る泡があなたを濡らしてしまわぬように。もしこのような姿のキュプリスがあのとき林檎のために裸になったのだとすれば、パラスがトロイアを略奪したのは不当であった。
Leonidas εἰς τὸ αὐτό τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων, ἔτι ἀφρῷ τε μορμύρουσαν, εὐλεχῆ Κύπριν ἰδὼν Ἀπελλῆς, κάλλος ἱμερώτατον, οὐ γραπτόν, ἀλλʼ ἔμψυχον ἐξεμάξατο. εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν, εὖ δʼ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος, καὶ μαζός, ἀκμῆς ἄγγελος,2 κυδωνιᾷ· αὐτὰ δʼ Ἀθάνα καὶ Διὸς συνευνέτις φάσουσιν ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.
レオニダース、同じ絵画に寄せて 母の懐から抜け出し、なおも泡を立ててざわめく、麗しき褥のキュプリス、そのこの上なく情欲をそそる美しさを目にして、アペレースは描かれたものではなく、息づく生きた姿を写し取った。というのも、指先で実に巧みに髪を絞り、実に巧みに穏やかな思慕の光が両の眼から輝き出で、成熟を告げる乳房は花梨の実のように膨らんでいるからだ。アテーナー自身も、そしてゼウスの妻も言うであろう。「おおゼウスよ、私たちは審判で敗北いたしました」と。
Anonymi Epigrammatici εἰς ἄγαλμα Διονύσου πλησίον Ἀθηνᾶς ἑστός α. εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντες καὶ πόλεμοι, πέρι σοὶ δʼ εὔαδον εἰλαπίναι. β. μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα· ἴσθι δʼ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω. καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος· οἶδεν ἅπας μοι ἠῴου δμηθεὶς Ἰνδὸς ἀπʼ Ὠκεανοῦ,3 καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ, αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος. καὶ μὴν οὐδʼ ἐπʼ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη· λῦσα δʼ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.
無名詩人、アテーナーの傍らに立つディオニュソス像に寄せて 客:言え、そなたとパラスに何の共通点があるのか。彼女には槍と戦争が好ましく、そなたには宴会がこの上なく気に入っているではないか。 神:異邦人よ、神々についてそのようなことを軽はずみに問い質してはならぬ。私がどれほど多くの点でこの女神に似ているかを知るがよい。私にとっても戦争の栄光は親しいものなのだ。東のオーケアノスから征服されたすべてのインド人が私の力を知っている。 また私たちは死すべき者らの種族に栄誉を与えた。彼女はオリーブによって、だが私は甘美な栽培葡萄の房によって。さらにまた、私の誕生に母は産みの苦しみを耐えなかった。私が父の腿を解き放ったのに対し、彼女は頭を解き放ったのだ。
Antipater εἰς ἕτερον ἄγαλμα τοῦ αὐτοῦ Αὐσονίῳ Πείσωνι συνασπιστὴς Διόνυσος ἵδρυμαι μεγάρων φρουρὸς ἐπʼ εὐτυχίῃ. ἄξιον, “ὦ Διόνυσ’, ἐσέβης δόμον. ἔπρεπεν ἄμφω, καὶ μέγαρον Βάκχῳ, καὶ Βρόμιος μεγάρῳ.”
アンティパトロス、同じ神の別の像に寄せて アウソニアのピーソーの盾を並べる戦友ディオニュソスとして、私は館の守護者として幸運をもたらすべく据えられている。「おおディオニュソスよ、相応しい館に入られた。バッコスには館が、ブロミオスにはこの館こそが、双方に似つかわしかったのだ」。
Anonymi Epigrammatici εἰς ἄγαλμα Διονύσου καὶ Ἡρακλέους ἀμφότεροι Θήβηθε, καὶ ἀμφότεροι πολεμισταί, κἠκ Ζηνός· θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ. ἀμφοῖν δὲ στῆλαι συντέρμονες· εἴκελα δʼ ὅπλα, νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ. Ἥρη δʼ ἀμφοτέροις χαλεπὴ θεός. οἱ δʼ ἀπὸ γαίης ἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι.
無名詩人、ディオニュソスとヘーラクレースの像に寄せて 二人はともにテーバイの出であり、ともに戦士であり、ゼウスから生まれた。一方はテュルソスで恐るべき力を振るい、他方は棍棒で。双方の標柱は境界を接している。武具も似通っており、小鹿の皮にライオンの皮、シンバルには打ち鳴らす板。ヘーラーは双方にとって過酷な神であった。そして二人はともに、火の中から地上を離れて不死の神々の許へと赴いたのだ。
Xenocritus εἰς ἄγαλμα Ἑρμοῦ Ἑρμῆς ὠκὺς ἐγὼ κικλήσκομαι· ἀλλὰ παλαίστρῃ μὴ κολοβὸν χειρῶν ἵστατε, μηδʼ ἄποδα· ἢ πῶς ὠκὺς ἐγώ; πῶς δʼ ὄρθια χειρονομήσω, ἐς βάσιν ἀμφοτέρων ὀρφανὸς ἱστάμενος;4
クセノクリトス、ヘルメース像に寄せて 私は「敏捷なるヘルメース」と呼ばれている。だがパラエストラにおいて、私を腕の欠けた姿や足のない姿で立ててはならない。そうでなければ私がどうして敏捷であろうか。双方を奪われて台座の上に立ち尽くしながら、どうして直立して両手を動かして身振りができようか。
Anonymi Epigrammatici εἰς τὸ αὐτό Ἑρμείῃ ξυλίνῳ τις ἐπηύχετο, καὶ ξύλον ἦεν. εἶτά μιν ἀείρας χαμάδις βάλε· τοῦ δʼ ἄπο χρυσὸς ἔρρευσεν καταγέντος. ὕβρις πόρε πολλάκι κέρδος.
無名詩人、同じ題に寄せて ある者が木製のヘルメースに祈願していたが、それはただの木であった。そこで彼は像を持ち上げて地面に叩きつけた。すると壊れた像から黄金が流れ出た。暴虐がしばしば利得をもたらすこともある。
Nicias εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελογχώς, τῇδʼ ἕστηκʼ ἐρατοῦ γυμνασίου μεδέων, Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδʼ ὑάκινθον πολλάκι, καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.
ニーキアース 葉のざわめく険しいキュレーネーの山を割り当てられたヘルメースなる私が、愛らしい体育場を守護しつつここに立っている。少年たちは私の許にしばしばマヨラナとヒュアキントス、そしてみずみずしいスミレの花輪を捧げた。
Anonymi Epigrammatici φρουρὸς ἐπὶ σμήνεσσι, Περιστράτου εἵνεκα, μίμνω ἐνθάδε, Μαιναλίαν κλιτὺν ἀποπρολιπών, κλῶπα μελισσάων δεδοκημένος. ἀλλʼ ἀλέασθε χεῖρα, καὶ ἀγροτέρου κοῦφον ὄρεγμα ποδός.
無名詩人 蜂の巣の番人として、ペリストラトスのために私はここに留まり、マイナロスの山裾を遥かに後に残して、蜜蜂の盗人を待ち構えている。さあ、私の手と、野を駆ける足の素早い踏み込みとを警戒するがよい。
Leonidas τᾶν αἰγῶν ὁ νομεὺς Μόριχος τὸν ἐπίσκοπον Ἑρμᾶν ἔστασ’ αἰπολίων εὐδόκιμον φύλακα. ἀλλά μοι αἳ τʼ ἀνʼ ὄρη χλωρᾶς κεκορεσμέναι ὕλας, τοῦ γʼ ἁρπακτῆρος μή τι μέλεσθε λύκου.
レオニダース 山羊飼いのモーリコスが、見守るヘルメースを、山羊の群れの評判高い見張り番として立てた。山々で青々とした木立を飽くまで食む山羊たちよ、あの略奪者たる狼のことなど露ほども案ずるな。
Nicaenetus αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆν ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος. πηλὸς ἐφυράθην· οὐ ψεύσομαι. ἀλλʼ ἐφίλησα, ὦ ξεῖνʼ, ὀστρακέων δύσμορον ἐργασίην.
ニーカイネトス ろくろの回転する円環が、ここにある陶器の、足元の土でできたヘルメースとして私を形作った。私は粘土を捏ねて作られた。嘘をつくつもりはない。だが旅人よ、私は陶工たちの不運な手仕事を愛したのだ。
Anonymi Epigrammatici ὦ λῷστε, μὴ νόμιζε τῶν πολλῶν ἕνα Ἑρμᾶν θεωρεῖν· εἰμὶ γὰρ τέχνα Σκόπα.
無名詩人 見事な人よ、多くのありふれたヘルメース像の一つを眺めていると思ってはならない。私はスコパースの技芸によるものなのだから。
Philippus α. κράμβης ἅψωμαι, Κυλλήνιε; β. μή, παροδῖτα. α. τίς φθόνος ἐκ λαχάνων; β. οὐ φθόνος, ἀλλὰ νόμος, ἀλλοτρίων ἀπέχειν κλοπίμους χέρας. α. ὢ παραδόξου· μὴ κλέπτειν Ἑρμῆς καινὸν ἔθηκε νόμον.
ピリッポス 旅人:キュレーネーの神よ、キャベツに手を伸ばしてもよいか。 神:ならぬ、道行く者よ。 旅人:野菜ごときで何の出し惜しみか。 神:惜しんでいるのではない、他人の物に盗みの手を伸ばさぬのが掟なのだ。 旅人:おお、驚いたことだ。盗みをするなという新しい掟をヘルメースが定めるとは。
Palladas εἰς ἄγαλμα Ἔρωτος χάλκειόν τις Ἔρωτα μετήγαγεν ἐκ πυρὸς εἰς πῦρ, τήγανον ἁρμόζων τῇ κολάσει κόλασιν.
パラダース、エロース像に寄せて ある男が青銅のエロースを火から火へと移し、フライパンにして、その処罰に処罰を重ねて適合させた。
Satyrus εἰς ἄγαλμα τοῦ αὐτοῦ δεδεμένου τὸν πτερόεντα τίς ὧδε, τίς ἐν δεσμοῖσι θοὸν πῦρ ὤχμασεν; αἰθομένης ἥψατο τίς φαρέτρης, καὶ τὰς ὠκυβόλους περιηγέας ἐσφήκωσε χεῖρας, ὑπὸ στιβαρῷ κίονι δησάμενος; ψυχρὰ τάδʼ ἀνθρώποις παραμύθια. μὴ ποτʼ ἐκείνου οὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα;5
サテュロス、縛られた同じ神の像に寄せて 誰が翼ある者をこのように、誰が素早い炎を縄目で縛り上げたのか。燃え盛る矢筒に誰が手を触れ、矢を素早く射る弓なりの腕を頑丈な柱の根元に縛りつけて締め上げたのか。これらは人間たちにとって冷ややかな慰めにすぎない。この囚われ人自身が、かつてあの男の心を縛ったのではなかろうか。
- 16.181μαῖαν Ἀπελλείην εὑραμένη παλάμην
εὑραμένη の目的語 παλάμην に対して μαῖαν は述語的対格(「アペレースの手を産婆・取り上げ親として見出して」)。絵師アペレースが自らの手技によって女神の誕生を現出させたことを、出産の立ち会い・取り上げに擬えている。
- 16.182ἀκμῆς ἄγγελος
主語 μαζός に対する同格補足句(「成熟・青春の盛りの先触れ/告げるもの」)。未婚の処女から女性としての盛りの肉体へと至る過渡期の若々しい乳房の張りを、花梨(κυδωνιᾷ)の膨らみに見立てて描写している。
- 16.183ἠῴου δμηθεὶς Ἰνδὸς ἀπʼ Ὠκεανοῦ
Ἰνδός は集合的な単数形(「インドの民」)。ἀπʼ Ὠκεανοῦ ἠῴου(東のオーケアノスから)は δμηθείς または全体の起点を修飾し、「東の果てのオーケアノスに至るまで征服されたインド人たち」を意味する。
- 16.186ἀμφοτέρων ὀρφανὸς ἱστάμενος
ὀρφανός は欠如を表す形容詞で属格支配(ἀμφοτέρων 「両者、すなわち手足の双方を奪われて/欠いて」)。前行の μὴ κολοβὸν χειρῶν ... μηδʼ ἄποδα を受けており、四肢のない柱頭彫像(ヘルマ柱)の形式を自虐的に嘆くユーモラスな構文。
- 16.195μὴ ποτʼ ἐκείνου / οὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα
推測疑問を導く μὴ ποτε に直説法アオリスト ἔδησε が続く疑問文。「この囚われ人自身が、かつてあの男(像を縛った者)の心を縛ったのではなかろうか」と、過去の事態を控えめに推測する表現。
