- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:80.3-81.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ソフォニアスは、諸元素の変化に伴う黒の生成と、光の欠如である闇との相違を論じ、さらに混合や程度の差、光線や熟成によって生じる派生的な諸色彩の多様な原因を分析している。
τὸ δὲ μέλαν χρῶμα συνακολουθεῖ τοῖς στοιχείοις, εἰς ἄλληλα μεταβαλλόντων·1 τὰ δὲ ἄλλα ἐκ τούτων εὐσύνοπτα· τῇ μίξει γὰρ κεραννυμένων ἀλλήλοις γίνεται. τὸ δὲ σκότος ἐκλείποντος τοῦ φωτὸς γίνεται. τριχῶς γὰρ τὸ μέλαν ἡμῖν φαίνεται. ἢ γὰρ ὅλως τὸ μὴ ὁρώμενόν ἐστι τῇ φύσει μέλαν, ἢ ἀφ’ ὧν μηδὲν ὅλως φέρεται φῶς πρὸς τὰς ὄψεις· τὸ γὰρ μὴ ὁρώμενον, ὅταν ὁ περιέχων τόπος ὁρᾶται, φαντασίαν ποιεῖ μέλανος. φαίνεται δὲ καὶ ταῦτα ἡμῖν μέλανα, ἀφ’ ὅσων ἀραιὸν καὶ ὀλίγον ἰσχυρῶς ἀνακλᾶται τὸ φῶς. διὸ καὶ αἱ σκιαὶ μέλαιναι φαίνονται· ὁμοίως δὲ καὶ τὸ ὕδωρ, ὅταν τραχυνθῇ, καθάπερ καὶ ἡ τῆς θαλάσσης φρίκη· διὰ γὰρ τὴν τραχύτητα τῆς ἐπιφανείας ὀλίγων τῶν αὐγῶν προσπιπτουσῶν καὶ διασπωμένου τοῦ φωτός, τὸ σκιερὸν μέλαν φαίνεται. καὶ τὸ νέφος ὅταν ᾖ πυκνὸν ἰσχυρῶς, καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ, ὅταν μὴ παντελῶς διαδῦνον τὸ φῶς ἔχωσι, διὰ τὸ βάθος μέλανα δοκεῖ. ὥστε τὸ σκότος οὐ χρῶμα, ἀλλὰ μόνον φωτὸς στέρησις. τὸ δὲ μέλαν χρῶμα συμβαίνει γίνεσθαι,2 ὅταν ὁ ἀὴρ καὶ τὸ ὕδωρ τὰ μεμιγμένα τοῖς σώμασιν ὑπὸ τοῦ πυρὸς διακαυθῇ, καθάπερ ξύλα καὶ ἄνθρακες σβεσθέντος τοῦ πυρός. διὸ καὶ τοῦ καπνοῦ μελάντατος γίνεται ὁ ἀπὸ τῶν πιόνων καὶ λιπαρῶν, οἷον ἐλαίου καὶ πίττης καὶ δᾳδός, διὰ τὸ μάλιστα ταῦτα καίεσθαι καὶ συνέχειαν ποιεῖν. μέλανα δὲ καὶ ταῦτα γίνεται, δι’ ὅσων ῥεῖ τὸ ὕδωρ, ὅταν βρυωθέντων τὸ πρῶτον ἀναξηρανθῇ τὸ ὑγρόν, καθάπερ καὶ τὰ ἐν τοῖς τοίχοις κονιάματα καὶ οἱ καθ’ ὕδατος λίθοι· καὶ γὰρ οὗτοι βρυωθέντες ὕστερον ἀποξηραινόμενοι γίνονται μέλανες. τὰ μὲν οὖν ἁπλᾶ τῶν χρωμάτων ταῦτα καὶ τοσαῦτά ἐστι. τὰ δὲ ἄλλα ἐκ τούτων τῇ κράσει καὶ τῷ μᾶλλον καὶ ἧττον γινόμενα πολλὰς καὶ ποικίλας ποιεῖ χρωμάτων φαντασίας· κατὰ μὲν τὸ μᾶλλον καὶ ἧττον, ὥσπερ τὸ φοινικοῦν καὶ τὸ ἁλουργόν, κατὰ δὲ τὴν κρᾶσιν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν, ὅταν μιχθέντα φαιοῦ ποιήσῃ φαντασίαν. διὸ τὸ μέλαν καὶ σκιερὸν τῷ φωτὶ μιγνύμενον φοινικοῦν.3 τὸ γὰρ μέλαν μιγνύμενον τῷ τε τοῦ ἡλίου καὶ τῷ τοῦ πυρὸς φωτί (φῶς γὰρ καὶ τὸ τοῦ πυρὸς χρῶμα) θεωροῦμεν ἀεὶ γινόμενον φοινικοῦν, καὶ τὰ μέλανα πυρωθέντα πάντα εἰς χρῶμα μεταβάλλοντα φοινικοῦν· αἵ τε γὰρ καπνώδεις φλόγες καὶ οἱ ἄνθρακες, ὅταν ὦσι διακεκαυμένοι, φαίνονται χρῶμα ἔχοντες φοινικοῦν. τὸ δ’ ἁλουργὸν εὐανθὲς γίνεται καὶ λαμπρόν, ὅταν τῷ μετρίῳ λευκῷ καὶ σκιερῷ κραθῶσιν ἀσθενεῖς αἱ τοῦ ἡλίου αὐγαί. διὸ καὶ περὶ ἀνατολὰς καὶ δύσεις ὁ ἀὴρ πορφυροειδής ἐστιν ὅτε φαίνεται, περὶ ἀνατολὴν καὶ δύσιν ὄντος τοῦ ἡλίου· ἀσθενεῖς γὰρ οὖσαι τότε μάλιστα πρὸς σκιερὸν ὄντα τὸν ἀέρα προσβάλλουσιν. φαίνεται δὲ καὶ ἡ θάλασσα πορφυροειδής, ὅταν τὰ κύματα μετεωριζόμενα κατὰ τὴν ἔγκλισιν σκιασθῇ· πρὸς γὰρ τὸν ταύτης κλισμὸν ἀσθενεῖς αἱ τοῦ ἡλίου αὐγαὶ προσβάλλουσαι ποιοῦσι φαίνεσθαι τὸ χρῶμα ἁλουργόν. ὃ καὶ ἐπὶ τῶν πτερωμάτων θεωρεῖται γινόμενον· ἐντεινόμενα γάρ πως πρὸς τὸ φῶς ἁλουργὸν ἔχει τὸ χρῶμα. ἐλάττονος δὲ τοῦ φωτὸς προσβάλλοντος ζοφερόν, ὃ καλοῦσιν ὄρφνιον. καὶ σχεδὸν τὰ αἴτια κοινῶς τῆς τῶν χρωμάτων γενέσεως ἔν τε τοῖς ἔξω καὶ ἀορίστοις τῶν σωμάτων καὶ ἐν τοῖς ὡρισμένοις ταῦτά ἐστι μάλιστα, τό τε ἀπὸ τοῦ ἡλίου φῶς καὶ τὸ ἀπὸ τοῦ πυρὸς καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ· κεραννύμενα γὰρ τῷ μᾶλλον καὶ ἧττον πάσας ὡς εἰπεῖν τὰς χρόας ἀποτελεῖ. ἐπιληπτέον δὲ καὶ ἀπὸ τῶν ἄλλων χρωμάτων ταῖς αὐγαῖς κεραννυμένων τὴν ὁμοιότητα· οἱ γὰρ ἄνθρακες καὶ ὁ καπνὸς καὶ τὸ θεῖον καὶ τὰ πτερώματα κεραννύμενα τὰ μὲν ταῖς τοῦ ἡλίου αὐγαῖς, τὰ δὲ ταῖς τοῦ πυρός, πολλὰς καὶ ποικίλας ποιοῦσι μεταβολὰς χρωμάτων. τὰ δὲ καὶ τῇ πέψει θεωρητέον, γινόμενα ἐν φυτοῖς καὶ καρποῖς καὶ τριχώμασι καὶ πτερώμασι καὶ τοῖς τοιούτοις πᾶσι. δεῖ δὲ μὴ λανθάνειν τὸ πολυειδὲς καὶ τὸ ἄπειρον τῶν χρωμάτων, διὰ πόσα συμβαίνει γίνεσθαι· εὑρήσομεν γὰρ ἢ διὰ τὸ τῷ φωτὶ καὶ ταῖς σκιαῖς ἀνίσως καὶ ἀνωμάλως λαμβάνεσθαι (καὶ γὰρ αἱ σκιαὶ καὶ τὸ φῶς κατὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ διαφέρουσιν αὑτῶν, ὥστε καὶ καθ’ αὑτὰς καὶ μετὰ τῶν χρωμάτων μιγνύμεναι ποιοῦσι μεταβολὰς χρωμάτων), ἢ τῷ τὰ κεραννύμενα τῷ πλήθει καὶ ταῖς δυνάμεσι διαφέρειν, ἢ τῷ λόγους ἔχειν μὴ τοὺς αὐτούς.
そして黒という色彩は、諸元素が互いへと変化するときにこれらに伴う。これら以外の色彩は、これらから容易に見て取ることができる。互いに混ざり合う混合によって生じるからである。他方で闇は、光が欠けることによって生じる。実際、黒はわれわれにとって三つの仕方で現れる。すなわち、そもそも見えないものが自然本性上黒いか、あるいはそこからまったく光が視覚へと運ばれてこないものたち〔が黒い〕のである。というのも、見えないものは、それを取り囲む場所が見えているときには黒の現れを生み出すからである。また、そこから極めて希薄でわずかな光が反射されるようなものたちも、われわれには黒く見える。それゆえ影も黒く見えるのである。同様に水も、海がさざ波立つときのように波立つと[黒く見える]。なぜなら、表面の粗さゆえに注ぎ込む光線がわずかであり、光が分散させられるため、影の部分が黒く見えるからである。また雲が激しく濃密であるときや、水や空気が光が完全に貫通する状態にないときも、深さゆえに黒く思われる。したがって闇は色彩ではなく、単に光の欠乏である。他方で黒という色彩が生じるのは、諸物体に混ざり合っている空気と水が火によって焼き尽くされるときであり、火が消されたときの木や炭のようになる。それゆえ煙のうちでも、油、瀝青、松明などのような脂の多いものや油分に富んだものからの煙が最も黒くなるのであり、これらが極めて強く燃焼し、連続性を生み出すからである。また、水が流れるものたちも、最初に苔むした後に湿気が乾ききるときに黒くなるのであり、壁の漆喰や水中の石がそうである。実際、これらも苔むした後に乾いていくと黒くなるのである。単純な色彩はこれらのものであり、この数だけある。他方で、これらから混合と程度の差によって生じる他の色彩は、多種多様な色彩の現れを生み出す。程度の差によるものは真紅色や紫色のようなものであり、混合によるものは、白と黒が混ざり合って灰色の現れを生み出すような場合である。それゆえ、黒く影になったものが光と混ざると真紅色[になる]。実際、黒が太陽の光や火の光(火の色彩も光だからである)と混ざるとき、常に真紅色が生じるのをわれわれは観察するのであり、黒いものが火に熱せられるとすべて真紅色へと変化する。すなわち、煙を含んだ炎も炭も、完全に焼き尽くされているときには真紅の色彩をもつように見えるからである。他方で紫色は、適度な白さと影とに太陽の弱い光線が混ざり合うとき、鮮やかで輝かしいものとなる。それゆえ日の出や日の入りの頃、太陽が日の出や日の入りにあるとき、空が時に紫色に見えるのである。そのとき光線はとりわけ弱い状態で、影になっている空気に注ぎ込むからである。また海も、波が高く持ち上がってその傾斜によって影になるとき、紫色に見える。その傾斜に対して太陽の弱い光線が注ぎ込むことによって、色彩が紫色に見えるようにするからである。このことは羽毛においても起こるのが観察される。光に対してある仕方で引き伸ばされると、紫色の色彩をもつからである。注ぎ込む光がより少ないときには薄暗い色になり、人々はこれを暗褐色と呼ぶ。そして諸物体のうち外にある不定形なものにおいても限定されたものにおいても、色彩の生成の一般的な原因はほぼこれらであり、とりわけ太陽からの光、火からの光、空気、水である。これらが程度の差をもって混ざり合うことで、いわばすべての色彩を生み出すからである。また、光線と混ざり合う他の色彩からも、同様の事態を捉えなければならない。炭、煙、硫黄、羽毛は、あるものは太陽の光線と、あるものは火の光線と混ざり合うことで、多種多様な色彩の変化を生み出すからである。また、植物、果実、毛髪、羽毛、およびその他すべてのそのようなものにおいて生じる色彩は、熟成によっても観察されなければならない。しかし、色彩の多様性と無限性がいくつの原因によって生じるのかを見落としてはならない。というのも、光と影とによって不同かつ不均等に受け取られることによるか(影と光も程度の差によって自身から大きく異なるので、それら自体としても、色彩と混ざり合っても色彩の変化を生み出すからである)、あるいは混ざり合うものが量や能力において異なることによるか、あるいは同一の比率をもたないことによると、われわれは見出すだろうからである。
- 3.2.7εἰς ἄλληλα μεταβαλλόντων
先行する与格 τοῖς στοιχείοις を意味上の主語としつつ、文法的には主節の格と一致せず独立属格構文をとっている。諸元素が相互に変化する過程全般を付帯状況として示す。
- 3.2.7τὸ πολυειδὲς καὶ τὸ ἄπειρον τῶν χρωμάτων, διὰ πόσα συμβαίνει γίνεσθαι
先取り構文(prolepsis)。従属節 διὰ πόσα... の論題である「色彩の多様性と無限性」が不定詞 λανθάνειν の主語(対格)の位置へと前置されている。
- 3.2.7διὸ τὸ μέλαν καὶ σκιερὸν τῷ φωτὶ μιγνύμενον φοινικοῦν
述語動詞(γίνεται など)が省略された簡潔な名句的構文。主語 τὸ μέλαν καὶ σκιερὸν μιγνύμενον に対し、φοινικοῦν が述語補語として機能している。
