← ソフォニアス

アリストテレス『魂について』パラフレーズ

§78.21-80.3

感覚媒体の性質と可視的なものの分類

ソフォニアスは媒体が無色・無音・無臭であることの理由と、可視的なものの六つの分類(色彩、闇での発光体、両者で可視的なもの、照らされた空気、闇、太陽)を論じる。続けて夜間や深い井戸から星が見える光学的原因を解説し、四大元素に固有の単純色とその変容について概説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.2.7#5

Ἔστι μὲν οὖν χρώματος δεκτικὸν τὸ ἄχρουν, ψόφου δὲ τὸ ἄψοφον, ὀσμῆς δὲ τὸ ἄνοσμον· ταῦτα δὲ ὁ ἀὴρ πρώτως καὶ δευτέρως τὸ ὕδωρ. εἰ γὰρ εἶχέ τι τούτων ὁ ἀὴρ οἰκεῖον παρεμφαινόμενον ἐκώλυεν ἂν τὸ ἀλλότριον, ὥσπερ ἐπὶ τῆς ἀχρωματίστου ὑέλου καὶ τῆς κεχρωσμένης ἔστιν ὁρᾶν· ἡ μὲν γὰρ πάντα τὰ ἀλλότρια διαπορθμεύσει χρώματα, καὶ μᾶλλον ὅσῳ καὶ μᾶλλον διειδής· ἡ δὲ οὔτε πάντα οὔτ’ ἀκριβῶς, ἀλλ’ ἓν μόνον προφανεῖ1 τὸ προκαταλαβόν. ἔτι δὲ καὶ ἐντεῦθεν μᾶλλον· τὰ γὰρ ἐνθαδὶ κείμενα χρώματα διάφορα ὄντα πολλάκις καὶ ἐναντία οἵ τε ἔμπροσθεν καὶ οἱ ὄπισθεν καὶ ἁπλῶς οἱ κατὰ πᾶν ὄντες μέρος ἐπόψονται καὶ διὰ τοῦ αὐτοῦ μορίου τοῦ ἀέρος, ὅπερ, εἰ αὐτὸς ἐχρώννυτο, οὐκ ἂν ἐγίγνετο· οὐ γὰρ ἐδύνατο ἅμα τοῖς ἐναντίοις χρώννυσθαι. καὶ ἡ μὲν ὄψις τοίως ἢ τοίως διατιθεμένη ὑπὸ τῶν χρωμάτων πάσχει, τὸ δὲ μεταξὺ διαφανὲς ἀπαθὲς μένει. ἄχρουν οὖν τὸ διαφανὲς καὶ ἀόρατον ἢ τὸ μόλις ὁρώμενον, οἷον δοκεῖ τὸ σκοτεινόν. τοιοῦτον δὲ τὸ διαφανές, ἀλλ’ οὐχ ὅταν ᾖ ἐντελεχείᾳ διαφανές, ἀλλ’ ὅταν δυνάμει· ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν φῶς ὁτὲ δὲ σκότος ἐστίν. οὐ πάντα δὲ ἃ ὁρατά ἐστιν ἐν φωτί ἐστιν, ἀλλὰ μόνον ἑκάστου τὸ οἰκεῖον χρῶμα· ἔνια γὰρ ἐν τῷ μὲν φωτὶ οὐχ ὁρᾶται, ἐν δὲ τῷ σκότει ποιεῖ αἴσθησιν, οἷον τὰ πυρώδη φαινόμενα καὶ λάμποντα (ἀνώνυμα δὲ ταῦτα ἑνὶ ὀνόματι, εἰ μή τις κοινὸν τὸ λαμπρὸν θείη), οἷον μύκης, κέρας, κεφαλαὶ ἰχθύων καὶ λεπίδες καὶ ὀφθαλμοί· ἀλλ’ οὐδενὸς ὁρᾶται τὸ οἰκεῖον χρῶμα τούτων. ἕξ οὖν, ὡς κοινῶς εἰπεῖν, τυγχάνει τὰ ὁρατά· ὧν τὰ μὲν ἐν φωτὶ μόνως ὁρᾶται, ἃ δὴ καὶ καλεῖται χρώματα, τὰ δὲ μόνως ἐν σκότει, οἷον τὰ προειρημένα πυρώδη· νικᾶται γὰρ τὸ τούτων λαμπρὸν μειζοτέρῳ τῷ φωτί· τὰ δὲ καὶ ἐν σκότει καὶ ἐν φωτί, ὡς σελήνη καί τινες τῶν ἀστέρων καὶ τὸ πῦρ. ὁρατὸν δὲ καὶ τὸ ἐνεργείᾳ διαφανὲς ὁ πεφωτισμένος δηλαδὴ ἀήρ. ἔτι δὲ καὶ τὸ σκότος ὁρατὸν τὸ καὶ δυνάμει διαφανές· τῇ γὰρ ὄψει κρίνομεν ἀποφατικῶς. ἕκτον ἐπὶ τούτοις γένος τῶν ὁρατῶν ὁ ἥλιος τὸ μάλιστα πάντων φανότατον, ὃν οὔτε ἐν σκότῳ ὁρατὸν θείημεν (ἀφανιστικὸς γὰρ αὐτοῦ) οὔτε ἐν ἡμέρᾳ·2 αὐτὸς γὰρ τῆς ἡμέρας δημιουργός. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ προρρηθέντα πυρώδη ἐν νυκτὶ ἢ ὅλως ὁρᾶται μήτε πῦρ ὄντα μήτε χρῶμα ἔχοντα, ἄλλος λόγος· πέφυκε γὰρ ὁ ἀὴρ ὑπὸ παντὸς λαμπροῦ φωτίζεσθαι. περὶ δὲ τῶν ἀστέρων ὁρωμένων ἐν νυκτὶ ἀπορήσειεν ἄν τις· εἰ γὰρ αἰτία τοῦ μὴ ἐν ἡμέρᾳ φαίνεσθαι τὸ κρύπτεσθαι τῇ περιουσίᾳ τῆς ἡλιακῆς λαμπρότητος, πῶς ἐν νυκτὶ ὁρῶνται οὐδὲν ἧττον ὄντες ἐν φωτί; τὸ γὰρ κωνικὸν τῆς γῆς ἀποσκίασμα, ὃ δὴ νύξ ἐστιν, οὐχ ὑπερβαίνει τὴν τῆς σελήνης σφαῖραν, ἀλλ’ αὐτοῦ που μυουριζόμενον ἀπολήγει, διηνεκῶς δὲ ὁ ὑπὲρ σελήνην φρυκτωρεῖται τόπος. ἢ πρὸς τοῦτο ἐκεῖνο ἀποχρήσει ῥηθέν, ὡς3 κεχυμένου περὶ ἡμᾶς τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς τὸν μὲν παρ’ ἑκάτερα πεφωτισμένον ἀέρα οὐχ οἷόν τε ὁρᾶν, τὰ μέντοι ἄστρα ὁρᾶν, ἰσχυροποιουμένης τῷ πολλῷ σκότει τῆς ὄψεως καὶ μὴ διακρινομένης, ὡς κἂν ἐν νυκτὶ πόρρωθεν ὄντες τοῦ πυρσοῦ αὐτὸν μὲν ὁρῶμεν, τὸν δὲ περὶ αὐτὸν πεφωτισμένον οὐχ ὁρῶμεν ἀέρα. ἤρκεσε γὰρ τῇ ὄψει πρὸς τὴν τούτων αἴσθησιν τὸ διὰ τοσούτου προελθεῖν σκότους, ὅπου γε καὶ ἐν σταθερᾷ μεσημβρίᾳ ὄψεταί τις ἀστέρας, εἴπερ εἰς φρέαρ κατέλθοι βάθος ἀξιόλογόν τι ἔχον· τὸ γὰρ αὐτὸ κἀκεῖ αἴτιον, δυναμουμένης τῆς ὄψεως καὶ περικλωμένης τῇ μέχρι τοῦ στομίου τοῦ ἀέρος παχύτητι καὶ ζοφερότητι. ἐν γὰρ ταῖς τοιαύταις τοῦ ἀέρος καταστάσεσιν μᾶλλόν τι τῇ ὄψει ἡ ἐνέργεια· ἔνθεν ἀνατέλλων ἢ δύνων ὁ ἥλιος ἀνεμποδίστως ὁρᾶται καὶ μείζων ἑαυτοῦ, ὡς διὰ νοτεροῦ καὶ ἠρέμα παχέος τοῦ ἀέρος τοῦ προσγείου ὁρώμενος. Τούτων οὕτω διωρισμένων μικρὸν ἔτι περὶ γενέσεως καὶ διαφορᾶς χρωμάτων φιλοσοφήσωμεν, ὡς ἂν ἐντελέστερον οὕτω τὸν περὶ ὄψεως καταθῶμεν λόγον. ἁπλᾶ μὲν οὖν τῶν χρωμάτων ἐστίν, ὅσα τοῖς στοιχείοις συνακολουθεῖ, οἷον πυρὶ καὶ ἀέρι καὶ ὕδατι καὶ γῇ. ἀὴρ μὲν οὖν καὶ ὕδωρ καθ’ αὑτὰ τῇ φύσει λευκά, τὸ δὲ πῦρ ξανθόν. καὶ ἡ γῆ δέ ἐστι φύσει λευκή, παρὰ δὲ τὴν βαφὴν πολύχρους φαίνεται. δῆλον δὲ τοῦτο ἐπὶ τῆς τέφρας· ἐκκαυθέντος γὰρ τοῦ τὴν βαφὴν πεποιηκότος ὑγροῦ λευκὴ γίνεται, οὐ παντελῶς δὲ διὰ τὸ καπνῷ βεβάφθαι μέλανι ὄντι.

したがって、無色のものが色彩を受け入れ、無音のものが音を受け入れ、無臭のものが臭いを受け入れる。そしてこれらは、第一義的には空気であり、第二義的には水である。なぜなら、もし空気がこれら[の性質]のうち自らに固有の何かをもつならば、それが紛れ現れることによって他[の対象]の性質を妨げたはずだからである。これは着色されていないガラスと着色されたガラスにおいて見ることができる通りである。すなわち、前者はすべての外来の色彩を運び伝えるのであり、それも透明であればあるほどいっそうよく伝える。これに対し後者は、すべての色彩を伝えることも正確に伝えることもなく、前もって占め取った[自らの色]一つだけを前に現すのである。さらに、次のことから[このことは]いっそう明らかである。すなわち、ここに置かれた色彩がしばしば互いに異なり反対であっても、正面にいる者も背後にいる者も、端的にあらゆる部分にいる者たちが見るのであり、しかも空気の同一の部分を通じて見るのであるが、これはもし空気自体が着色されていたなら起こらなかったであろう。実際、[空気は]同時に反対の諸色彩で着色されることはできなかったはずだからである。そして、視覚はある仕方あるいは別の仕方で状態づけられることによって色彩から受動するが、中間の透明体は無受動のままである。したがって透明体は無色であり、不可視であるか、あるいは闇がそう思われるようにかろうじて見えるものである。しかし透明体がこのようなものであるのは、現勢態において透明であるときではなく、可能態においてそうであるときである。なぜなら、同一の自然本性が、あるときには光であり、あるときには闇だからである。他方で、可視的であるすべてのものが光の中にあるのではなく、各々の固有の色彩のみが[光の中にある]。なぜなら、あるものたちは光の中では見えないが、闇の中で感覚を引き起こすからであり、例えば火のように見えるものたちや輝くものたち(もし共通のものとして輝くものと置かないならば、これらは一つの名では名指しえない)であり、例えばキノコ、角、魚の頭、鱗、眼などである。しかし、これらの固有の色彩は見えない。したがって、大まかに言えば、可視的なものは六つある。そのうちあるものは光の中でのみ見え、これらこそまさに色彩と呼ばれる。またあるものは闇の中でのみ見え、例えば上述の火のようなものたちである。これらがもつ輝きは、より大きな光によって圧倒されるからである。またあるものは闇の中でも光の中でも見え、月やある種の恒星や火がそうである。また、現勢態における透明体、すなわち照らされた空気も可視的である。さらに、可能態における透明体である闇もまた可視的である。というのも、われわれは視覚によって否定的に判定するからである。これらに加わる可視的なものの第六の類は、すべてのうちで最も光り輝く太陽であり、これをわれわれは闇の中で可視的であると置くことも(太陽は闇を消し去るものだからである)、昼において[可視的であると置く]こともできないであろう。太陽自身が昼の制作者だからである。したがって、上述の火のようなものたちが、火でもなく色彩も持たないのに夜間に、あるいはそもそも見える原因については別の議論に属する。空気はすべての輝くものによって照らされる自然本性をもつからである。他方で、夜間に見える恒星については、誰かが難問を提起するかもしれない。すなわち、もし昼に現れない原因が、太陽の輝きの過剰によって隠されることにあるならば、恒星はいかにして、同じように光の中にありながら夜間に見えるのか。なぜなら、地球の円錐状の影(これこそまさに夜である)は月の球を超えず、そのあたりのどこかで先細りになって終わるのであり、月の上方の場所は絶え間なく篝火のように照らされているからである。それとも、これに対しては次のように言われれば十分であろうか。すなわち、地球の影の円錐がわれわれを取り巻いて広がっているとき、両側にある照らされた空気を見ることは不可能であるが、星を見ることは可能であり、それは視覚が多量の闇によって強められ散乱しないからであって、ちょうど夜間に篝火から遠く離れていても、篝火そのものは見るが、その周囲の照らされた空気は見ないのと同様である。なぜなら、視覚にとってこれらを感知するためには、これほど多くの闇を通り抜けて進むことで足りたのであり、実際、真昼の盛りであっても、もし十分な深さをもつ井戸へと降りていくなら星を見るであろう。そこでも同一のことが原因であり、坑口に至るまでの空気の濃厚さと暗さによって視覚が強められ、集中させられるからである。実際、空気のそのような状態においては、視覚にとって現勢的活動がいっそう増大するのである。このことから、昇りつつある、あるいは沈みつつある太陽は妨げられることなく見え、また本来の自身よりも大きく見えるが、それは地表付近の湿ってわずかに濃厚な空気を通じて見られるからである。これらがこのように規定された以上、視覚に関する議論をより完全な形で提示できるように、色彩の生成と差異についてさらにもう少し哲学的に探究することとしよう。色彩のうち単純なものは、諸元素、すなわち火、空気、水、土に伴うものである。空気と水はそれ自体として自然本性上白く、火は黄色である。そして土もまた自然本性上は白いが、染まり方によって多彩に見える。そしてこのことは灰において明らかである。なぜなら、染まりを生み出していた湿気が焼き尽くされると白くなるが、黒い煙によって染められているために完全には[白く]ならないのである。

構文注3 件
  1. 3.2.7προφανεῖ

    動詞 προφαίνω の縮約未来三人称単数で、主語は前述の「着色されたガラス(ἡ κεχρωσμένη [ὕελος])」。「あらかじめ占め取った色一つだけを前方に現す/見せる」という意味を表す。

  2. 3.2.7ὃν οὔτε ἐν σκότῳ ὁρατὸν θείημεν ... οὔτε ἐν ἡμέρᾳ

    ἄν を伴わない潜在希求法(optative of potential)。太陽(ὃν)を闇の中で可視的とも昼に可視的とも「置くことはできないであろう」という控えめな主張を表す。

  3. 3.2.7ἢ πρὸς τοῦτο ἐκεῖνο ἀποχρήσει ῥηθέν, ὡς

    非人称的表現ではなく、指示代名詞 ἐκεῖνο と分詞 ῥηθέν が非人称動詞的にも用いられる ἀποχρέω(未来 ἀποχρήσει)の文法上の主語を成す(「言われたあのこと、すなわち〜ということが十分であろう」)。接続詞 ὡς がその内容を名詞節として導いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:78.21-80.3