- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:23.13-23.24
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は帝国財政が課した「買い上げ」「課徴」「分担」の三つの収奪制度の実態と、疫病禍でも隣人の税まで連帯負担させられた地主たちの窮状、さらに兵士やバルバロイへの強制宿舎提供による過酷な被害を告発している。
ἀλλ’ ᾗπερ ἐκείνοις ἂν βουλομένοις εἴη.1 καὶ τοῦτό ἐστι τὸ πρᾶγμα ὅπερ συνωνὴ καλεῖται, ἐξ οὗ δὴ ἅπασιν ἐκνενευρίσθαι τοῖς τῶν χωρίων κυρίοις ξυμβαίνει.
むしろ彼ら補給係が望むとおりのやり方であった。そしてこれこそが「買い上げ」と呼ばれるものであり、その結果として、土地の所有者全員が完全に骨抜きにされる事態が生じているのである。
φόρον γὰρ ἀπ’ αὐτοῦ τὸν ἐπέτειον οὐχ ἥσσονα ἢ δεκαπλασίονα κατατιθέναι σφίσιν ἐπάναγκες, οἷς γε οὐ μόνον, ὥσπερ εἴρηται, τῷ στρατῷ χορηγεῖν, ἀλλὰ καὶ σῖτον ἐς Βυζάντιον πολλάκις διακομίζειν ταῦτα πεπονθόσι ξυνέπεσεν, ἐπεὶ οὐχ ὁ Βαρσύμης καλούμενος μόνος τὸ τοιοῦτο ἄγος ἐξαμαρτάνειν τετόλμηκεν, ἀλλὰ καὶ πρότερον μὲν ὁ Καππαδόκης, ὕστερον δὲ οἱ μετὰ τὸν Βαρσύμην τοῦτο δὴ τὸ τῆς ἀρχῆς παραλαβόντες ἀξίωμα.
彼らにとっては、このために年々の租税を十倍以上も支払うことが余儀なくされ、しかも言及したように軍隊へ供給するだけでなく、こうした仕打ちを受けた上でビュザンティオンへしばしば穀物を運搬することさえ彼らの身に降りかかった。というのも、いわゆるバルシュメスだけがこのような凶行を犯す暴挙に出たのではなく、先にはあのカッパドキア人が、後にはバルシュメスの後にこの長官の職権を引き継いだ者たちも同様であったからである。
Τὰ μὲν οὖν τῆς συνωνῆς ταύτῃ πη ἔχει· τὸ δὲ τῆς ἐπιβολῆς ὄνομα ὄλεθρός τίς ἐστιν ἀπρόοπτος ἐξαπιναίως τοῖς τὰ χωρία κεκτημένοις ἐπιγενόμενος πρόρριζόν τε αὐτοῖς ἐκτρίβων τὴν τοῦ βίου ἐλπίδα.
さて、「買い上げ」の実情はおよそこのようである。一方「課徴」という名称は、土地の所有者たちに突如として降りかかり、その生活の希望を根底から粉砕する不慮の破滅である。
χωρίων γὰρ τὸ τέλος τῶν ἐρήμων τε καὶ ἀπόρων γεγενημένων, ὧν δὴ τοῖς τε κυρίοις καὶ τοῖς γεωργοῖς ἤδη τετύχηκεν ἢ παντάπασιν ἀπολωλέναι, ἢ γῆν πατρῴαν ἀπολιποῦσι τοῖς ἐγκειμένοις σφίσι διὰ ταῦτα κακοῖς κρύπτεσθαι, οὐκ ἀπαξιοῦσιν ἐπιφέρειν τοῖς οὔπω διεφθαρμένοις παντάπασι.
なぜなら、荒廃して収益のなくなった土地――その所有者や農民たちはすでに完全に破滅したか、あるいはこれによって身に降りかかる災禍を逃れて先祖伝来の地を捨て身を隠してしまった土地――の租税を、彼らはまだ完全に破滅していない者たちに課すことを恥とも思わないからである。
Τοιοῦτο μὲν καὶ τὸ τῆς ἐπιβολῆς ὄνομά ἐστιν, ἐπιπολάσαν ὡς τὸ εἰκὸς ἐπὶ τὸν χρόνον μάλιστα τοῦτον. τὰ δὲ τῶν διαγραφῶν ὡς συντομώτατα φράσαντι ἀπηλλάχθαι2 τῇδέ πη ἔχει.
「課徴」という名称の実情もまたこのようなものであり、当然のことながらとりわけこの時代に蔓延したのである。他方、「分担」の事情は、極めて手短に述べて片付けるならば概ね次のようである。
ζημίαις πολλαῖς ἄλλως τε καὶ ὑπὸ τοὺς χρόνους τούτους περιβάλλεσθαι τὰς πόλεις ἦν ἀνάγκη· ὧνπερ τάς τε ἀφορμὰς καὶ τοὺς τρόπους ἀφίημι λέγειν ἐν τῷ παρόντι, ὡς μή μοι ὁ λόγος ἀπέραντος εἴη.
とりわけこの時代において、諸都市は多くの金銭的損害を被ることを余儀なくされた。私の話が果てしないものとならぬよう、その発端ややり方をここで述べることは控える。
ταύτας οἱ τὰ χωρία ἔχοντες ἀπέτινον, τίμημα κατατιθέντες κατὰ λόγον τῆς ἐγκειμένης ἑκάστῳ φορᾶς. οὐκ ἄχρι δὲ τούτων αὐτοῖς τὸ κακὸν ἔστη, ἀλλὰ καὶ τοῦ λοιμοῦ ξύμπασαν περιλαβόντος τήν τε ἄλλην οἰκουμένην καὶ οὐχ ἥκιστα τὴν τῶν Ῥωμαίων ἀρχὴν τῶν τε γεωργῶν ἀφανίσαντος μέρος τὸ πλεῖστον, καὶ ἀπ’ αὐτοῦ ἐρήμων ὡς τὸ εἰκὸς τῶν χωρίων γεγενημένων, οὐδεμιᾷ φειδοῖ ἐχρήσατο ἐς τοὺς τούτων κυρίους.
土地を所有する者たちは、各自に課された租税の割合に応じて金額を支払い、これらの損害を償った。しかし災厄はそれにとどまらず、疫病が他の全居住世界、取り分けローマ帝国全土を覆い、農民の大部分を消滅させ、その結果として当然のことながら土地が荒れ果てたにもかかわらず、皇帝はこれら土地の所有者たちに何ら容赦をしなかった。
φόρον γὰρ τὸν ἐπέτειον οὔποτε ἀνίει πραττόμενος οὐχ ᾗπερ ἑκάστῳ ἐπέβαλλε μόνον, ἀλλὰ καὶ γειτόνων τῶν ἀπολωλότων τὴν μοῖραν.
なぜなら、皇帝は各自に課された分だけでなく、死に絶えた隣人たちの割り当てをも取り立て、年々の租税の徴収を決して緩めなかったからである。
προσῆν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὧνπερ ἐμνήσθην ἀρτίως ἅτε τοῖς τῶν χωρίων δεδυστυχηκόσι τὴν κτῆσιν ἀεὶ ἐγκειμένων, ἔτι μέντοι καὶ τοῖς μὲν στρατιώταις ἀνὰ τὰ κάλλιστά τε καὶ τιμιώτατα δωματίων τῶν σφετέρων ᾠκημένοις ὑπηρετεῖν, αὐτοῖς δὲ πάντα τοῦτον τὸν χρόνον ἐν τοῖς φαυλοτάτοις τε καὶ ἀπημελημένοις τῶν οἰκιδίων δίαιταν ἔχειν.
さらに彼らには、先ほど私が述べた他のすべての事柄も加わっており、土地の所有という不運に見舞われた者たちに常に重くのしかかっていた。そのうえ彼らは、自分たちの邸宅の最も美しく最も高価な部屋に住まう兵士たちに給仕し、自身はこの全期間中、粗末極まりなく顧みられない小さな小屋で暮らさなければならなかったのである。
Ἅπερ ἅπαντα ὑπὸ τὴν Ἰουστινιανοῦ τε καὶ Θεοδώρας βασιλείαν τοῖς ἀνθρώποις ἀεὶ γίνεσθαι ξυνέβη, ἐπεὶ οὔτε πόλεμον οὔτε τι ἄλλο τῶν μεγίστων κακῶν ἐν τούτῳ δὴ τῷ χρόνῳ λελωφηκέναι τετύχηκεν.
これらすべてのことが、ユスティニアヌスとテオドラの治世下で人々に絶えず生じることとなった。なぜなら、この時代には戦争も他の最大級の災禍も決して息を潜めることがなかったからである。
ἐπεὶ δὲ δωματίων ἐμνήσθημεν, οὐδὲ τοῦτο παριτέον ἡμῖν, ὅτι δὴ οἱ κεκτημένοι τὰς ἐν Βυζαντίῳ οἰκίας βαρβάροις ἐνταῦθα καταλύειν παρεχόμενοι ἑπτακισμυρίοις μάλιστα οὖσιν, οὐχ ὅπως τῶν σφετέρων ὀνίνασθαι οὐδαμῆ εἶχον, ἀλλὰ καὶ προσετρίβοντο δυσκόλοις ἑτέροις.3
邸宅のことに触れた以上、次の点も見過ごしてはならない。すなわち、ビュザンティオンの家屋の所有者たちは、およそ七万人にのぼるバルバロイにそこに宿舎を提供させられ、自分たちの所有物から何ら益を得られないばかりか、別の過酷な苦難をも擦り付けられたのである。
- 23.13ἀλλ’ ᾗπερ ἐκείνοις ἂν βουλομένοις εἴη.
直前の箇所の末尾の否定句「οὐ καθάπερ πᾶσιν ἀνθρώποις νόμος」に続く対比節。与格名詞+βουλομένῳ ἐστί は「〜にとって望むところである」という慣用表現であり、ここでは希求法+ἄν(潜在)を用いて「むしろ彼ら(軍需官たち)が望むであろうやり方で」の意を表す。
- 23.17ὡς συντομώτατα φράσαντι ἀπηλλάχθαι
基準を表す与格(関係の与格)の分詞 φράσαντι に完了不定詞 ἀπηλλάχθαι(「片付ける」「免れる」)が結びついた慣用句。「最も簡潔に述べて片付けるならば」という話者の発話態度を示す絶対的・挿入的構文。
- 23.24οὐχ ὅπως τῶν σφετέρων ὀνίνασθαι οὐδαμῆ εἶχον, ἀλλὰ καὶ προσετρίβοντο δυσκόλοις ἑτέροις.
οὐχ ὅπως ... ἀλλὰ καί は「〜ないばかりか、かえって…」を表す慣用構文(οὐχ ὅπως は「〜ということは言うまでもなく」の意で主節の否定を先取りする)。また εἶχον+不定詞は「〜することができた(能力・可能)」を意味し、全体で「自らの所有物を享受することが全くできなかったばかりか、別の困難まで擦り付けられた」の構造を成す。
