- 底本
- Procopius. Procopii Caesariensis Opera omnia, Vol. 5. Krascheninnikov, Michael, editor. Jurievi: Mattiesen, 1899.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg002.humanitext-grc2:23.1-23.12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ユスティニアヌスが長年滞納税の免除を行わずに人民を逃亡と誣告に追いやったこと、異民族の侵入で荒廃した諸都市に対しても僅か一年しか免税を認めなかったこと、そして撤退直後の土地所有者たちに強制買い上げ等の過酷な軍需負担を課した実態を告発している。
Πρῶτον μὲν εἰθισμένον ἐκ παλαιοῦ ἕκαστον τὴν Ῥωμαίων ἀρχὴν ἔχοντα οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις τοῖς τῶν δημοσίων ὀφλημάτων λειψάνοις τοὺς κατηκόους δωρεῖσθαι1 πάντας, τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις παρέχεσθαι,2 συκοφαντεῖν ἐγχειροῦσι τῶν τοῦ φόρου ὑποτελῶν τοὺς οὐδὲν ὀφείλοντας, οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν τοιοῦτο ἐς τοὺς κατηκόους εἰργάσατο.
第一に、ローマ帝国の統治者は誰であれ、公租公課の滞納税を臣民全員に免除することが古くからの慣例であり、それも一度だけでなく度々行われていた。これは、困窮して滞納税を納入する手立てを全く持たない者たちが絶えず窒息させられるのを防ぎ、また何ら滞納のない納税者たちを誣告しようと企てる徴税吏たちに口実を与えないためであったが、この皇帝は三十二年の間、臣民に対してそのような恩恵を一度も施さなかった。
καὶ ἀπ’ αὐτοῦ τοῖς μὲν ἀπορουμένοις ἀναγκαῖον ἦν ἀποδρᾶναί τε καὶ μηδενὶ ἔτι ἐπανιέναι.
そしてこのために、困窮した者たちは逃亡して二度と戻らないほかなかった。
καὶ οἱ συκοφάνται τοὺς ἐπιεικεστέρους ἀπέκναιον κατηγορίαν ἐπανασείοντες ἅτε τὸ τέλος ἐνδεεστέρως ἐκ παλαιοῦ καταβάλλοντας τῆς ἐγκειμένης τῷ χωρίῳ φορᾶς.
また誣告者たちは、土地に課された租税の定額に比べ、古くから納めてきた税が不足しているとの嫌疑をちらつかせて、より温厚な者たちを苦しめ尽くした。
οὐ γὰρ ὅσον οἱ ταλαίπωροι τὴν καινὴν τοῦ φόρου ἀπαγωγὴν ἐδεδίεσαν, ἀλλὰ καὶ χρόνων τοσούτων τὸ πλῆθος οὐδὲν προσῆκον βαρύνεσθαι φόροις.
なぜなら哀れな人々は、新たな税の取り立てを恐れただけでなく、これほど数多くの年月にわたり、何ら根拠もないのに税の重荷を負わされることを恐れたからである。
πολλοὶ γοῦν ἀμέλει τὰ σφέτερα αὐτῶν τοῖς συκοφάνταις ἢ τῷ δημοσίῳ προέμενοι ἀπηλλάσσοντο.
そのため実際に多くの人々は、自らの財産を誣告者たちや国庫に投げ出して立ち去ったのである。
ἔπειτα δὲ Μήδων μὲν καὶ Σαρακηνῶν τῆς Ἀσίας γῆν τὴν πολλὴν, τῶν δὲ δὴ Οὔννων καὶ Σκλαβηνῶν καὶ Ἀντῶν ξύμπασαν Εὐρώπην ληϊσαμένων, καὶ τῶν πόλεων τὰς μὲν καθελόντων ἐς ἔδαφος, τὰς δὲ ἀργυρολογησάντων ἐς τὸ ἀκριβὲς μάλιστα, τοὺς δὲ ἀνθρώπους ἐξανδραποδισάντων ξὺν χρήμασι πᾶσιν, ἔρημόν τε τῶν οἰκητόρων καταστησαμένων χώραν ἑκάστην ταῖς καθ’ ἡμέραν ἐπιδρομαῖς, φόρον μὲν οὐδενὶ τῶν ἁπάντων3 ἀφῆκε, πλήν γε δὴ ὅσον ἐνιαυτοῦ ταῖς ἁλούσαις τῶν πόλεων μόνον.
第二に、メディア人やサラセン人がアジアの大部分の地を略奪し、フン族、スクラヴェノイ族、アンテス族が全ヨーロッパを略奪し、諸都市のあるものは徹底的に破壊し、あるものは厳格極まりなく金品を巻き上げ、人々を全財産諸共奴隷に売り払い、毎日の襲撃によってあらゆる地方を住民のいない荒野と化せしめたにもかかわらず、皇帝は誰一人として税を免除することはなく、陥落した諸都市に対してわずか一年間免除しただけであった。
καίτοι εἰ καθάπερ Ἀναστάσιος βασιλεὺς ἑπτάετες ταῖς ἁλούσαις τὰ τέλη ἐπιχωρεῖν ἔγνω, οἶμαι ἂν οὐδ’ ὣς αὐτὸν πεποιῆσθαι τὰ δέοντα, ἐπεὶ Καβάδης μὲν ταῖς οἰκοδομίαις ὡς ἥκιστα λυμηνάμενος ἀπιὼν ᾤχετο, Χοσρόης δὲ ἅπαντα πυρπολήσας ἐς ἔδαφος καθεῖλε, μείζω τε προσετρίψατο τοῖς περιπεπτωκόσι τὰ πάθη.
もっとも、たとえアナスタシオス帝のように陥落した都市に七年間の免税を決定していたとしても、皇帝が必要な処置を果たしたとは到底思えない。なぜならカバデスは建物をほとんど損なわずに立ち去ったのに対し、ホスローはすべてを焼き払い徹底的に破壊して、災難に巻き込まれた者たちにより大きな苦痛を与えたからである。
καὶ τούτοις μὲν τοῖς ἀνθρώποις οἷσπερ τὸ γελοιῶδες τοῦτο τοῦ φόρου ἀφῆκε καὶ τοῖς ἄλλοις ἅπασι, πολλάκις μὲν δεξαμένοις τὸν Μήδων στρατὸν, διηνεκὲς δὲ Οὔννων τε καὶ Σαρακηνῶν γῆν τὴν ἑῴαν ληϊσαμένων, οὐδὲν δὲ ἧσσον καὶ τῶν ἐπὶ τῆς Εὐρώπης βαρβάρων ταῦτα ἐργαζομένων ἀεὶ καὶ καθ’ ἑκάστην τοὺς ἐκείνῃ Ῥωμαίους, βασιλεὺς οὗτος χαλεπώτερος εὐθὺς γέγονε βαρβάρων ἁπάντων.
そして、この茶番のような免税を与えられたこれらの人々にとっても、また他のすべての人々にとっても――彼らはしばしばメディア人の軍勢〔の来襲〕を受け、東方の地はフン族やサラセン人によって絶え間なく略奪され、それと同様にヨーロッパ側のバルバロイもそこのローマ人に対して常に連日このような惨禍をもたらしていたが――この皇帝は直ちにすべてのバルバロイよりも過酷な存在となった。
συνωναῖς τε γὰρ καὶ ταῖς καλουμέναις ἐπιβολαῖς τε καὶ διαγραφαῖς οἱ τῶν χωρίων κύριοι τῶν πολεμίων ἀνακεχωρηκότων αὐτίκα μάλα ἡλίσκοντο.
なぜなら敵が撤退するやいなや、土地の所有者たちは買い上げ、ならびにいわゆる課徴および分担に直ちに絡め取られたからである。
ὅ τι δὲ τὰ ὀνόματά ἐστί τε καὶ βούλεται ταῦτα, ἐγὼ δηλώσω.
これらの名称が何であり、何を意味しているのかを私は明らかにしよう。
Τοὺς τὰ χωρία κεκτημένους ἀναγκάζουσι τὸν Ῥωμαίων ἐκτρέφειν στρατὸν κατὰ τὸ μέτρον τῆς κειμένης ἑκάστῳ φορᾶς, τιμημάτων καταβαλλομένων οὐχ ᾗπερ ἐφίησιν ὁ παρὼν τῇ χρείᾳ καιρὸς, ἀλλ’ ᾗπερ ἔξεστι καὶ διώρισται, οὐ διερευνώμενοι δὲ, εἴπερ αὐτοῖς τὰ ἐπιτήδεια ἐν τῇ χώρᾳ ξυμβαίνει.
彼らは土地の所有者たちに対し、それぞれに定められた租税の割合に応じてローマ軍を養うことを強制しているが、その対価は需要に際して現下の状況が許す相場ではなく、公定され規定された額で支払われ、しかも彼らがその地方に食糧を現実に持ち合わせているかどうかを調べようともしない。
περιέστηκέ τε τοὺς δειλαίους τούτους ἀνάγκη τὰ μὲν ἐπιτήδεια στρατιώταις τε καὶ ἵπποις ἐσκομίζεσθαι, πάντα ὠνουμένους αὐτὰ τιμημάτων πολλῶν ἐς ἄγαν ἀξιωτέρων καὶ ταῦτα ἐκ χώρας, ἂν οὕτω τύχοι, μακράν που οὔσης ἐς τὸ χωρίον, οὗ δὴ τὸ στρατόπεδον ξυμβαίνει εἶναι, μετρεῖν τε τοῖς τῶν στρατιωτῶν χορηγοῖς, οὐ καθάπερ πᾶσιν ἀνθρώποις νόμος,
そしてこの哀れな人々には、軍隊と軍馬のための食糧を、すべて相場より遥かに高い多額の対価で買い求めた上で、しかも場合によっては遠く離れた地から軍営が置かれている土地へと運び込み、全人類の通則とは異なる仕方で兵士の補給係へと支給しなければならないという必然が降りかかったのである。
- 23.1Πρῶτον μὲν εἰθισμένον ἐκ παλαιοῦ ἕκαστον τὴν Ῥωμαίων ἀρχὴν ἔχοντα... δωρεῖσθαι
文頭の εἰθισμένον は対格絶対(非人称動詞や分詞の絶対対格用法)で、「〜が慣習となっていたのに/慣例であったにもかかわらず」を表す。対格不定詞構文(ἕκαστον... δωρεῖσθαι)を従え、文末の主節 οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν τοιοῦτο... εἰργάσατο に対立する譲歩的・背景的な前提を提示している。
- 23.1τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις παρέχεσθαι
冠詞属格 τοῦ に導かれた目的を表す構文(目的の属格不定法)。μήτε... μήτε... によって並列された二つの対格不定詞(ἀποπνίγεσθαι と παρέχεσθαι)が後続し、前者の意味上の主語は τοὺς ἀπορουμένους... ἔχοντας、後者は σκήψεις(対格複数)を意味上の主語としている。
- 23.6καὶ τούτοις μὲν τοῖς ἀνθρώποις... καὶ τοῖς ἄλλοις ἅπασι... βασιλεὺς οὗτος χαλεπώτερος εὐθὺς γέγονε βαρβάρων ἁπάντων.
主文の骨格は τούτοις μὲν τοῖς ἀνθρώποις... καὶ τοῖς ἄλλοις ἅπασι... βασιλεὺς οὗτος χαλεπώτερος... γέγονε(与格は比較級 χαλεπώτερος に係る「〜にとって過酷な」)。間に分詞節(δεξαμένοις)や属格絶対(ληϊσαμένων, ἐργαζομένων)が多重に挟み込まれた構造である。
