← プロコピオス

戦史

§3.2.15-3.2.26

アラリックの計略によるローマ略奪とホノリウス帝

アラリックは300人の精鋭の若者を偽って奴隷としてローマの貴族たちへ贈り、彼らにサラリア門を開けさせてローマを占領・略奪した。その凶報を受けたホノリウス帝が、愛鶏の死と混同した愚鈍な逸話が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.2.15

τῶν ἐν στρατῷ νεανιῶν οὔπω γενειασκόντων, ἀλλ’ ἄρτι ἡβηκότων, τριακοσίους ἀπολεξάμενος, οὕσπερ εὖ τε γεγονέναι καὶ ὑπὲρ τὴν ἡλικίαν ἀρετῆς μεταποιεῖσθαι ἠπίστατο, ἔφασκε μὲν αὐτοῖς κρύφα ὡς σφίσι τῶν ἐν Ῥώμῃ πατρικίων τινάς, ἅτε δούλοις οὖσι δῆθεν τῷ λόγῳ, δωρήσεσθαι μέλλοι.

彼は軍中の若者のうち、まだ髭も生えず、成人したばかりの者たちから三百人を選抜した。彼らが高貴な生まれであり、その年齢を越えた卓越性を自負していることを知っていたからである。そして彼らに密かに語るには、名目上はいわば奴隷としてではあるが、ローマの貴族たちの何人かに彼らを贈呈するつもりである、ということであった。

§3.2.16

παρήγγελλε δὲ ὥστε, ἐπειδὰν ἐν ταῖς ἐκείνων οἰκίαις τάχιστα γένωνται, πρᾳότητα πολλὴν καὶ σωφροσύνην ἐνδεικνυμένους ἅπαντα προθύμως ὑπηρετεῖν, ἅπερ ἂν αὐτοῖς πρὸς τῶν κεκτημένων ἐπικείμενα ᾖ·

そして彼は、彼らがかの者たちの邸宅に入ったならばすぐに、大いなる従順と節度を示し、持ち主たちから課されるすべての務めに熱心に従うよう命じた。

§3.2.17

ἔπειτα οὐ πολλῷ ὕστερον καὶ ἐν ἡμέρᾳ τακτῇ ἀμφὶ ἡμέραν μάλιστα μέσην, ἁπάντων ἤδη τῶν αὐτοὺς ληψομένων ὕπνον, ὡς τὸ εἰκός, μετὰ τὰ σιτία αἱρουμένων, ἐν πύλῃ ἅπαντας τῇ Σαλαρίᾳ καλουμένῃ γενέσθαι, καὶ τούς τε φύλακας οὐδὲν προαισθομένους ἐξ ἐπιδρομῆς κτεῖναι τάς τε πύλας ἀνοιγνύναι ὡς τάχιστα.

さらに、それから間もなく、定められた日のまさに正午ごろ、彼らを受け入れることになる者たち全員が、常の如く食事を終えて眠りに就いた頃合に、皆がサラリア門と呼ばれる門に集まり、何らの前兆も察知していない番兵たちを急襲して殺害し、可及的速やかに門を開け放つようにと命じた。

§3.2.18

ταῦτα ἐπαγγείλας Ἀλάριχος τοῖς νεανίαις, πρέσβεις αὐτίκα πρὸς τοὺς ἐκ βουλῆς ἔπεμψε, δηλῶν ὅτι ἀγασθείη μὲν αὐτοὺς τῆς ἐς τὸν σφῶν βασιλέα εὐνοίας, οὐκέτι δὲ τὸ λοιπὸν ἐνοχλήσει, τῆς τε ἀρετῆς καὶ πίστεως ἕνεκα, ἧς ἐς ἄγαν μεταποιεῖσθαί εἰσιν ἔνδηλοι,1 ὅπως τε αὐτοῦ μνημεῖα παρ’ ἀνδράσι καλοῖς τε καὶ ἀγαθοῖς σώζοιτο, οἰκέταις τισὶ δωρεῖσθαι βούλοιτο αὐτῶν ἕκαστον.

アラリックは若者たちにこれらの指示を与えると、直ちに元老院議員たちのもとへ使節を派遣し、自分たちの皇帝に対する彼らの忠誠に感銘を受けたこと、彼らがあまりにも強く自負しているのが明白であるその徳と信義のゆえに、今後はもはや煩わせることはないこと、そして立派で高潔な人々の間で自らの記念が保たれるよう、彼ら銘々に何人かの召使を贈りたいと望んでいることを告げさせた。

§3.2.19

ταῦτα σημήνας καὶ τοὺς νεανίας οὐκ ἐς μακρὰν στείλας, συσκευάζεσθαι ἐς τὴν ἄφοδον τοὺς βαρβάρους ἐκέλευε, τούτου τε αἴσθησιν Ῥωμαίοις παρεῖχεν.

これらのことを伝え、若者たちを間もなく送り出すと、彼は蛮族たちに撤退の準備をするよう命じ、このことをローマ人たちにも察知させた。

§3.2.20

οἳ δὴ τούς τε λόγους ἄσμενοι ἤκουσαν καὶ τὰ δῶρα δεξάμενοι ἐν πολλῇ εὐπαθείᾳ ἐγένοντο, ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες.

彼らはその言葉を喜んで聞き、贈り物を受け取って大いなる安堵のうちにあり、蛮族の奸計〔を疑うこと〕からは最も遠い状態にあった。

§3.2.21

οἵ τε γὰρ νέοι τῷ εὐπειθέστεροι τοῖς κεκτημένοις εἶναι2 τὸ ὕποπτον ἀπεκρούοντο, τοῦ τε στρατοπέδου οἱ μὲν ἤδη ἐξανιστάμενοί τε καὶ διαλύοντες τὴν προσεδρείαν ἐφαίνοντο, οἱ δὲ ὅσον οὔπω3 ταὐτὸ τοῦτο ποιήσειν ἐπίδοξοι ἦσαν.

というのも、若者たちは持ち主たちにより従順に振る舞うことで疑いを払いのけ、軍営においては、ある者たちはすでに陣を引き払って包囲を解いているように見え、他の者たちも今にも同じことをしそうに見えたからである。

§3.2.22

ἐπεὶ δὲ ἡ κυρία παρῆν, Ἀλάριχος μὲν ἅπαν ἐξοπλίσας τὸ στράτευμα ὡς ἐς τὴν ἔφοδον ἐν παρασκευῇ εἶχεν ἄγχιστα πύλης τῆς Σαλαρίας· ἐνταῦθα γὰρ ἐνστρατοπεδευσάμενος τῆς πολιορκίας κατ’ ἀρχὰς ἔτυχε.

そして期日が訪れると、アラリックは全軍を武装させ、サラリア門のごく近くで急襲の準備を整えて待機させた。包囲の初期において、たまたまそこに陣営を張っていたからである。

§3.2.23

ξύμπαντες δὲ οἱ νεανίαι καιρῷ τῆς ἡμέρας τῷ ξυγκειμένῳ ἐς ταύτην δὴ τὴν πύλην γενόμενοι τούς τε φύλακας ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀπέκτειναν, τάς τε πύλας ἀνακλίναντες κατ’ ἐξουσίαν Ἀλάριχόν τε καὶ τὴν στρατιὰν τῇ πόλει ἐδέξαντο.

一方、若者たちは皆、一日のうちの定められた時刻にまさにこの門へと集まり、番兵たちを不意に襲って殺害し、門を大きく押し開けて、思いのままにアラリックとその軍勢を市内へと迎え入れた。

§3.2.24

οἱ δὲ τάς τε οἰκίας ἐνέπρησαν αἳ τῆς πύλης ἄγχιστα ἦσαν, ἐν αἷς ἦν καὶ ἡ Σαλουστίου, τοῦ Ῥωμαίοις τὸ παλαιὸν τὴν ἱστορίαν γράψαντος, ἧς δὴ τὰ πλεῖστα ἡμίκαυτα καὶ ἐς ἐμὲ ἕστηκε· τήν τε πόλιν ὅλην ληισάμενοι καὶ Ῥωμαίων τοὺς πλείστους διαφθείραντες πρόσω ἐχώρουν.

彼らは門に最も近い邸宅に火を放ったが、その中にはローマ人たちのために昔歴史を著したサッルスティウスの邸宅もあり、その大部分は半焼けのまま私の時代に至るまで立っている。そして都市全体を略奪し、ローマ人の大半を殺戮して、さらに前進した。

§3.2.25

τότε λέγουσιν ἐν Ῥαβέννῃ Ὁνωρίῳ τῷ βασιλεῖ τῶν τινα εὐνούχων δηλονότι ὀρνιθοκόμον ἀγγεῖλαι ὅτι δὴ Ῥώμη ἀπόλωλε. καὶ τὸν ἀναβοήσαντα φάναι “Καίτοι ἔναγχος ἐδήδοκεν ἐκ χειρῶν τῶν ἐμῶν.” εἶναι γάρ οἱ ἀλεκτρυόνα ὑπερμεγέθη, Ῥώμην ὄνομα· καὶ τὸν μὲν εὐνοῦχον ξυνέντα τοῦ λόγου εἰπεῖν Ῥώμην τὴν πόλιν πρὸς Ἀλαρίχου ἀπολωλέναι, ἀνενεγκόντα δὲ τὸν βασιλέα ὑπολαβεῖν4 “Ἀλλ’ ἔγωγε, ὦ ἑταῖρε, Ῥώμην μοι ἀπολωλέναι τὴν ὄρνιν ᾠήθην.” τοσαύτῃ ἀμαθίᾳ τὸν βασιλέα τοῦτον ἔχεσθαι λέγουσι.

その時ラヴェンナで、明らかに鳥の飼育係であった宦官のひとりが、ホノリウス皇帝に「ローマが滅びました」と知らせたと言われている。すると皇帝は叫んで「だが先ほど私の手から食べたばかりではないか」と言った。彼には非常に大きな雄鶏がいて、「ローマ」という名であったからである。その宦官は言葉の真意を悟り、都市ローマがアラリックによって滅びたのだと言った。すると皇帝は我に返って「いやしかし、友よ、私は自分の鳥のローマが死んだのだと思ったのだ」と応じたという。この皇帝はそれほどまでの無知に囚われていたと人々は語っている。

構文注4 件
  1. 3.2.18ἧς ἐς ἄγαν μεταποιεῖσθαί εἰσιν ἔνδηλοι

    関係代名詞ἧςは先行詞であるτῆς τε ἀρετῆς καὶ πίστεως(属格)を受け、不定詞μεταποιεῖσθαιの目的語となっている(μεταποιέομαιは属格支配)。形容詞ἔνδηλοιに不定詞が後続する人称構文(ἔνδηλόν ἐστιν αὐτοὺς μεταποιεῖσθαιと同義)をとっており、「彼らが……を自負していることが明白であるところの」の意をなす。

  2. 3.2.21τῷ εὐπειθέστεροι τοῖς κεκτημένοις εἶναι

    冠詞付き不定詞(与格)τῷ εὐπειθέστεροι ... εἶναιは手段または原因を表す(「持ち主たちに対してより従順であることによって」)。不定詞の述語補語である形容詞比較級εὐπειθέστεροιが、主節の主語οἵ τε γάρ νέοιと一致して主格に置かれている点に注意。

  3. 3.2.21ὅσον οὔπω

    「いまだ〜ないというほど僅かな間に」、すなわち「今にも」「たちまちのうちに」を意味する慣用連語。ἐπίδοξοι ἦσαν(見込まれていた)と結合して、他の部隊も直ちに撤退を行うと見られていたことを表す。

  4. 3.2.26ἀνενεγκόντα δὲ τὸν βασιλέα ὑπολαβεῖν

    間接話法における対格不定詞構文(λέγουσιに統御される)。分詞ἀνενεγκόνταはἀναφέρωの第2アオリスト能動態分詞(対格)で、ここでは再帰的・自動詞的に「正気を取り戻して」「我に返って」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.2.15-3.2.26