- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:3.2.1-3.2.14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ゴート系諸部族の共通の起源と特徴が概説され、西ゴート族がアラリックに率いられてローマ領へ侵入し、無抵抗の都市を破壊し尽くした経緯が語られる。
Ὁνωρίου δὲ τὴν πρὸς ἡλίου δυσμαῖς ἔχοντος βασιλείαν βάρβαροι τὴν ἐκείνου κατέλαβον χώραν· οἵτινες δὲ καὶ ὅτῳ τρόπῳ, λελέξεται.
ホノリウスが日沈む西方の帝権を有していたとき、蛮族たちが彼の領土を占領した。彼らが何者であり、いかなる方法でそうしたのかが語られるであろう。
Γοτθικὰ ἔθνη πολλὰ μὲν καὶ ἄλλα πρότερόν τε ἦν καὶ τανῦν ἔστι, τὰ δὲ δὴ πάντων μέγιστά τε καὶ ἀξιολογώτατα Γότθοι τέ εἰσι καὶ Βανδίλοι καὶ Οὐισίγοτθοι καὶ Γήπαιδες. πάλαι μέντοι Σαυρομάται καὶ Μελάγχλαινοι ὠνομάζοντο· εἰσὶ δὲ οἳ καὶ Γετικὰ ἔθνη ταῦτ’ ἐκάλουν.
ゴート系の諸民族は他にもかつて多く存在し今も存在しているが、すべての中で最大かつ最も注目に値するのは、ゴート族、ヴァンダル族、西ゴート(ウィシゴート)族、およびゲピド(ゲーパイデス)族である。昔はサウロマタイ族やメランクライノイ族と呼ばれ、またこれらをゲタイ系の民族と呼ぶ者たちもいた。
οὗτοι ἅπαντες ὀνόμασι μὲν ἀλλήλων διαφέρουσιν, ὥσπερ εἴρηται, ἄλλῳ δὲ τῶν πάντων οὐδενὶ διαλλάσσουσι.
これらは皆、述べられたように名においては互いに異なっているものの、他のあらゆる点において何ら違うところがない。
λευκοί τε γὰρ ἅπαντες τὰ σώματά εἰσι καὶ τὰς κόμας ξανθοί, εὐμήκεις τε καὶ ἀγαθοὶ τὰς ὄψεις, καὶ νόμοις μὲν τοῖς αὐτοῖς χρῶνται, ὁμοίως δὲ τὰ ἐς τὸν θεὸν αὐτοῖς ἤσκηται. τῆς γὰρ Ἀρείου δόξης εἰσὶν ἅπαντες, φωνή τε αὐτοῖς ἐστι μία, Γοτθικὴ λεγομένη· καί μοι δοκοῦν1 ἐξ ἑνὸς μὲν εἶναι ἅπαντες τὸ παλαιὸν ἔθνους, ὀνόμασι δὲ ὕστερον τῶν ἑκάστοις ἡγησαμένων διακεκρίσθαι.
なぜなら、全員が身体の色が白く、髪は金髪で、背が高く、容貌に優れ、同じ掟を用い、神に対する信仰のあり方も同様に修めているからである。彼らは全員アリウス派の教義に従っており、言葉もゴート語と呼ばれる単一のものである。私には、彼らは皆古くは一つの民族であったのが、後にそれぞれの指導者たちの名によって区別されるようになったと思われる。
οὗτος ὁ λεὼς ὑπὲρ ποταμὸν Ἴστρον ἐκ παλαιοῦ ᾤκουν. ἔπειτα Γήπαιδες μὲν τὰ ἀμφὶ Σιγγιδόνον τε καὶ Σίρμιον χωρία ἔσχον, ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Ἴστρου, ἔνθα δὴ καὶ ἐς ἐμὲ ἵδρυνται.
この民は昔からイストロス川の彼方に住んでいた。その後、ゲピド族はイストロス川の内外にわたるシンギドヌムおよびシルミウム周辺の地を領し、まさに私の時代に至るまでそこに定着している。
Τῶν δὲ δὴ ἄλλων Οὐισίγοτθοι μὲν ἐνθένδε ἀναστάντες τὰ μὲν πρῶτα ἐς ξυμμαχίαν Ἀρκαδίου βασιλέως ἀφίκοντο, χρόνῳ δὲ ὕστερον (οὐ γὰρ οἶδε βαρβάροις ἐνδιαιτᾶσθαι ἡ ἐς Ῥωμαίους πίστις), ἡγουμένου αὐτοῖς Ἀλαρίχου, ἐς ἐπιβουλὴν ἑκατέρου βασιλέως ἐτράποντο, ἐκ Θρᾴκης τε ἀρξάμενοι ξυμπάσῃ Εὐρώπῃ ὡς πολεμίᾳ ἐχρήσαντο.
他の者たちの中では、西ゴート族がそこから立ち上がり、最初はアルカディウス帝との同盟に入ったが、しばらくのち(蛮族のうちにローマ人への忠誠がとどまることはないのだ)、アラリックに率いられて両皇帝に対する陰謀へと転じ、トラキアから始めてヨーロッパ全体を敵地として扱った。
βασιλεὺς δὲ Ὁνώριος πρότερον μὲν ἐν Ῥώμῃ καθῆστο, οὐδὲν ὅ τι καὶ πολέμιον ἐν νῷ ἔχων, ἀλλ’ ἀγαπῶν, οἶμαι, ἤν τις αὐτὸν ἐν τοῖς βασιλείοις ἡσυχάζειν ἐῴη.
ホノリウス帝はそれまではローマにとどまり、戦いに関わることは何も心にとどめず、宮廷で穏やかに過ごさせてもらえるならば満足していた、と私は思う。
ἐπεὶ δὲ οὐκ ἄποθεν οἱ βάρβαροι, ἀλλά που ἐν Ταυλαντίοις εἶναι στρατῷ μεγάλῳ ἠγγέλλοντο, καταλιπὼν τὰ βασίλεια οὐδενὶ κόσμῳ ἐς Ῥάβενναν φεύγει, πόλιν ἐχυρὰν ἐς αὐτόν που λήγοντα κειμένην τὸν Ἰόνιον κόλπον.
しかし、蛮族たちが遠からぬ地、タウランティオイ族の地のどこかに大軍を率いて現れたと報じられると、彼は宮廷を捨てて無秩序にラヴェンナへと逃れた。ここはまさにイオニア湾の終端あたりに位置する堅固な都市である。
εἰσὶ δὲ οἳ καὶ φασὶν αὐτὸν τοὺς βαρβάρους ἐπαγαγέσθαι, στάσεως αὐτῷ πρὸς τῶν ὑπηκόων γεγενημένης, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ὅσα γε τὸ τοῦ ἀνθρώπου ἐκλογίζεσθαι ἦθος.2 οἱ δὲ βάρβαροι, ἐπεὶ οὐδὲν σφίσιν ἀπήντα πολέμιον, γίνονται ὠμότατοι ἀνθρώπων ἁπάντων. πόλεις τε γάρ, ὅσας εἷλον, οὕτω κατειργάσαντο ὥστε οὐδὲν εἰς ἐμὲ αὐταῖς ἀπολέλειπται γνώρισμα, ἄλλως τε καὶ ἐντὸς τοῦ Ἰονίου κόλπου, πλήν γε δὴ ὅτι πύργον ἕνα ἢ πύλην μίαν ἤ τι τοιοῦτο αὐταῖς περιεῖναι ξυνέβη·
また、臣民の反乱が生じたために彼自身が蛮族を引き入れたのだと言う者たちもいるが、その男の性格を考慮する限り、彼らは私には信じがたいことを語っている。 他方、蛮族たちは、何ら敵対するものに出くわさなかったため、あらゆる人間の中で最も残忍な者となった。彼らは奪った都市をことごとく破壊したため、私の時代に至るまでそれらの都市には何の痕跡も残されていない。とりわけイオニア湾の内側においてはそうであり、ただ一つの塔や一つの門、あるいはそのような何かがそれらの都市にかろうじて残るにすぎない。
τούς τε ἀνθρώπους ἅπαντας ἔκτεινον, ὅσοι ἐγένοντο ἐν ποσίν,3 ὁμοίως μὲν πρεσβύτας, ὁμοίως δὲ νέους, οὔτε γυναικῶν οὔτε παίδων φειδόμενοι. ὅθεν εἰς ἔτι καὶ νῦν ὀλιγάνθρωπον τὴν Ἰταλίαν ξυμβαίνει εἶναι.
そして彼らは、行く手に現れた人々をことごとく殺害し、老人も若者も同様に、女も子供も容赦しなかった。そのために今なおイタリアは過疎のままである。
χρήματα δὲ ἅπαντα ἐληίσαντο ἐκ πάσης Εὐρώπης, καί, τό γε κεφάλαιον, ἐν Ῥώμῃ τῶν τε δημοσίων τῶν τε ἰδίων οὐδ’ ὁτιοῦν ἀπολιπόντες ἐπὶ Γαλλίας ἐχώρησαν. τρόπῳ δὲ ὅτῳ Ῥώμην Ἀλάριχος εἷλεν, ἐγὼ δηλώσω.
さらに彼らはヨーロッパ全土からすべての財貨を略奪し、要するに、ローマにおいて公有物であれ私有物であれ何一つ残さず、ガリアへと向かった。アラリックがいかなる方法でローマを攻略したか、私は明らかにしよう。
Ἐπειδὴ χρόνος τέ οἱ πολὺς ἐν τῇ προσεδρείᾳ ἐτέτριπτο καὶ οὔτε βίᾳ οὔτε τινὶ μηχανῇ ἄλλῃ ἴσχυσε τὸ χωρίον ἑλεῖν, ἐπενόει τάδε.
包囲に多くの時間が費やされ、武力によっても他のいかなる計略によってもその地を奪取することができなかったとき、彼は次のようなことを思いついた。
- 3.2.5καί μοι δοκοῦν
中性分詞 δοκοῦν が非人称的・絶対的に用いられた対格絶対構文(accusative absolute)。「私には〜と思われるのに/思われるところ」を意味し、後続の不定詞句 ἐξ ἑνὸς μὲν εἶναι... διακεκρίσθαι を支配する。
- 3.2.11ὅσα γε τὸ τοῦ ἀνθρώπου ἐκλογίζεσθαι ἦθος
関係代名詞中性複数対格 ὅσα に限定詞 γε と限定・観点の不定詞句(infinitive of limitation/respect)が結びついた慣用表現。「少なくともその男の性格を考慮・推量する限りにおいて」という制限節を構成している。
- 3.2.12ἐγένοντο ἐν ποσίν
ギリシア語散文における定型句・慣用表現で、字義通りには「足元に生じた」であるが、「(彼らの)行く手に現れた」「身近に居合わせた」の意で用いられている。
