← プロコピオス

戦史

§2.23.13-2.23.21

人々の束の間の改心と産業停止による飢餓

ペストの恐怖から悪人や党派争いの者たちも一時的に改心して埋葬に協力したが、難を逃れると以前にも増して邪悪になった。都市ではすべての産業が停止して飢餓が生じ、皇帝を含む市民全体が平民の服を着て家に籠もるに至った。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.23.13

τότε καὶ τοῦ δήμου ὅσοι στασιῶται πρότερον ἦσαν, ἔχθους τοῦ ἐς ἀλλήλους ἀφέμενοι τῆς τε ὁσίας τῶν τετελευτηκότων κοινῇ ἐπεμέλοντο καὶ φέροντες αὐτοὶ τοὺς οὐ προσήκοντας σφίσι νεκροὺς ἔθαπτον.

その当時、かつて党派争いに加わっていた民衆も、互いへの憎しみを捨てて死者に対する聖なる務めを共同で果たし、自分たちの親族ではない死者を自ら担いで埋葬した。

§2.23.14

ἀλλὰ καὶ ὅσοι πράγμασι τὰ πρότερα παριστάμενοι αἰσχροῖς τε καὶ πονηροῖς ἔχαιρον, οἵδε τὴν ἐς τὴν δίαιταν ἀποσεισάμενοι παρανομίαν τὴν εὐσέβειαν ἀκριβῶς ἤσκουν, οὐ τὴν σωφροσύνην μεταμαθόντες οὐδὲ τῆς ἀρετῆς ἐρασταί τινες ἐκ τοῦ αἰφνιδίου γεγενημένοι·

そればかりか、以前は恥ずべき邪悪な行いに身を投じて喜んでいた者たちも、生活習慣における不法を振り捨てて厳格に敬虔さを実践した。もっとも、彼らが思慮分別を身につけ直したわけでも、突如として徳の愛好者となったわけでもない。

§2.23.15

ἐπεὶ τοῖς ἀνθρώποις ὅσα ἐμπέπηγε φύσει ἢ χρόνου μακροῦ διδασκαλίᾳ ῥᾷστα δὴ οὕτω μεταβάλλεσθαι ἀδύνατά ἐστιν, ὅτι μὴ θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος·1 ἀλλὰ τότε ὡς εἰπεῖν ἅπαντες καταπεπληγμένοι μὲν τοῖς ξυμπίπτουσι, τεθνήξεσθαι δὲ αὐτίκα δὴ μάλα οἰόμενοι, ἀνάγκῃ, ὡς τὸ εἰκός, πάσῃ τὴν ἐπιείκειαν ἐπὶ καιροῦ μετεμάνθανον.

というのも、人間に生まれつき、あるいは長年の教えによって深く染みついた性質は、神的な善の息吹が吹き込まれない限り、かくも容易に変化することは不可能だからである。しかし当時、いわばすべての者が眼前で起きている事態に打ちひしがれ、今にも死ぬものと思い込んでいたため、当然のことながら、切迫した状況にあって当座の間だけ善き態度を身につけ直していたにすぎなかった。

§2.23.16

ταῦτά τοι, ἐπειδὴ τάχιστα τῆς νόσου ἀπαλλαγέντες ἐσώθησαν ἔν τε τῷ ἀσφαλεῖ γεγενῆσθαι ἤδη ὑπετόπασαν, ἅτε τοῦ κακοῦ ἐπ’ ἄλλους ἀνθρώπων τινὰς κεχωρηκότος, ἀγχίστροφον αὖθις τῆς γνώμης τὴν μεταβολὴν ἐπὶ τὰ χείρω πεποιημένοι, μᾶλλον ἢ πρότερον τὴν τῶν ἐπιτηδευμάτων ἀτοπίαν ἐνδείκνυνται, σφᾶς αὐτοὺς μάλιστα τῇ τε πονηρίᾳ καὶ τῇ ἄλλῃ παρανομίᾳ νενικηκότες·2 ἐπεὶ καὶ ἀπισχυρισάμενος ἄν τις οὐ τὰ ψευδῆ εἴποι ὡς ἡ νόσος ἥδε εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐς τὸ ἀκριβὲς ἀπολεξαμένη τοὺς πονηροτάτους ἀφῆκεν. ἀλλὰ ταῦτα μὲν τῷ ὑστέρῳ ἀποδέδεικται χρόνῳ.

それゆえ彼らは、病から解放されて助かり、災厄が他の人々に移ったためにすでに安全になったと推測するやいなや、瞬く間に心境を再び悪しき方向へと転じさせ、以前にも増して常軌を逸した素行を示し、悪徳とその他の不法において自らの以前の姿すら凌駕した。実際、ある者が、この病は偶然によってであれ摂理によってであれ、最も邪悪な者たちを正確に選び出して生かしておいたのだと言い張ったとしても、虚偽を語ったことにはならないであろう。しかしこれらのことは、後の時代に示されることとなった。

§2.23.17

Τότε δὲ ἀγοράζοντά τινα οὐκ εὐπετὲς ἐδόκει εἶναι ἔν γε Βυζαντίῳ ἰδεῖν, ἀλλ’ οἴκοι καθήμενοι ἅπαντες ὅσοις ξυνέβαινε τὸ σῶμα ἐρρῶσθαι, ἢ τοὺς νοσοῦντας ἐθεράπευον, ἢ τοὺς τετελευτηκότας ἐθρήνουν.

当時ビュザンティオンでは、広場を往来する者を見かけることは容易ではなく、肉体が健康であった者たちは皆、家に座して、病人を看病するか、死者を悼んでいた。

§2.23.18

ἢν δέ τις καὶ προϊόντι τινὶ ἐντυχεῖν ἴσχυσεν, ὅδε τῶν τινα νεκρῶν ἔφερεν. ἐργασία τε ξύμπασα ἤργει, καὶ τὰς τέχνας οἱ τεχνῖται μεθῆκαν ἁπάσας, ἔργα τε ἄλλα ὅσα δὴ ἕκαστοι ἐν χερσὶν εἶχον.

たとえ誰かが外出する者に出くわすことがあったとしても、その者は死者の誰かを運んでいるのであった。あらゆる仕事は停止し、職人たちはすべての工芸を放棄し、各自が手にしていた他のすべての仕事も放棄した。

§2.23.19

ἐν πόλει γοῦν ἀγαθοῖς ἅπασιν ἀτεχνῶς εὐθηνούσῃ λιμός τις ἀκριβὴς ἐπεκώμαζεν. ἄρτον ἀμέλει ἢ ἄλλο ὁτιοῦν διαρκῶς ἔχειν χαλεπόν τε ἐδόκει καὶ λόγου πολλοῦ ἄξιον εἶναι· ὥστε καὶ τῶν νοσούντων τισὶν ἄωρον ξυμβῆναι δοκεῖν ἀπορίᾳ τῶν ἀναγκαίων τὴν τοῦ βίου καταστροφήν.

かくして、あらゆる良きものに極めて恵まれていた都市において、完全な飢饉が猛威を振るった。パンやその他のものを十分に得ることすら困難であり、大いに特筆すべきことであると思われた。その結果、病人のうちのある者たちには、生活必需品の不足によって早すぎる命の終焉がもたらされたとさえ思われた。

§2.23.20

καὶ τὸ ξύμπαν εἰπεῖν, χλαμύδα οὐκ ἦν ἐνδιδυσκόμενόν τινα ἐν Βυζαντίῳ τὸ παράπαν ἰδεῖν,3 ἄλλως τε ἡνίκα βασιλεῖ νοσῆσαι ξυνέβη (καὶ αὐτῷ γὰρ ξυνέπεσε βουβῶνα ἐπῆρθαι), ἀλλ’ ἐν πόλει βασιλείαν ἐχούσῃ ξυμπάσης τῆς Ῥωμαίων ἀρχῆς ἱμάτια ἐν ἰδιωτῶν λόγῳ ἅπαντες ἀμπεχόμενοι ἡσυχῆ ἔμενον.

要するに、ビュザンティオンでは役人の外套を身につけている者をまったく見かけることができず、とりわけ皇帝が病に倒れたとき(彼自身にも鼠径部の腫脹が生じたのである)はなおさらであった。全ローマ帝国の帝都である都市において、すべての者が私人としての衣服をまとい、静かに家に留まっていたのである。

§2.23.21

τὰ μὲν οὖν ἀμφὶ τῷ λοιμῷ ἔν τε τῇ ἄλλῃ Ῥωμαίων γῇ καὶ ἐν Βυζαντίῳ ταύτῃ πη ἔσχεν. ἐπέσκηψε δὲ καὶ ἐς τὴν Περσῶν γῆν καὶ ἐς βαρβάρους τοὺς ἄλλους ἅπαντας.

ペストに関する事態は、ローマ領の他の地においても、ビュザンティオンにおいてもこのようであった。そしてこの病は、ペルシア人の地にも、他のあらゆる異民族の間にも襲来したのである。

構文注3 件
  1. 2.23.15ὅτι μὴ θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος

    ὅτι μή は成句として「〜を除いて(except, unless)」の意味を表し、εἰ μή と同等に機能する。ここでは後ろに絶対属格(θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος)を伴い、「神的な善の何かが吹き込まれた場合を除いては」という例外・条件を導いている。

  2. 2.23.16σφᾶς αὐτοὺς μάλιστα τῇ τε πονηρίᾳ καὶ τῇ ἄλλῃ παρανομίᾳ νενικηκότες

    完了分詞 νενικηκότες に再帰代名詞対格 σφᾶς αὐτούς が結びつき、文字通りには「邪悪さにおいて自分たち自身を打ち負かした」となる。これは自らの過去の悪行の記録を自ら塗り替えた、すなわち「以前の自分たちをも凌駕した(outdone themselves)」ことを意味する修辞的表現である。

  3. 2.23.20χλαμύδα οὐκ ἦν ἐνδιδυσκόμενόν τινα ἐν Βυζαντίῳ τὸ παράπαν ἰδεῖν

    οὐκ ἦν ἰδεῖν は「見ることが不可能であった」を表す非人称表現で、その不定詞 ἰδεῖν の意味上の目的語が τινα ἐνδιδυσκόμενον(身にまとっている誰か)である。χλαμύς は帝政期において官吏や軍人の公的な装束を指し、官職の停止と都市機能の麻痺を象徴している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.23.13-2.23.21