← プロコピオス

戦史

§2.23.1-2.23.12

死者の急増と埋葬体制の崩壊および混乱

ビュザンティオンにおけるペスト流行の推移と激化が描かれ、死者の急増に伴う埋葬体制の崩壊、皇帝によるテオドロスの任命、塔への遺体収容による悪臭、伝統的埋葬慣習の完全な破綻が記録される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.23.1

Ἡ μὲν οὖν νόσος ἐν Βυζαντίῳ ἐς τέσσαρας διῆλθε μῆνας, ἤκμασε δὲ ἐν τρισὶ μάλιστα.

さて、この病気はビュザンティオンにおいて四か月にわたって続き、とりわけ三か月のあいだ猛威を振るった。

§2.23.2

καὶ κατ’ ἀρχὰς μὲν ἔθνησκον τῶν εἰωθότων ὀλίγῳ πλείους, εἶτα ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο, μετὰ δὲ ἐς πεντακισχιλίους ἡμέρᾳ ἑκάστῃ ἐξικνεῖτο τὸ τῶν νεκρῶν μέτρον, καὶ αὖ πάλιν ἐς μυρίους τε καὶ τούτων ἔτι πλείους ἦλθε.

そして初めのうちは、死者は平常時よりわずかに多い程度であったが、その後災厄はさらに膨れ上がり、やがて死者の数は一日につき五千人に達し、さらに一万人、あるいはそれ以上にまで達した。

§2.23.3

τὰ μὲν οὖν πρῶτα τῆς ταφῆς αὐτὸς ἕκαστος ἐπεμελεῖτο τῶν κατὰ τὴν οἰκίαν νεκρῶν, οὓς δὴ καὶ ἐς ἀλλοτρίας θήκας ἐρρίπτουν ἢ λανθάνοντες ἢ βιαζόμενοι· ἔπειτα δὲ πάντα ἐν ἅπασι ξυνεταράχθη.

それゆえ最初のうちは、各人が自ら自分の家の死者の埋葬を世話し、彼らは他人の墓穴にも人目を忍ぶか力づくで投げ込んでいたが、その後は万事がことごとく混乱に陥った。

§2.23.4

δοῦλοί τε γὰρ ἔμειναν δεσποτῶν ἔρημοι, ἄνδρες τε τὰ πρότερα λίαν εὐδαίμονες τῆς τῶν οἰκετῶν ὑπουργίας ἢ νοσούντων ἢ τετελευτηκότων ἐστέρηντο, πολλαί τε οἰκίαι παντάπασιν ἔρημοι ἀνθρώπων ἐγένοντο.

というのも、奴隷は主人を失い、かつては極めて裕福であった人々も、召使いたちが病に倒れるか死亡したためにその奉仕を奪われ、多くの家が完全に無人となったからである。

§2.23.5

διὸ δὴ ξυνέβη τισὶ τῶν γνωρίμων τῇ ἀπορίᾳ ἡμέρας πολλὰς ἀτάφοις εἶναι. Ἔς τε βασιλέα ἡ τοῦ πράγματος πρόνοια, ὡς τὸ εἰκός, ἦλθε. στρατιώτας οὖν ἐκ παλατίου καὶ χρήματα νείμας Θεόδωρον ἐκέλευε τοῦ ἔργου τούτου ἐπιμελεῖσθαι, ὃς δὴ ἀποκρίσεσι ταῖς βασιλικαῖς ἐφειστήκει, ἀεὶ τῷ βασιλεῖ τὰς τῶν ἱκετῶν δεήσεις ἀγγέλλων, σημαίνων τε αὖθις ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη.1 ῥεφερενδάριον τῇ Λατίνων φωνῇ τὴν τιμὴν ταύτην καλοῦσι Ῥωμαῖοι.

そのため、名士のうちのある者たちさえも、なすすべなく何日も埋葬されないままでいる事態が生じた。そしてこの事態への配慮は、当然のことながら皇帝のもとへと持ち込まれた。そこで皇帝は宮殿から兵士たちと資金を割り当て、テオドロスにこの職務を担当するよう命じた。この男は皇帝の勅答を司る立場にあり、常に請願者たちの願いを皇帝に伝え、さらに皇帝が望まれる事柄を告知する役目を果たしていた。ローマ人たちはラテン人の言葉でこの職掌をレフェレンダリウスと呼んでいる。

§2.23.7

οἷς μὲν οὖν οὔπω παντάπασιν ἐς ἐρημίαν ἐμπεπτωκότα τὰ κατὰ τὴν οἰκίαν ἐτύγχανεν, αὐτοὶ ἕκαστοι τὰς τῶν προσηκόντων ἐποιοῦντο ταφάς.

そこで、家の事情がまだ完全な途絶に陥っていなかった者たちは、各自で身内の埋葬を行った。

§2.23.8

Θεόδωρος δὲ τά τε βασιλέως διδοὺς χρήματα καὶ τὰ οἰκεῖα προσαναλίσκων τοὺς ἀπημελημένους τῶν νεκρῶν ἔθαπτεν.

一方テオドロスは、皇帝から支給された資金を費やし、自らの私財も注ぎ足しながら、放置された死者たちを埋葬していった。

§2.23.9

ἐπεὶ δὲ τὰς θήκας ἁπάσας αἳ πρότερον ἦσαν ἐμπίπλασθαι τῶν νεκρῶν ἔτυχεν, οἱ δὲ ὀρύσσοντες ἅπαντα ἐφεξῆς τὰ ἀμφὶ τὴν πόλιν χωρία, ἐνταῦθά τε τοὺς θνήσκοντας κατατιθέμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἀπηλλάσσοντο, ἔπειτα δὲ οἱ τὰς κατώρυχας ταύτας ποιούμενοι πρὸς τῶν ἀποθνησκόντων τὸ μέτρον οὐκέτι ἀντέχοντες, ἐς τοὺς πύργους τοῦ περιβόλου ἀνέβαινον2 ὃς ἐν Συκαῖς ἐστι·

しかし、以前からあった墓穴のすべてが死者で満杯になるに至ると、人々は都市を取り巻く土地を片端から掘り返し、そこに死者たちを横たえては各自どうにかして立ち去っていたが、やがてこれらの土坑を掘る者たちも死者の数に耐え切れなくなり、シュカイにある城壁の塔へと登った。

§2.23.10

τάς τε ὀροφὰς περιελόντες ἐνταῦθα ἐρρίπτουν τὰ σώματα οὐδενὶ κόσμῳ, καὶ ξυννήσαντες, ὥς πη ἑκάστῳ παρέτυχεν, ἐμπλησάμενοί τε τῶν νεκρῶν ὡς εἰπεῖν ἅπαντας, εἶτα ταῖς ὀροφαῖς αὖθις ἐκάλυπτον. καὶ ἀπ’ αὐτοῦ πνεῦμα δυσῶδες ἐς τὴν πόλιν ἰὸν ἔτι μᾶλλον ἐλύπει τοὺς ταύτῃ ἀνθρώπους, ἄλλως τε ἢν καὶ ἄνεμός τις ἐκεῖθεν ἐπίφορος ἐπιπνεύσειε.

そして屋根を取り払い、そこに遺体を秩序もなく投げ込み、各人がその場で行き当たりばったりに積み重ね、いわばすべての塔を死者で満たしたうえで、再び屋根で覆い隠した。そしてそこから都市へと漂ってくる悪臭が、そこの人々をいっそう苦しめることとなった。とりわけあちらから順風が吹きつけてくる時はなおさらであった。

§2.23.12

Πάντα τε ὑπερώφθη τότε τὰ περὶ τὰς ταφὰς νόμιμα. οὔτε γὰρ παραπεμπόμενοι ᾗ νενόμισται οἱ νεκροὶ ἐκομίζοντο οὔτε καταψαλλόμενοι ἧπερ εἰώθει, ἀλλ’ ἱκανὸν ἦν, εἰ φέρων τις ἐπὶ τῶν ὤμων τῶν τετελευτηκότων τινὰ ἔς τε τῆς πόλεως τὰ ἐπιθαλάσσια ἐλθὼν ἔρριψεν, οὗ δὴ ταῖς ἀκάτοις ἐμβαλλόμενοι σωρηδὸν ἔμελλον ὅπη παρατύχοι κομίζεσθαι.

埋葬に関する慣習は当時すべて無視された。というのも、死者は定められた儀礼に従って送られることもなく、慣行に従って賛美歌を歌われることもなく、死者の誰かを肩に担ぎ、都市の沿岸部にやって来て投げ捨てれば十分であり、そこから死者たちは小舟にうずたかく積まれて、行き当たりばったりの場所に運ばれていくのであった。

構文注2 件
  1. 2.23.6ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη

    与格 αὐτῷ と分詞 βουλομένῳ が結合した「望むところである」を意味する述語与格構文(mihi volenti est 型)である。希求法 εἴη は間接話法における過去の条件を表す関係節内の形式である。

  2. 2.23.9ἐπεὶ δὲ τὰς θήκας ἁπάσας αἳ πρότερον ἦσαν ἐμπίπλασθαι τῶν νεκρῶν ἔτυχεν, οἱ δὲ ὀρύσσοντες ... ἀπηλλάσσοντο, ἔπειτα δὲ οἱ τὰς κατώρυχας ταύτας ποιούμενοι ... ἐς τοὺς πύργους τοῦ περιβόλου ἀνέβαινον

    従属節 ἐπεὶ δὲ ... ἔτυχεν に続き、主節に οἱ δὲ ... ἀπηλλάσσοντο(帰結節の δέ、apodotic de)が現れ、さらに事態の進展を表す ἔπειτα δὲ ... ἀνέβαινον へと重層的に展開する長大な構文。墓地が尽きた初期の場当たり的埋葬から、それすら耐え切れなくなって塔へと運ぶ段階的変化を接続詞 δέ の連続で描いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:2.23.1-2.23.12