- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.18.1-1.18.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カバデスはアザレテスとアラマウンダロスに命じてコンマゲネ地方へ進攻させ、ベリサリウスは軍を集結させてこれを追尾する。退却するペルシア軍にカリニコス対岸で追いついたローマ軍が交戦を熱望するなか、ベリサリウスは将兵を説得すべく演説を始める。
Τούτου οὖν τότε τοῦ ἀνδρὸς τῇ ὑποθήκῃ ἡσθεὶς Καβάδης ἄνδρας πεντακισχιλίους τε καὶ μυρίους ἀπολεξάμενος Ἀζαρέθην αὐτοῖς ἄνδρα Πέρσην ἐπέστησε διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ σφίσιν Ἀλαμούνδαρον τῆς πορείας ἐξηγεῖσθαι ἐκέλευεν.
そこでカバデスはその時この男の献策に喜び、一万五千の兵を選抜して、軍事において格別に優れたペルシア人アザレテスをその指揮官に任じ、アラマウンダロスには行軍の案内役を務めるよう命じた。
οἱ δὲ τὸν Εὐφράτην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις, γῆν τε πορευθέντες τινὰ ἔρημον ἀνθρώπων, ἄφνω ἐς τῶν Κομμαγηνῶν καλουμένων τὴν χώραν παρὰ δόξαν ἐσέβαλλον.
彼らはアッスリア地方でユーフラテス川を渡り、人気のない荒野を進んで、不意に予想を覆していわゆるコンマゲネ地方へと侵入した。
αὕτη τε πρώτη ἐνθένδε Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Ῥωμαίων ἐγένετο, ὅσα γε ἡμᾶς ἀκοῇ ἢ τρόπῳ τῳ ἄλλῳ ἐπίστασθαι,1 καὶ πάντας Ῥωμαίους τῷ ἀπροσδοκήτῳ κατέπληξεν.
私たちの伝え聞くところ、あるいは他のいかなる手段で知るかぎりにおいても、ペルシア軍がこの方面からローマ領に侵攻したのはこれが初めてのことであり、その不意打ちによってすべてのローマ人を恐怖に陥れた。
ἃ δὴ ἐπεὶ Βελισάριος ἔμαθε, τὰ μὲν πρῶτα διηπορεῖτο, μετὰ δὲ βοηθεῖν κατὰ τάχος ἔγνω. φυλακήν τε αὐτάρκη ἐν πόλει ἑκάστῃ καταστησάμενος, ὅπως μὴ Καβάδης τε καὶ στράτευμα τῶν πολεμίων ἄλλο ἐνταῦθα ἰόντες ἀφύλακτα τὸ παράπαν εὑρήσουσι τὰ ἐπὶ Μεσοποταμίας χωρία, αὐτὸς τῷ ἄλλῳ στρατῷ ὑπηντίαζεν, Εὐφράτην τε ποταμὸν διαβάντες σπουδῇ πολλῇ πρόσω ἐχώρουν.
ベリサリウスはこのことを知ると、最初は途方に暮れたが、のち速やかに救援に向かうことを決意した。そして、カバデスや他の敵軍がそこへ攻め寄せてメソポタミアの要地を完全に無防備な状態で見出すことのないよう、各都市に十分な守備隊を配置したうえで、自らは残りの軍勢を率いて迎撃に向かい、ユーフラテス川を渡って大急ぎで前進した。
ὁ μὲν οὖν Ῥωμαίων στρατὸς ἐς δισμυρίους μάλιστα πεζούς τε καὶ ἱππέας ξυνῄει, καὶ αὐτῶν Ἴσαυροι οὐχ ἧσσον ἢ δισχίλιοι ἦσαν.
こうして集結したローマ軍は、歩兵と騎兵を合わせておよそ二万に達し、そのうちイサウリア兵は二千を下らなかった。
ἄρχοντες δὲ ἱππέων μὲν ἅπαντες ἦσαν οἳ τὰ πρότερα τὴν ἐν Δάρας μάχην πρός τε Πέρσας καὶ Μιρράνην διήνεγκαν, πεζῶν δὲ τῶν τις δορυφόρων Ἰουστινιανοῦ βασιλέως, Πέτρος ὄνομα.
騎兵の指揮官たちは皆、かつてダラスの戦いでペルシア軍およびミルラネスを相手に戦い抜いた者たちであり、歩兵の指揮官はユスティニアヌス皇帝の近衛兵の一人、名をペトロスという人物であった。
τοῖς μέντοι Ἰσαύροις Λογγῖνός τε καὶ Στεφανάκιος ἐφειστήκεσαν. ἐνταῦθα δὲ καὶ Ἀρέθας αὐτοῖς ξὺν τῷ Σαρακηνῶν στρατεύματι ἦλθεν.
またイサウリア兵はロンギノスとステファナキオスが率いていた。そこへアレタスもサラケノイ人の軍勢を率いて合流した。
ἐπεί τε ἐς Χαλκίδα πόλιν ἀφίκοντο, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον, ἐπεὶ τοὺς πολεμίους ἐν χωρίῳ Γαββουλῶν εἶναι ἐπύθοντο, δέκα καὶ ἑκατὸν σταδίοις Χαλκίδος διέχοντι.
彼らはカルキス市に到着すると、陣営を張ってそこに留まった。敵がカルキスから百十スタディオン離れたガッブラの地にいると知ったからである。
ὃ δὴ γνόντες Ἀλαμούνδαρός τε καὶ Ἀζαρέθης τόν τε κίνδυνον κατορρωδήσαντες, ἐπίπροσθεν οὐκέτι ἐχώρουν, ἀλλ’ ἐπ’ οἴκου αὐτίκα δὴ ἀποχωρεῖν ἔγνωσαν. αὐτοί τε γοῦν Εὐφράτην ποταμὸν ἐν ἀριστερᾷ ἔχοντες ὀπίσω ἀπήλαυνον καὶ ὁ Ῥωμαίων στρατὸς ὄπισθεν εἵπετο.
これを知ったアラマウンダロスとアザレテスは、危険を恐れてもはや前進せず、直ちに故国へと撤退することを決した。彼らはユーフラテス川を左手に見て引き返し、ローマ軍はその背後を追尾した。
ἔν τε τῷ χώρῳ οὗ δὴ οἱ βάρβαροι ἐς νύκτα ἑκάστην ηὐλίζοντο, ἀεὶ Ῥωμαῖοι τῇ ἐπιγινομένῃ νυκτὶ ἔμενον.
そして、異民族たちが夜ごとに宿営したその場所に、常に翌晩ローマ軍が滞在した。
Βελισάριος γὰρ ἐξεπίτηδες ὁδόν τινα πλείω πορεύεσθαι τὸ στράτευμα οὐδαμῆ εἴα, ἐπεί οἱ οὐκ ἦν βουλομένῳ τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι,2 ἀλλ’ ἀποχρῆν ᾤετο σφίσι Πέρσας τε καὶ Ἀλαμούνδαρον ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας, εἶτα ἐνθένδε οὕτω δὴ ἀποκεχωρηκότας, ἀπράκτους εἰς τὰ οἰκεῖα κομίζεσθαι.3 διὸ δὴ ἅπαντες αὐτῷ λάθρα ἐλοιδοροῦντο, ἄρχοντές τε καὶ στρατιῶται, ἐκάκιζε μέντοι αὐτὸν ἐς ὄψιν οὐδείς.
というのも、ベリサリウスは軍隊がそれ以上の距離を進むことをあえて決して許さなかったからである。彼には敵と刃を交える望みがなく、むしろペルシア軍とアラマウンダロスがローマ領に侵入したものの、そこからこのように退却し、何の戦果も得ずに自国へ帰還することで自分たちには十分であると考えていたのである。そのため、指揮官も兵士も皆ひそかに彼を罵倒したが、面と向かって彼を非難する者はいなかった。
Τελευτῶντες δὲ Πέρσαι μὲν ἐν τῇ τοῦ Εὐφράτου ἠϊόνι ηὐλίσαντο ἣ δὴ πόλεως Καλλινίκου ἀντιπέρας ἐστίν. ἐνθένδε γὰρ διὰ χώρας πρὸς οὐδενὸς ἀνθρώπων οἰκουμένης πορεύεσθαι ἔμελλον, οὕτω τε τῆς Ῥωμαίων γῆς ἀπαλλάσσεσθαι.
やがてペルシア軍は、カリニコスの町の対岸にあたるユーフラテス河畔に宿営した。そこから無人の地を通って行軍し、そうしてローマ領を脱出する腹づもりであったからである。
οὐ γὰρ ἔτι διενοοῦντο ἰέναι ὥσπερ τὰ πρότερα, τῆς τοῦ ποταμοῦ ὄχθης ἐχόμενοι. Ῥωμαῖοι δὲ διανυκτερεύσαντες ἐν πόλει Σούρων ἐνθένδε τε ἐξαναστάντες, καταλαμβάνουσι συσκευαζομένους ἤδη ἐς τὴν ἄφοδον τοὺς πολεμίους.
彼らはもはや以前のように川岸沿いに進むつもりはなかった。他方、ローマ軍はスラ市で夜を明かしてそこを出立し、すでに出発の準備を整えている敵に追いついた。
ἑορτὴ δὲ ἡ Πασχαλία ἐπέκειτο ἡμέρᾳ ἐπιγενησομένη τῇ ὑστεραίᾳ, ἣν δὴ σέβονται Χριστιανοὶ πασῶν μάλιστα, ἡμέρᾳ τε τῇ ταύτης προτέρᾳ σιτίων τε καὶ ποτοῦ ἀπεχόμενοι οὐ διημερεύειν νενομίκασι μόνον, ἀλλὰ καὶ πόρρω που νήστεις τῶν νυκτῶν ἰέναι.4
折しも翌日に迫っていたのは復活祭の祝日であり、これはキリスト教徒が何よりも重んじるもので、その前日には飲食を断ち、一日中を過ごすだけでなく、夜の更けるまで断食を続けるのが慣わしとなっていた。
τότε οὖν ἅπαντας Βελισάριος ὀργῶντας ἐπὶ τοὺς πολεμίους ὁρῶν, ταύτης τε ἀποστῆσαι τῆς γνώμης ἐθέλων ʽταῦτα γάρ οἱ καὶ Ἑρμογένης ἐγίνωσκεν ἄρτι ἐπὶ πρεσβείᾳ ἐκ βασιλέως ἥκων’ τοὺς παραγενομένους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε “Ποῖ φέρεσθε,
その時ベリサリウスは、皆が敵に向かって突進しようと逸り立つのを見て、この企てを思いとどまらせようと欲し(皇帝からの使節として到着したばかりのエルモゲネスも彼と同じ考えであった)、集まった一同を召集して次のように語った。「諸君はどこへ駆り立てられているのか、
- 1.18.3ὅσα γε ἡμᾶς ἀκοῇ ἢ τρόπῳ τῳ ἄλλῳ ἐπίστασθαι
制限的用法・限定的関係節(limiting infinitive clause)であり、ὡς あるいは ὅσον/ὅσα に不定詞が後続して「私たちが耳にしあるいは知るかぎりでは」という知識の範囲を限定する慣用表現を構成している。主節の述語に対する副詞的修飾節として機能する。
- 1.18.11ἐπεί οἱ οὐκ ἦν βουλομένῳ τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι
与格 βουλομένῳ は人称代名詞 οἱ(Belisarius を指す)と一致し、述語名詞的・述語形容詞的に用いられて心的な態度・意向を示す慣用構文(βουλομένῳ μοί ἐστιν 型構文、「〜にとって望ましい」)である。直訳すると「敵と白兵戦に及ぶことは彼にとって望むところではなかった」となる。
- 1.18.11ἀποχρῆν ᾤετο σφίσι Πέρσας τε καὶ Ἀλαμούνδαρον ... ἀπράκτους εἰς τὰ οἰκεῖα κομίζεσθαι
ᾤετο(主動詞)が支配する対格不定詞構文の中に、非人称動詞 ἀπόχρηの不定詞 ἀποχρῆν が置かれ、さらにその意味上の主語として Πέρσας τε καὶ Ἀλαμούνδαρον ... κομίζεσθαι(分詞 ἐσβεβληκότας および ἀποκεχωρηκότας を伴う対格不定詞)が埋め込まれている多層的な不定詞構文。与格 σφίσι はローマ軍全体を指す利害の与格。
- 1.18.15πόρρω που νήστεις τῶν νυκτῶν ἰέναι
πόρρω は「遠くへ」を意味する副詞で、部分属格あるいは時間の属格 τῶν νυκτῶν を伴って「夜の深くまで」を意味する。ἰέναι は比喩的に「進む、至る」を表し、形容詞 νήστεις(主語の補語)とともに「絶食のまま夜更けに至る」という聖週間の断食慣行を述べている。
