← プロコピオス

戦史

§1.17.34-1.17.48

シリア進撃策とアラマウンダロスの武威

アラマウンダロスはカバデスに対し、防備の薄いシリアおよびアンティオケイアへの奇襲進撃を進言する。著者はアラマウンダロスが半世紀にわたりローマ領を荒らし回った手腕と恐るべき強さを詳述し、ローマ側が対抗策としてアレタスを王格に立てるも彼を抑え込めなかった経緯を記す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.17.34

Μεσοποταμίας γὰρ καὶ τῆς Ὀσροηνῆς καλουμένης χώρας,1 ἅτε τῶν σῶν ὁρίων ἄγχιστα οὔσης, αἵ τε πόλεις ὀχυρώταταί εἰσι πασῶν μάλιστα καὶ στρατιωτῶν πλῆθος οἷον οὐ πώποτε πρότερον τανῦν ἔχουσιν, ὥστε ἡμῖν αὐτόσε ἰοῦσιν οὐκ ἐν τῷ ἀσφαλεῖ τὰ τῆς ἀγωνίας γενήσεται, ἐν μέντοι τῇ χώρᾳ, ἣ ἐκτὸς Εὐφράτου ποταμοῦ τυγχάνει οὖσα, καὶ τῇ ταύτης ἐχομένῃ Συρίᾳ οὔτε πόλεως ὀχύρωμα οὔτε στράτευμα λόγου ἄξιόν ἐστι.

というのも、メソポタミアおよびいわゆるオスロエネ地方は、あなたの国境に極めて近接しているため、その都市群はあらゆる都市の中で最も堅固であり、今やかつてないほど大量の兵士を擁しているからです。したがって、私たちがそこへ進軍しても、戦闘の行方は安全なものとはならないでしょう。しかし、ユーフラテス川の外側にある土地や、これに隣接するシリアにおいては、見るべき都市の要塞も軍勢も存在しません。

§1.17.35

ταῦτα γὰρ πολλάκις πρὸς τῶν ἐπὶ κατασκοπῇ ἐς ταύτας ἐσταλμένων Σαρακηνῶν ἤκουσα.

これらのことは、当地へ偵察に派遣されたサラケノイ人たちから私がしばしば耳にしたことです。

§1.17.36

ἔνθα δὴ καὶ πόλιν Ἀντιόχειαν εἶναί φασι, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ πρώτην πόλεων ἁπασῶν τῶν ἐν τοῖς ἑῴοις Ῥωμαίοις οὖσαν· ἣ δὴ ἀφύλακτός τε καὶ στρατιωτῶν ἔρημός ἐστιν.

そしてかの地にはアンティオケイアという都市があり、富と規模、そして人口の多さにおいて、東方のローマ領のすべての都市の中で第一のものであると伝えられております。しかもこの町は無防備で、兵士も不在のままです。

§1.17.37

οὐ γὰρ ἄλλου οὐδενὸς τῷ ταύτης δήμῳ ὅτι μὴ πανηγύρεών τε καὶ τρυφῆς μέλει καὶ τῆς ἐν θεάτροις ἀεὶ πρὸς ἀλλήλους φιλονεικίας.

かの地の民衆は、祭典や放蕩、劇場で常に互いに張り合うこと以外、何一つ意に介さないからです。

§1.17.38

ὥστε ἢν ἐκ τοῦ ἀπροσδοκήτου ἐπ’ αὐτοὺς ἴωμεν, τήν τε πόλιν αἱρήσειν ἡμᾶς ἐξ ἐπιδρομῆς οὐδὲν ἀπεικὸς καὶ μηδενὶ ἐντυχόντας πολεμίων στρατῷ εἶτα ἐπανελθεῖν ἐς τὰ Περσῶν ἤθη, οὔπω πεπυσμένων τὰ ξυμπεσόντα τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν.2

ですから、もし私たちが不意に彼らを急襲すれば、突撃によって都市を奪取することは大いにありうることですし、敵のいかなる軍勢とも遭遇することなく、メソポタミアの兵士たちが事の顛末をまだ知らぬうちに、ペルシアの地に帰還できるでしょう。

§1.17.39

ὕδατος δὲ ἢ ἄλλου του τῶν ἐπιτηδείων ἀπορίας πέρι μηδέν σε εἰσίτω·3 ἐγὼ γὰρ τῷ στρατῷ ἐξηγήσομαι ὅπη ἂν δοκῇ ἄριστα εἶναι.”

水やその他の必需品の不足については、何も思い煩うことはありません。私が最善と思われるところへ軍を導くつもりですから。」

§1.17.40

Ταῦτα ἀκούσας Καβάδης οὔτε ἀντιτείνειν οὔτε ἀπιστεῖν εἶχεν. ἦν γὰρ Ἀλαμούνδαρος ξυνετώτατός τε καὶ τῆς κατὰ πόλεμον ἐμπειρίας εὖ ἥκων, Πέρσαις τε πιστὸς ἐς τὰ μάλιστα καὶ διαφερόντως δραστήριος, ὃς δὴ ἐς πεντήκοντα ἐνιαυτῶν χρόνον ἐς γόνυ ἐλθεῖν τὰ Ῥωμαίων ἐποίησε πράγματα.

これを聞いたカバデスは、反論することも信じないでいることもできなかった。アラマウンダロスは極めて聡明で、戦争に関する経験にも長けており、ペルシア人に対して比類なく忠実で格別に活動的であり、実に五十年の間、ローマの国勢を膝屈せしめた人物であったからである。

§1.17.41

ἐκ γὰρ τῶν Αἰγύπτου ὁρίων ἀρξάμενος καὶ μέχρι ἐς Μεσοποταμίαν ληιζόμενος τὰ ἐκείνῃ χωρία, ἦγέ τε καὶ ἔφερεν ἐφεξῆς ἅπαντα, καίων τε τὰς ἐν ποσὶν οἰκοδομίας καὶ τοὺς ἀνθρώπους κατὰ πολλὰς ἀεὶ μυριάδας ἀνδραποδίζων, καὶ αὐτῶν τοὺς μὲν πλείστους ἀποκτείνων οὐδενὶ λόγῳ, τοὺς δὲ ἄλλους ἀποδιδόμενος χρημάτων μεγάλων.

彼はエジプトの国境から始まってメソポタミアに至るまで当地の地域を略奪し、道すがらのあらゆるものを引き連れ奪い去り、行く手の建造物を焼き払っては常に幾万もの人間を奴隷とし、彼らのうち大半を理由もなく殺害し、残りの者を大金と引き換えに売り払った。

§1.17.42

ἀπήντα δέ οἱ τῶν πάντων οὐδείς. οὐ γάρ ποτε ἀνεπισκέπτως ἐποιεῖτο τὴν ἔφοδον, ἀλλ’ οὕτως ἐξαπιναίως τε καὶ αὐτῷ ἐς τὰ μάλιστα ἐπιτηδείως, ὥστε ὁ μὲν ἤδη ὡς τὰ πολλὰ ξὺν τῇ λείᾳ πάσῃ ἀπιὼν ᾤχετο, οἱ δὲ στρατηγοί τε καὶ στρατιῶται πυνθάνεσθαί τε τὰ ξυμπεσόντα καὶ ἀγείρεσθαι ἐπ’ αὐτὸν ἤρχοντο.

彼には誰も立ち向かわなかった。彼は決して無思慮に襲撃を行うことはなく、常に極めて電撃的で自身にとって最も都合の良い時に行ったため、彼が大抵はすでにすべての略奪品を携えて立ち去ってしまってから、将軍たちや兵士たちは起きた事態を知り、彼に向かって集結し始めるのが常であった。

§1.17.43

ἢν δέ που αὐτὸν καὶ καταλαβεῖν τύχῃ τινὶ ἔσχον, ἀλλ’ ἔτι ἀπαρασκεύοις τε οὖσι καὶ οὐ ξυντεταγμένοις ἐπιπεσὼν τοῖς διώκουσιν ὁ βάρβαρος οὗτος ἔτρεπέ τε καὶ διέφθειρεν οὐδενὶ πόνῳ, καὶ ποτε τοὺς διώκοντας στρατιώτας ξὺν τοῖς ἄρχουσιν ἐζώγρησεν ἅπαντας.

たとえ何らかの偶然で彼に追いつくことがあったとしても、この異民族は、まだ準備も整わず陣形も組んでいない追撃者たちに襲いかかり、いとも容易く敗走させ殲滅した。そしてかつては、追撃してきた兵士たちをその指揮官たちもろとも全員生け捕りにしたことさえあった。

§1.17.44

Τιμόστρατος δὲ ἦν ὁ Ῥουφίνου ἀδελφὸς καὶ Ἰωάννης ὁ τοῦ Λουκᾶ παῖς,4 οὓς δὴ ἀπέδοτο ὕστερον, πλοῦτον αὐτῶν οὐ φαῦλον οὐδὲ τὸν τυχόντα περιβαλλόμενος.

その指揮官とはルフィヌスの兄弟ティモストラトスと、ルカスの息子ヨアンネスであり、彼は後になって、彼らと引き換えに並大抵でない巨額の富を手に入れてから身代金を支払わせ釈放した。

§1.17.45

καὶ τὸ ξύμπαν εἰπεῖν χαλεπώτατός τε καὶ δεινότατος οὗτος ἀνὴρ γέγονε Ῥωμαίοις πολέμιος πάντων μάλιστα. αἴτιον δὲ ἦν ὅτι Ἀλαμούνδαρος μὲν βασιλέως ἀξίωμα ἔχων ἁπάντων μόνος τῶν ἐν Πέρσαις Σαρακηνῶν ἦρχε, παντί τε τῷ στρατῷ οἷός τε ἦν ἀεὶ τὴν ἔφοδον ποιεῖσθαι ὅπη βούλοιτο τῆς Ῥωμαίων ἀρχῆς·

総じて言えば、この男はローマ人にとってあらゆる敵の中で最も厄介かつ恐るべき敵となった。その理由は、アラマウンダロスが王の威信を持ち、ペルシア領内のすべてのサラケノイ人を単独で統率しており、軍の全力を率いてローマ帝国のうち望むところへ常に襲撃を加えることができたからである。

§1.17.46

οὐδεὶς δὲ οὔτε Ῥωμαίων στρατιωτῶν ἄρχων, οὓς δοῦκας καλοῦσιν, οὔτε Σαρακηνῶν τῶν Ῥωμαίοις ἐνσπόνδων ἡγούμενος, οἳ φύλαρχοι ἐπικαλοῦνται, ξὺν τοῖς ἑπομένοις Ἀλαμουνδάρῳ ἀντιτάξασθαι ἱκανῶς εἶχεν· ἐν χώρᾳ γὰρ ἑκάστῃ τοῖς πολεμίοις οὐκ ἀξιόμαχοι ἐτετάχατο.

これに対し、ローマ軍の指揮官(彼らはこれをドゥクスと呼ぶ)も、ローマと同盟を結んでいるサラケノイ人の指導者(彼らはフィラルコスと称される)も、配下の者たちを率いてアラマウンダロスに対抗する十分な力を持たなかった。彼らは各地方において、敵と戦うに足る戦力を持たずに配置されていたからである。

§1.17.47

διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς φυλαῖς ὅτι πλείσταις Ἀρέθαν τὸν Γαβαλᾶ παῖδα ἐπέστησεν, ὃς τῶν ἐν Ἀραβίοις Σαρακηνῶν ἦρχεν, ἀξίωμα βασιλέως αὐτῷ περιθέμενος, οὐ πρότερον τοῦτο ἔν γε Ῥωμαίοις γεγονὸς πώποτε.

それゆえにユスティニアヌス帝は、アラビアのサラケノイ人を支配していたガバラスの子アレタスをできる限り多くの部族の上に立て、彼に王の威信を授けた。これはかつてローマ人の間では一度も前例のないことであった。

§1.17.48

Ἀλαμούνδαρος μέντοι οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ῥωμαίων πράγματα ἔφθειρεν, Ἀρέθα ἐν πάσῃ ἐφόδῳ τε καὶ ἀγωνίᾳ ἢ ἀτυχοῦντος ὡς μάλιστα ἢ καταπροδιδόντος ὡς τάχιστα.5 οὐ γάρ πω σαφές τι ἀμφ’ αὐτῷ ἴσμεν. ταύτῃ τε ξυνέβη Ἀλαμουνδάρῳ, οὐδενός οἱ ἀντιστατοῦντος, ἐπὶ μήκιστον τὴν ἑῴαν ληίζεσθαι πᾶσαν, ἐπεὶ καὶ μακροβιώτατος ἀτεχνῶς γέγονε.

しかしながら、アラマウンダロスは少しも劣ることなく、むしろいっそうローマの国勢を損ない続けた。アレタスがいかなる襲撃や戦闘においても、甚だしく不運に見舞われるか、あるいは速やかに裏切っていたからである。彼については、まだ確かなことは分かっていない。こうして、アラマウンダロスに対抗する者が誰もいなかったため、彼が極めて長命であったこともあって、実に長い年月にわたり東方全土を略奪し続けることとなったのである。

構文注5 件
  1. 1.17.34Μεσοποταμίας γὰρ καὶ τῆς Ὀσροηνῆς καλουμένης χώρας

    文頭の属格 Μεσοποταμίας... χώρας は、後続の主語 αἵ τε πόλεις に係り、所属または地域的範囲を表す属格(「メソポタミアおよびいわゆるオスロエネ地方の都市群は」)である。挿入された分詞構文 ἅτε τῶν σῶν ὁρίων ἄγχιστα οὔσης の女性単数分詞 οὔσης は、直近の先行名詞である χώρας に文法上一致している。

  2. 1.17.38οὔπω πεπυσμένων τὰ ξυμπεσόντα τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν

    完了中動分詞 πεπυσμένων と名詞句 τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν による絶対属格構文。先行する不定詞句 ἐπανελθεῖν に対する時・付帯状況(「メソポタミアの兵士たちが起きた事態をまだ知らぬうちに」)を表す。

  3. 1.17.39μηδέν σε εἰσίτω

    否定代名詞 μηδέν を主語、対格 σε を目的語とし、εἴσειμι(入り込む)の現在命令法3人称単数 εἰσίτω を用いた構文。「何事もあなたの中に入り込まないようにせよ」、すなわち「少しも心配なさいますな」という熟語表現。先行する属格句 ὕδατος δὲ ἢ ἄλλου του τῶν ἐπιτηδείων ἀπορίας πέρι は、前置詞 πέρι(περί の後置)に導かれた懸念の対象を示す。

  4. 1.17.44Τιμόστρατος δὲ ἦν ὁ Ῥουφίνου ἀδελφὸς καὶ Ἰωάννης ὁ τοῦ Λουκᾶ παῖς

    直前の文末にある τοῖς ἄρχουσιν(指揮官たち)の具体的内容を補足説明する文。直訳すると「ルフィヌスの兄弟ティモストラトスとルカスの息子ヨアンネスがそれであった」。動詞 ἦν は主語の片方(Τιμόστρατος)に一致して単数形となっている。

  5. 1.17.48Ἀρέθα ἐν πάσῃ ἐφόδῳ τε καὶ ἀγωνίᾳ ἢ ἀτυχοῦντος ὡς μάλιστα ἢ καταπροδιδόντος ὡς τάχιστα

    名詞 Ἀρέθα(ドリス式属格単数)を論理的主語とし、現在分詞 ἀτυχοῦντος と καταπροδιδόντος を伴う絶対属格構文。主節の動詞 ἔφθειρεν に対する理由(「アレタスが〜ひどく不運に見舞われるか、あるいは速やかに裏切っていたため」)を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.17.34-1.17.48