← アンモニオス・ヘルメイウ

アリストテレス『分析論前書』第1巻注解

§16.22-17.38

前提の定義における類と質および量の種差

アンモニオスはアリストテレスの前提の定義(24a16)を取り上げ、それが言明という類に肯定的・否定的という質、および全称・特称・不確定という量の種差を付して構成されていることを説明する。また、「何かの何かに向けての/何かからの」という句に関する写本異読と、「何かの何かに向けての」が定言的前提あるいは対象一般(「何かについての」)を指すとする解釈を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1#2

τούτων διωρισμένων ἔλθωμεν ἐπὶ τὸ ῥητόν. πρόκειται αὐτῷ τὴν πρότασιν ὁρίσαι· τοῦτο γὰρ προέθετο πρότερον, ὁρίσαι τί ἐστιν πρότασις, τί ὅρος, τί συλλογισμός. ἐπεὶ οὖν πᾶς ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν, ὡς γένος μὲν τῆς προτάσεως λαμβάνει τὸν λόγον· ὡς εἴρηται γάρ, περιληπτικός ἐστιν τῆς ἀποφάνσεως, ἥτις περιληπτική ἐστιν τῆς προτάσεως· ἀνάλογον δὲ διαφοραῖς λαμβάνει τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν καὶ τὰ ἑξῆς. ὥσπερ δὲ ἐν τῷ Περὶ ἑρμηνείας μεμαθήκαμεν, τὸ μέν τί ἐστιν ποσὸν τῶν προτάσεων, τὸ δὲ ποιόν· ἀφ’ ἑκατέρου οὖν ὁρίζεται τὴν πρότασιν, καὶ ἀπὸ τοῦ ποσοῦ καὶ ἀπὸ τοῦ ποιοῦ· ἀπὸ μὲν τοῦ ποιοῦ εἰπὼν λόγος καταφατικὸς ἢ ἀποφατικός τινος κατά τινος ἢ τινὸς ἀπό τινος. ὀλίγον δὲ μεθυπερβατῶς αὐτοῦ ἀκουστέον, ἵν’ ᾖ † τί λόγος καταφατικός τινος1 κατά τινος ἢ τινὸς ἀπό τινος· ἐν μὲν γὰρ τῇ καταφάσει καταφάσκομέν τι κατά τινος· οἷον Σωκράτης δίκαιός ἐστιν, καὶ τοῦ Σωκράτους καταφάσκομέν τι, τὸ δίκαιος· ἐν δὲ τῇ ἀποφάσει ἀποφάσκομέν τι ἀπό τινος· οἷον ‘ὁ Σωκράτης ἄδικος οὐκ ἔστιν’ ἀποφάσκομεν καὶ ἀπαγορεύομεν καὶ ἀποχωρίζομεν τοῦ Σωκράτους τὸ ἄδικον· πᾶσα γὰρ πρότασις ἢ καταφατική ἐστιν ἢ ἀποφατική. καὶ ταύτῃ διαφέρουσιν κατὰ τὸ ποιόν. ἀπὸ δὲ τοῦ ποσοῦ ὁρίζεται αὐτὴν λέγων ὅτι οὗτος ὁ λόγος ἢ καθόλου ἐστὶν ἢ ἐν μέρει ἢ ἀδιόριστος· πᾶσα γὰρ πρότασις ἢ καθόλου ἐστὶν ἢ μερικὴ ἢ ἀδιόριστος· ἢ γάρ τινα τῶν καθόλου προσδιορισμῶν ἔχει ἢ τινα τῶν μερικῶν ἢ ἀπροσδιόριστός ἐστιν. οὗτός ἐστιν ὃν ἀποδίδωσιν ὅρον τῆς προτάσεως. ἰστέον δὲ ὅτι τὰ μὲν νεώτερα βιβλία ἔχει τὸ τινὸς κατά τινος ἢ τινὸς ἀπό τινος· καὶ σαφῆ ποιεῖ τὸν ὅρον ἡ τοιαύτη γραφή· τὸ μὲν γὰρ τινὸς κατά τινος περὶ τῆς καταφάσεως ἂν εἴη κείμενον, τὸ δὲ τινὸς ἀπό τινος περὶ ἀποφάσεως. τὰ δὲ ἀρχαῖα βιβλία καὶ ἡ ἀρχαία γραφὴ οὐκ ἔχει τὸ ἢ τινὸς ἀπό τινος· ὕστερον γὰρ προσετέθη σαφηνείας χάριν· ἀλλὰ μόνον τὸ τινὸς κατά τινος ἔχουσιν. καὶ εἴη ἂν τὸ τινὸς κατά τινος λεγόμενον καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως. ἢ ἐπειδὴ περὶ μόνων κατηγορικῶν συλλογισμῶν ἐνταῦθα διαλαμβάνει καὶ προτάσεων δῆλον ὅτι ὁμοίως2 (τῶν γὰρ προτάσεων αἱ μέν εἰσιν κατηγορικαί, αἱ τελείως καὶ ἀδιστάκτως ἀποφαινόμεναι, οἷον ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, αἱ δὲ ὑποθετικαί, αἱ μὴ τελείως ἀποφαινόμεναι ἀλλ’ ἐν ὑποθέσει, οἷον εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ὁ γὰρ οὕτως λέγων οὐ τελείως ἀποφαίνεται ὅτι φῶς ἐστιν, ἀλλ’ ὑπόθεσιν λαβὼν τὸ ‘εἰ ἡμέρα ἐστίν’ λέγει ὅτι εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν), ἐπειδὴ οὖν πᾶσαι αἱ προτάσεις, ἃς παραλαμβάνει ἐνταῦθα, κατηγορικαί εἰσιν καὶ οἱ συλλογισμοὶ πάντες, περὶ ὧν ἐνταῦθα διαλαμβάνει, κατηγορικοί εἰσιν, τὸ τινὸς κατά τινος εἶπεν καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως, ὡς ἄν εἰ εἶπεν ‘πρότασίς ἐστιν, ἣν νῦν ὁρίζομαι, λόγος καταφατικὸς ἢ ἀποφατικός’, ἵν’ ᾖ τὸ τινὸς κατά τινος ἀντὶ τοῦ ‘κατηγορικός’. ἢ τὸ τινὸς κατά τινος ἀκουστέον ἀντὶ τοῦ ‘περί τινος’· κοινότερον γάρ ἐστιν τὸ περί τινος καὶ καταφάσεως καὶ ἀποφάσεως· καὶ γὰρ καὶ ὁ τὴν κατάφασιν λέγων περί τινος λέγει καὶ ὁ τὴν ἀπόφασιν. Εἶτα ἐξηγεῖται τί ἐστιν τὸ ἐν τῷ ὅρῳ εἰρημένον καθόλου καὶ τί τὸ ἐν μέρει καὶ τί τὸ ἀδιόριστον. καὶ λέγει καθόλου λέγειν τὸ παντὶ ἢ μηθενὶ ὑπάρχειν. τοῦτο δὲ περὶ τῆς καθόλου καταφατικῆς εἶπεν καὶ τῆς καθόλου ἀποφατικῆς· ἐὰν μὲν γὰρ εἴπω ‘πᾶς ἄνθρωπος δίπους ἐστίν’, παντὶ τῷ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ δίπουν· ἐὰν δὲ εἴπω ‘οὐδεὶς ἄνθρωπος τετράπουν ἐστίν’, οὐθενὶ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ τετράπουν.

これらが規定されたので、本文へと進もう。彼には前提を定義することが課されている。なぜなら、彼は以前に、前提とは何であるか、項とは何であるか、推論とは何であるかを定義することを提起したからである。それゆえ、すべての定義は類と種差から成るので、前提の類としては言明を採用する。なぜなら、既に言われたように、言明は前提を包括する断言を包括しているからである。他方で、種差に比例するものとしては、肯定的であることや否定的であること、ならびにそれに続く諸々を採用する。そして『命題論』において私たちが学んだように、前提には量に関わるものと質に関わるものとがある。したがって、彼は両者から、すなわち量からも質からも前提を定義するのである。質からは、「何かの何かに向けての、あるいは何かの何かからの肯定的あるいは否定的な言明」と言うことによって[定義する]。しかし、彼の言っていることは少し語順を入れ替えて理解されねばならず、「何かの何かに向けての肯定的な、あるいは何かの何かからの否定的な言明」となるようにである。なぜなら、肯定においては私たちは何かを何かに向けて肯定するのであり、たとえば「ソクラテスは正しい」において、ソクラテスに向けて何かを、すなわち正しいということを肯定するからである。これに対して否定においては、私たちは何かを何かから否定するのであり、たとえば「ソクラテスは不正ではない」において、私たちは否定し、退け、ソクラテスから不正であることを切り離すからである。なぜなら、あらゆる前提は肯定的であるか否定的であるかのいずれかだからである。そしてこの点において、前提は質に従って相違する。他方、量からは、この言明は全称的であるか特称的であるか不確定であると言って定義する。なぜなら、あらゆる前提は全称的であるか特称的であるか不確定であるかのいずれかだからである。というのも、全称の限定辞をもつか、特称の限定辞をもつか、あるいは無限定であるかのいずれかだからである。これが、彼が提示する前提の定義である。なお、より新しい写本は「何かの何かに向けての、あるいは何かの何かからの」という[句を]もっており、そのような異読は定義を明瞭にするということは知っておかねばならない。なぜなら、「何かの何かに向けての」は肯定について置かれ、「何かの何かからの」は否定について置かれていることになるからである。しかし、古い写本ならびに古い異読は「あるいは何かの何かからの」という[句を]もっておらず(なぜなら、これは後になって明瞭さのために付け加えられたからである)、ただ「何かの何かに向けての」だけをもっている。そして「何かの何かに向けての」は肯定についても否定についても言われていることになろう。あるいは、彼はここで定言的な推論についてのみ論じており、前提についても明らかに同様であるので(なぜなら、前提には、たとえば「魂は自己を動かすものである」のように完全に疑いなく主張する定言的なものと、たとえば「もし昼であるなら、光がある」のように完全には主張せず仮定において主張する仮言的なものとがあるからである。なぜなら、このように言う者は光があることを完全には主張しておらず、「もし昼であるなら」という仮定を採用して、もし昼であるなら光がある、と言っているからである)、したがって、彼がここで取り上げる前提はすべて定言的であり、彼がここで論じている推論もすべて定言的であることから、彼が「何かの何かに向けての」と言ったのは肯定についても否定についてもであり、それはあたかも彼が「私が今定義している前提とは、肯定的あるいは否定的な言明である」と言ったかのようであり、「何かの何かに向けての」が「定言的な」の代わりとなるようにである。あるいは、「何かの何かに向けての」は「何かについての」の代わりに理解されねばならない。なぜなら、「何かについての」は肯定と否定の両方に共通するからである。実際、肯定を言う者も何かについて言っているのであり、否定を言う者もそうだからである。そののち、彼は定義の中で言われた全称、特称、不確定がいったい何であるかを解釈する。そして、すべてに属しているか、いずれにも属していない[と言い表すこと]を全称と呼ぶと述べる。そしてこれは、全称肯定と全称否定について彼が言ったことである。なぜなら、もし私が「すべての人間は二足である」と言うなら、すべての人間に対して二足であることが属していると言っているのであり、もし「いかなる人間も四足ではない」と言うなら、いかなる人間に対しても四足であることが属していないと言っているからである。

構文注2 件
  1. 2.1ὀλίγον δὲ μεθυπερβατῶς αὐτοῦ ἀκουστέον, ἵν’ ᾖ † τί λόγος καταφατικός τινος κατά τινος ἢ τινὸς ἀπό τινος

    副詞 μεθυπερβατῶς は語順の倒置・転置を意味する。アリストテレス原文の語順(λόγος καταφατικὸς ἢ ἀποφατικός τινος κατά τινος ἢ τινὸς ἀπό τινος)では修飾句が後ろに並んでいるが、構文上は τινος κατά τινος が καταφατικός に、τινὸς ἀπό τινος が ἀποφατικός にそれぞれ配分されて係ると解釈すべきであることを指摘している。なお写本・校訂本における † τί は本文の乱れを示すが、文脈上 ἵν' ᾖ の補語として肯定的言明と否定的言明の構造的対応が示されている。

  2. 2.1ἢ ἐπειδὴ περὶ μόνων κατηγορικῶν συλλογισμῶν ἐνταῦθα διαλαμβάνει καὶ προτάσεων δῆλον ὅτι ὁμοίως

    長大な理由提示節の骨格。ἢ ἐπειδὴ... から括弧内の長い付加説明(定言的前提と仮言的前提の区別)を経て、ἐπειδὴ οὖν πᾶσαι αἱ προτάσεις... で理由節が再開され、主節 τὸ τινὸς κατά τινος εἶπεν καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως に至る。古代写本に ἢ τινὸς ἀπό τινος がない理由として、アリストテレスが定言的前提(κατηγορικὴ πρότασις)を念頭に置いているために κατά τινος を肯定・否定の双方を包括する表現として用いたという構文的・解釈的説明を行っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:16.22-17.38