← アンモニオス・ヘルメイウ

アリストテレス『分析論前書』第1巻注解

§15.15-16.22

言明と前提および語と項の三層の差異

アンモニオスはアリストテレスによる前提の定義(24a16)を取り上げ、言明・断言・前提という文水準の三概念と、名辞/動詞・言表・項という語水準の三概念を提示し、それぞれの外延の広狭関係と規定の違いを論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1#1

" Πρότασις μὲν οὖν ἐστιν λόγος καταφατικὸς ἕως τοῦ ἢ τὸ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν." Τρία ἐστὶν ταῦτα, λόγος, ἀπόφανσις, πρότασις. καὶ δοκεῖ τὰ τρία κατὰ τοῦ αὐτοῦ λέγεσθαι· οὐκ ἔστιν δὲ τὰ τρία κατὰ τοῦ αὐτοῦ, ἀλλ’ ἔστιν τις αὐτῶν διαφορά. ὁμοίως δέ ἐστιν τούτοις ἄλλα τρία ἀνάλογον, ὄνομα ἢ ῥῆμα (οὐδὲν γάρ μοι διαφέρει),1 φάσις, ὅρος. καὶ πάλιν δὲ τὰ τρία δοκεῖ κατὰ τοῦ αὐτοῦ λέγεσθαι· οὐκ ἔστιν δὲ τὰ τρία κατὰ τοῦ αὐτοῦ, ἀλλ’ ἔχει τινὰ διαφοράν. πᾶσα μὲν γὰρ πρότασις καὶ ἀπόφανσίς ἐστιν, καὶ πᾶσα ἀπόφανσις καὶ λόγος ἐστίν· οὐκέτι δὲ τὸ ἀνάπαλιν· οὐ γὰρ πᾶς λόγος ἀπόφανσίς ἐστιν. τί δέ ἐστιν ἀπόφανσις; λόγος “ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει”, ὡς εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας. ἔστιν δὲ λόγος ἐν ᾧ οὐκ ἔστιν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, οἷον ὁ εὐκτικός, ὁ προστακτικός· ὥστε ἔστιν λόγος μὴ ὢν ἀπόφανσις. πᾶσα ἄρα ἀπόφανσις καὶ λόγος, οὐ πᾶς δὲ λόγος καὶ ἀπόφανσις· περιληπτικώτερος γάρ ἐστιν καὶ ἐπὶ πλέον2 ὁ λόγος τῆς ἀποφάνσεως. πάλιν ἀπόφανσις μέν ἐστιν πᾶς λόγος ἐν ᾧ ἐστιν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι· πρότασις δέ ἐστιν, ὅταν μὴ καθ’ ἑαυτὸν ᾖ ὁ λόγος ἀποφαντικός, ἀλλὰ μέρος τοῦ συλλογισμοῦ νοῆται. οἷον ἐὰν εἴπω ὡς δογματίζων λόγον τινὰ καθ’ αὑτόν, ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν’, ἀπόφανσιν μὲν λέγω, πρότασιν δὲ οὔ· ἐὰν δὲ συλλογιζόμενος ὡς μέρος τοῦ συλλογισμοῦ εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητός ἐστιν’ ὡς ἐπάξων3 τὰ ἄλλα λήμματα καὶ τὸ συμπέρασμα, ἵνα τὸν συλλογισμὸν πληρώσω, τότε τὴν ἀπόφανσιν καὶ πρότασιν ἐποίησα, μέρος αὐτὴν τοῦ συλλογισμοῦ ποιήσας. ὥστε ἡ ἀπόφανσις περιληπτικωτέρα ἐστὶν καὶ ἐπὶ πλέον τῆς προτάσεως· πᾶσα ἄρα πρότασις καὶ ἀπόφανσις, οὐ πᾶσα δὲ ἀπόφανσις πρότασις. διὸ καί, ὡς εἴρηται, ἐνταῦθα ὁρίζει τί ποτέ ἐστιν πρότασις. ἐν γὰρ τῷ Περὶ ἑρμηνείας οὐ περὶ προτάσεως ἐδίδαξεν ἀλλὰ περὶ ἀποφαντικοῦ λόγου· καθ’ ἑαυτοὺς γὰρ τοὺς λόγους ἐλάμβανεν, οὐχ ὡς μέρη συλλογισμῶν. ἐνταῦθα δὲ τοὺς ἀποφαντικοὺς λόγους λαμβάνων μέρη τῶν συλλογισμῶν δῆλον ὅτι προτάσεις αὐτοὺς ποιεῖ, καὶ εἰκότως ὁρίζεται τί ποτέ ἐστιν πρότασις. πάλιν δὲ ἐπὶ τῶν ἄλλων· πᾶς μὲν γὰρ ὅρος φάσις ἐστίν, καὶ πᾶσα φάσις ὄνομα ἢ ῥῆμα· οὐκέτι δὲ ἀνάπαλιν· οὐ γὰρ πᾶν ὄνομα ἢ ῥῆμα φάσις ἐστίν. τί γάρ ἐστιν φάσις; τὰ μόρια τοῦ ἀποφαντικοῦ λόγου φάσεις εἰσίν, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας λέγων περὶ ἀποφαντικοῦ λόγου σαφῶς εἶπεν “τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον”. ἔστιν δὲ ὄνομα ἢ ῥῆμα τὰ μόρια τοῦ εὐκτικοῦ ἢ τοῦ προστακτικοῦ λόγου, ἃ οὐκ εἰσὶν φάσεις· περιληπτικώτερον ἄρα ἐστὶν τὸ ὄνομα καὶ τὸ ῥῆμα καὶ ἐπὶ πλέον τῆς φάσεως, ὥστε πᾶσα μὲν φάσις καὶ ὄνομα ἢ ῥῆμα, οὐ πᾶν δὲ ὄνομα ἢ ῥῆμα καὶ φάσις. πάλιν φάσεις μέν εἰσιν τὰ μόρια τῆς ἀποφάνσεως, ὅροι δὲ τὰ μόρια τῆς προτάσεως, τὸ ὑποκείμενον καὶ κατηγορούμενον. ὥστε ταύτῃ διαφέρει φάσις ὅρου, ᾗ διαφέρει ἀπόφανσις προτάσεως· τότε γὰρ ἡ φάσις ὅρος γίνεται, ὅταν ἡ ἀπόφανσις πρότασις γένηται. ἐπὶ πλέον ἄρα ἐστὶν καὶ περιληπτικωτέρα ἡ φάσις τοῦ ὅρου· ἡ μὲν γὰρ μόριόν ἐστιν παντὸς ἀποφαντικοῦ λόγου, ὁ δὲ μόριον προτάσεώς ἐστιν.

「前提とは、肯定的な言明である…あるいは快楽が善ではないということ[まで]。」 これら三つのもの、言明、断言、前提がある。そしてこれら三つは同じものについて言われているように思われる。しかしこれら三つは同じものについて[言われているの]ではなく、それらにはある差異が存在する。同様にして、これらに比例的な別の三つのもの、名辞あるいは動詞(なぜなら私にとって何の相違もないからである)、言表、項がある。そしてまたこれら三つも同じものについて言われているように思われる。しかしこれら三つは同じものについて[言われているの]ではなく、ある差異をもっている。なぜなら、あらゆる前提は断言でもあり、あらゆる断言は言明でもあるからである。しかし逆はもはや成り立たない。なぜなら、すべての言明が断言であるわけではないからである。では、断言とは何であるか。『命題論』において彼が言ったように、「そのうちに真であることあるいは偽であることが属している」言明である。しかし、祈願的な[言明]や命令的な[言明]のように、真であることあるいは偽であることがない言明が存在する。したがって、断言ではない言明が存在するのである。それゆえ、あらゆる断言は言明でもあるが、すべての言明が断言でもあるわけではない。なぜなら、言明の方が断言よりも包括的であり、より外延が広いからである。他方で、断言とは、そのうちに真であることあるいは偽であることが存するすべての言明である。しかし前提とは、言明がそれ自体として断言的であるのではなく、推論の部分として捉えられるときのものである。たとえば、もし私がそれ自体としての言明を主張するように「魂は自己を動かすものである」と言うなら、私は断言を口にしてはいるが、前提を[口にして]はいない。しかし、もし私が推論しつつ、推論を充足させるために他の諸前提や結論を導き出そうとする者として、「魂は自己を動かすものである」を推論の部分として言うならば、そのとき私は断言を推論の部分とすることによって前提としたのである。したがって、断言は前提よりも包括的であり、より外延が広い。それゆえ、あらゆる前提は断言でもあるが、すべての断言が前提であるわけではない。だからこそ、既に言われたように、ここで彼は前提がいったい何であるかを定義するのである。なぜなら、『命題論』において彼は前提について教えたのではなく、断言的言明について[教えたの]であり、言明を推論の諸部分としてではなく、それら自体として採用していたからである。しかしここでは、断言的言明を推論の諸部分として採用することで、明らかにそれらを前提としているのであり、当然にも前提がいったい何であるかが定義されるのである。他方、別のものについても同様である。なぜなら、あらゆる項は言表であり、あらゆる言表は名辞あるいは動詞であるからである。しかし逆はもはや成り立たない。なぜなら、すべての名辞あるいは動詞が言表であるわけではないからである。いったい、言表とは何であるか。断言的言明の諸部分は言表であり、彼が『命題論』において断言的言明について語る際にも「それでは名辞あるいは動詞は言表であるだけとせよ」と明瞭に言ったとおりである。他方、祈願的あるいは命令的な言明の諸部分は名辞あるいは動詞であるが、これらは言表ではない。それゆえ、名辞および動詞の方が言表よりも包括的であり、より外延が広い。したがって、あらゆる言表は名辞あるいは動詞でもあるが、すべての名辞あるいは動詞が言表でもあるわけではない。さらに、言表は断言の諸部分であるのに対し、項は前提の諸部分、すなわち主語と述語である。したがって、この点において言表は項と異なっており、断言が前提と異なっているのと同様である。なぜなら、言表はまさに断言が前提となるときに項となるからである。それゆえ、言表は項よりも外延が広く、より包括的である。なぜなら、前者はあらゆる断言的言明の部分であるのに対し、後者は前提の部分だからである。

構文注3 件
  1. 2.1οὐδὲν γάρ μοι διαφέρει

    非人称動詞 διαφέρει に主格代名詞 οὐδέν と与格代名詞 μοι が結合した慣用句で、「私にとってはどちらでも差がない(名辞であれ動詞であれ構わない)」の意を表す挿入句。

  2. 2.1ἐπὶ πλέον

    περιληπτικώτερος(より包括的な)と並列されて述語的に用いられており、「より外延が広い」「より適用範囲が広い」ことを意味する。比較の対象となる属格(τῆς ἀποφάνσεως や τῆς προτάσεως)が後続している。

  3. 2.1ὡς ἐπάξων

    主語の意図・理由を表す ὡς+未来分詞(ἐπάγω の未来)構文。「〜を導き出そうとする者として」あるいは「〜を導き出すつもりで」を意味し、後続の目的節 ἵνα τὸν συλλογισμὸν πληρώσω と意味的に呼応している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:15.15-16.22