← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§84.25-86.10

同音異義性の排除と矛盾成立の諸要件

アモニオスは、矛盾が成立するために必要な諸条件(同一の名称・同一の事物、同音異義性の排除、観点・相対関係・時間・様態の同一性)を解説し、アリストテレスが『ソフィスト的論駁について』で詳述した誤謬のうち同音異義性のみを代表として言及した理由を述べて、命題論の原理的考察を締めくくる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.18#3

Ἵνα δὲ μὴ νομίσωμεν αὔταρκες εἶναι τὸ κατὰ μόνην τὴν λέξιν τὸν αὐτὸν εἶναι ὑποκείμενον ὅρον καὶ τὸν αὐτὸν κατηγορούμενον, τοὺς ἀκριβοῦντας ταῦτα διορισμοὺς προχείρους ἡμᾶς ἔχειν βουλόμενος προσέθηκε μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις· οὐ γὰρ ἀντιφάσκει πρὸς τὸν εἰπόντα ‘Αἴας ἐμονομάχησεν Ἕκτορι’ ὁ λέγων ‘Αἴας οὐκ ἐμονομάχησεν Ἕκτορι’· καὶ γὰρ ἀληθεύειν ἄμφω καὶ ψεύδεσθαι ὁμοίως δυνατόν, καίτοι δοκοῦσιν ἐκ τῶν αὐτῶν ὑπάρχειν ὅρων αἱ προτάσεις· ἀλλ’ ἡ ταυτότης αὐταῖς κατὰ τὴν λέξιν μόνην, οὐ μὴν κατὰ τὸ σημαινόμενον, ὅταν συναληθευούσας αὐτὰς ἢ συμψευδομένας λάβωμεν. εἰ μέντοι διορισάμενοι περὶ ποτέρου τῶν Αἰάντων ὁ λόγος κατηγοροῖμεν αὐτοῦ τὸ μονομαχῆσαι ἢ ἄλλ’ ὁτιοῦν καταφατικῶς τε καὶ ἀποφατικῶς, ἅμα καὶ τοὺς ἄλλους διορισμοὺς οὓς ἑξῆς προσθήσομεν παραφυλάττοντες, ἀνάγκη τὴν μὲν ἀληθῆ τῶν προτάσεων εἶναι τὴν δὲ ψευδῆ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ κατηγορουμένου συμβαίνει πολλάκις διὰ τὸ καὶ ἐν ῥήμασιν εἶναι τὴν ὁμωνυμίαν· τὸ γοῦν ἐρῶ ῥῆμα σημαίνει μὲν καὶ τὸ ἐρωτικῶς διάκειμαι, σημαίνει δὲ καὶ τὸ λέξω, καὶ διὰ τοῦτο οὐκ ἀντίφασις τὸ ‘ἐγὼ ἐρῶ — ἐγὼ οὐκ ἐρῶ’, εἴπερ ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνοιτο σημαινομένου. τοῦτό τε οὖν παραφυλακτέον τὸ μηδέτερον τῶν ὅρων ὁμώνυμον παραλαμβάνεσθαι, καὶ ἔτι τὸ μὴ πρὸς ἄλλο καὶ ἄλλο παραλαμβανόμενον καὶ διὰ τοῦτο δυνάμενον καταφάσκεσθαί τε ἀληθῶς καὶ ἀποφάσκεσθαι1 (οἷον εἰ λέγοιμεν ‘τὰ δέκα πλείονα — τὰ δέκα οὐ πλείονα’· δῆλον γὰρ ὡς ἡ μὲν κατάφασις ἐπὶ τῶν ἐλαττόνων αὐτῶν ἀληθεύσει, ἡ δὲ ἀπόφασις ἐπί τε τῶν ἴσων αὐτοῖς καὶ τῶν πλειόνων), μήτε κατ’ ἄλλο καὶ ἄλλο τῷ αὐτῷ ὑπάρχον τε καὶ μὴ ὑπάρχον (οἷον εἰ λέγοιμεν ‘ὁ Αἰθίοψ μέλας’ καὶ ‘οὐ μέλας’· μέλας μὲν γὰρ κατὰ τὴν τοῦ δέρματος ἐπιφάνειαν, οὐ μέλας δὲ κατὰ τοὺς ὀδόντας), μήτε ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ τῷ αὐτῷ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν δυνάμενον, ἀλλ’ εἶναι διωρισμένον καὶ τὸν χρόνον, καθ’ ὃν ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν ἀποφαινόμεθα· τὸ γὰρ ‘ὑγίανε Σωκράτης’ καὶ τὸ ‘οὐχ ὑγίανεν’ ἐνδέχεται συναληθεύειν, εἰ τὸ μὲν κατὰ τὸν πέρυσιν, εἰ τύχοι, χρόνον λαμβάνοιτο, τὸ δὲ κατὰ τὴν χθὲς ἡμέραν. δεῖ δὲ πρὸς τούτοις καὶ ὡσαύτως λαμβάνεσθαι τὸν κατηγορούμενον καταφασκόμενόν τε καὶ ἀποφασκόμενον. λέγω δὲ τὸ ὡσαύτως ἢ καθ’ ἑκατέραν τῶν προτάσεων ἐνεργείᾳ ἢ καθ’ ἑκατέραν δυνάμει, ἐπεὶ ἡ λέγουσα κατάφασις περὶ τοῦ καθεύδοντος ὅτι ὁρᾷ συναληθεύει τῇ ἀποφάσει τῇ μὴ ὁρᾶν αὐτὸν ἀποφαινομένῃ, τῆς μὲν λαμβανομένης ἐπὶ τοῦ πεφυκέναι κατὰ τὴν ὀπτικὴν δύναμιν ἐνεργεῖν, ἂν μή τι κωλύσῃ, πρὸς διάκρισιν τοῦ τε μήπω ἀπειληφότος τὴν δύναμιν καὶ τοῦ ἀποβεβληκότος, τῆς δὲ ἐπὶ τοῦ μὴ ἐνεργεῖν τότε κατ’ αὐτήν.2 Περὶ τούτων οὖν ὁ Ἀριστοτέλης τελειότατα μὲν ἐν τῇ 〈Περὶ〉 τῶν σοφιστικῶν ἐλέγχων ἐπιγραφομένῃ πραγματείᾳ διείλεκται, τούς τε τρόπους ἅπαντας ἐκτιθέμενος τρισκαίδεκα ὄντας, καθ’ οὓς οἱ σοφισταὶ τοὺς ἀνεπιστάτως αὐτοῖς διαλεγομένους πειρῶνται παραλογίζεσθαι, τούς τε παρὰ τὴν λέξιν ἓξ καὶ τοὺς ἑπτὰ τοὺς παρὰ τὴν διάνοιαν ἤτοι ἔξωθεν ἁπλῶς τῆς λέξεως ὑπ’ αὐτῶν λαμβανομένους, καὶ τοὺς ἐλέγχους αὐτῶν παραδιδούς. ἐν δέ γε τούτοις ἑνὸς τρόπου τοῦ παρὰ τὴν ὁμωνυμίαν μνημονεύσας, ὅς ἐστιν εἷς τῶν παρὰ τὴν λέξιν, ἀξιοῖ τὸν ὅμοιον ἡμᾶς τρόπον καὶ τοὺς ἄλλους ἅπαντας διορισμοὺς παρατηρεῖν τοὺς ἀναγκαίους πρὸς τὴν ἀκριβῆ τῶν ἀντιφασκουσῶν ἀλλήλαις προτάσεων ἀντίθεσιν, παραιτησάμενος ὡς οὐκ ὂν ἐν καιρῷ τὸ νῦν ἡμῖν παραδιδόναι τὴν περὶ τούτων ἀκριβολογίαν. ἐνοχλήσεις δὲ πάνυ εἰκότως εἶπε σοφιστικὰς τὰς ἀκαίρους αὐτῶν ἐνστάσεις, πραγματειῶδες μὲν οὐδὲν ἐχούσας, ὄχλον δὲ μόνον καὶ περιολκὴν ματαίαν τοῖς νοῦν ἔχουσι παρεχούσας. Ἀλλ’ ἐπεὶ τὰ περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διεπερανάμεθα, τούτοις ἐφεξῆς τὰ περὶ τῶν προτάσεων αὐτῶν ἀπ’ ἄλλης ἀρχῆς ἐπισκεψώμεθα.

しかし、単に表現の上で同じ項が基体であり同じ項が述語であることだけで十分であると我々が思わないようにするため、アリストテレスは、これらを厳密にする規定を我々が手元に持っていることを望んで、「ただし同音異義的でなく、またソフィスト的論難に対して我々が付加して規定するような他のすべての事項において」と付け加えたのである。なぜなら、「アイアースはヘクトールと一騎打ちした」と言った者に対して、「アイアースはヘクトールと一騎打ちしなかった」と言う者は矛盾を語っていないからである。命題が同じ諸項から成り立っているように見えるにもかかわらず、両方が真であることも、同様に両方が偽であることも可能である。すなわち、我々がそれらの命題をともに真である、あるいはともに偽であると受け取る場合、それらの命題における同一性は表現の上でのみのものであって、意味されているものにおいてではないのである。しかしながら、二人のアイアースのうちどちらについて議論がなされているのかを明確にした上で、彼について一騎打ちしたことや他のいかなることをも肯定的および否定的に述語づけ、同時に我々が以下に付け加える他の諸規定をも守るならば、それら命題の一方は真であり他方は偽であることが必然となる。そして同じことが、述語においても、動詞にも同音異義性があることによってしばしば生じる。現に「エロー」という動詞は「恋をしている」をも意味し、他方で「語るであろう」をも意味する。それゆえ、「私はエローする――私はエローしない」は、もし異なる意味において受け取られるならば、矛盾ではない。したがって、項のいずれも同音異義的に受け取られないというこのことを注意して守らねばならず、さらに、異なるものに対して受け取られそれゆえに真に肯定されかつ否定されうるようなものとならないこと(例えば「十はより多い――十はより多くない」と言うような場合である。なぜなら、肯定はそれより少ないものに対して真となり、否定はそれに等しいものやより多いものに対して真となることが明らかだからである)、また同一のものに対して別の観点と別の観点において属しまた属さないようなものとならないこと(例えば「エティオピア人は黒い」および「黒くない」と言うような場合である。なぜなら皮膚の表面に関しては黒く、歯に関しては黒くないからである)、また同一のものに対して異なる時に属しまた属さないことが可能であるようなものとならないこと、むしろ何かが属しているか属していないかを言明する時もまた明確に規定されているべきであることを注意して守らねばならない。なぜなら、「ソクラテスは回復した」と「回復しなかった」とは、もし一方が例えば昨年に、他方が昨日に受け取られるならば、ともに真であることが可能だからである。そしてこれらに加えて、肯定され否定される述語が同じ仕方で受け取られることも必要である。私が「同じ仕方で」と言うのは、両命題の各々において現実態において受け取られるか、あるいは両命題の各々において可能態において受け取られるかということである。なぜなら、眠っている者について「見ている」と言う肯定は、彼が見ていないと言明する否定とともに真となるからであり、前者は視覚の能力に応じて活動する自然な素質があること(何ものも妨げないならば)について受け取られて、まだその能力を得ていない者や失ってしまった者との区別のために言われ、後者はその時にその能力に従って活動していないことについて受け取られているからである。 したがってこれらのことについては、アリストテレスは『ソフィスト的論駁について』と題された論考において最も完全に論じ、ソフィストたちが注意を怠って彼らと議論する人々を論理的に誤らせようと試みる際のあり方を、十三あるすべて提示しており、表現に基づく六つと、思惟に基づくか、あるいは端的に表現の外から彼らによって受け取られる七つのあり方を提示し、それらの論駁を伝授している。しかしここにおいては、表現に基づくものの一つである同音異義性による一つのあり方を言及しただけで、アリストテレスは、これらに関する詳細な議論を今我々に伝授することは時機にかなっていないとして差し控え、互いに矛盾する諸命題の厳密な対立にとって必然的な他のすべての規定をも同様の仕方で我々が遵守することを求めているのである。そして彼がソフィストたちの時期外れの異議申し立てを、実質的なものは何一つ含まず、思慮ある人々に対して単なる煩わしさと無駄な混乱をもたらすだけのものであるとして、「ソフィスト的論難」と呼んだのは全く当然のことである。だが、言明的言述の原理に関する事柄を我々は成し終えたので、これらに続けて命題そのものに関する事柄を別の発端から考察することとしよう。

構文注2 件
  1. 1.18τοῦτό τε οὖν παραφυλακτέον τὸ μηδέτερον τῶν ὅρων ὁμώνυμον παραλαμβάνεσθαι, καὶ ἔτι τὸ μὴ πρὸς ἄλλο καὶ ἄλλο παραλαμβανόμενον καὶ διὰ τοῦτο δυνάμενον καταφάσκεσθαί τε ἀληθῶς καὶ ἀποφάσκεσθαι

    動形容詞 παραφυλακτέον(注意して守らねばならない)に主語として前置代名詞 τοῦτο が置かれ、中性定冠詞付き不定詞句 τὸ μηδέτερον τῶν ὅρων ὁμώνυμον παραλαμβάνεσθαι がそれに同格として続く。これに加えて接続詞 καὶ ἔτι によって、同様の定冠詞付き分詞句 τὸ μὴ ... παραλαμβανόμενον καὶ διὰ τοῦτο δυνάμενον ... が並列され、さらに後続の μήτε ... ὑπάρχον, μήτε ... δυνάμενον, ἀλλ' εἶναι διωρισμένον と連鎖して、矛盾の成立のために排除されるべき/保持されるべき条件の群を形成している。

  2. 1.18τῆς μὲν λαμβανομένης ἐπὶ τοῦ πεφυκέναι κατὰ τὴν ὀπτικὴν δύναμιν ἐνεργεῖν ... τῆς δὲ ἐπὶ τοῦ μὴ ἐνεργεῖν τότε κατ’ αὐτήν

    対比的な二つの属格独立分詞句(τῆς μὲν λαμβανομένης ... τῆς δὲ [λαμβανομένης])であり、直前の主節に現れた二つの命題、すなわち肯定命題(ἡ λέγουσα κατάφασις)と否定命題(τῇ ἀποφάσει)をそれぞれの意味上の主語としている。一方が可能態(πεφυκέναι ... ἐνεργεῖν)、他方が現実態(μὴ ἐνεργεῖν τότε)についての言明として解釈されることを説明する構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:84.25-86.10