← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§83.1-84.25

矛盾の定義とその成立条件

アンモニオスは、アリストテレスが『命題論』第6章(17a2)で「矛盾」という語を自ら定義・導入した理由や先行するプラトンとの関係を解説し、四つの命題の配列順序(偽から真へ、欠如から形相へ)の意図を解明する。さらに、「同じものについての同じもの」という限定句が、矛盾が成立するための同一主語・同一述語の条件を指すことを具体例を挙げて説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.18#2

ἅπερ προέκειτο εὑρεῖν ὡς ἀναγκαῖα πρὸς τὴν κατάληψιν τῆς ἀντιφάσεως, περὶ ἧς νῦν ἡμῖν ὁ λόγος. Ταύτην γὰρ τὴν μάχην τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν ἀντίφασιν ὀνομάζειν ὁ Ἀριστοτέλης ἀξιοῖ, ὡς ἂν τῶν μορίων αὐτῆς τἀναντία φασκόντων ἀλλήλοις1 κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, αὐτὸς τοὔνομα αὐτῇ τοῦτο τιθέμενος, ὡς δηλοῖ λέγων καὶ ἔστω τοῦτο ἀντίφασις, καίτοι οὔτε ἐπὶ καταφάσεως οὔτε ἐπὶ ἀποφάσεως ἢ ἀποφάνσεως τοιοῦτον οὐδὲν εἰπών· ἔστι γὰρ τούτων τῶν ὀνομάτων ἕκαστον εὑρεῖν καὶ παρὰ τῷ θειοτάτῳ Πλάτωνι κείμενον, ὥσπερ καὶ τὰ πλεῖστα τῶν ἐν τούτοις παραδεδομένων περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου θεωρημάτων εὕροις ἂν πολλαχῇ τε παρ’ αὐτῷ διεσπαρμένα καὶ διαφερόντως ἐν τῷ Σοφιστῇ παραδεδομένα μετὰ τοὺς πολλοὺς καὶ θαυμαστοὺς λόγους τοὺς περὶ τοῦ συγκεκραμένου τῷ ὄντι μὴ ὄντος, δι’ ὧν δείκνυσιν ὅτι καὶ ἐν διανοίαις καὶ ἐν δόξαις καὶ ἐν τῷ προϊόντι μὲν ἀπὸ τούτων ἔξω δὲ ῥέοντι λόγῳ θεωρεῖται τὸ σύστοιχον αὐτοῖς μὴ ὄν, τοῦτ’ ἔστι τὸ ψεῦδος· ἐν ἐκείνοις γὰρ τὸν προσήκοντα τῷ πρώτῳ φιλοσόφῳ τρόπον αὔταρκες ὑπολαμβάνων τὸ καὶ τῆς λογικῆς πραγματείας μόνα θεωρῆσαι τὰ περὶ τὰς ἀρχάς,2 ὅσα προσῆκον ἦν περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διείλεκται, τοῖς προηγουμένως περὶ αὐτὴν ἐσπουδακόσι καταλιπὼν τὰς παντοδαπὰς διαφορὰς τῶν τε εἰδῶν τῶν προτάσεων καὶ τῶν ἀντιθέσεων καὶ τῶν ἀκολουθήσεων ἐξυφαίνειν. ἀλλὰ ταῦτα μὲν ἐκεῖθεν ἔξεστιν ἀναλέγεσθαι τοῖς φιλομαθέσιν. Ἐπιστῆσαι δὲ χρὴ ὅτι ἐν τῇ τῶν προτάσεων ἀπαριθμήσει βουλόμενος ὁ Ἀριστοτέλης ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα προαγαγεῖν τὸν λόγον καὶ οἷον ἀπὸ στερήσεων ἐπὶ εἴδη, πρώτας μὲν παρέδωκε τὰς ψευδεῖς προτάσεις, ἐπὶ δὲ ταύταις τὰς ἀληθεῖς, καὶ ἐν ταῖς ψευδέσι προέταξε τὴν ψευδῆ ἀπόφασιν τῆς ψευδοῦς καταφάσεως, διότι καὶ ἡ ἀπόφασις αὐτὴ καθ’ αὑτὴν χείρων ἐστὶ τῆς καταφάσεως στερήσεως πρὸς αὐτὴν ἔχουσα λόγον, ἐν δέ γε τῇ καταριθμήσει τῶν ἀληθῶν προτέρας μὲν μνημονεῦσαι βουληθεὶς τῆς ἀντικειμένης τῇ προτέρᾳ παραληφθείσῃ τῶν ψευδῶν, ἵνα ἡ προτέρα καταριθμηθεῖσα τῶν ψευδῶν μάχηται τῇ προτέρᾳ τῶν ἀληθῶν, δευτέρας δὲ τῆς τῇ δευτέρᾳ τῶν ψευδῶν ἀντικειμένης, ἵνα πάλιν ἡ δευτέρα τῶν ψευδῶν μάχηται τῇ δευτέρᾳ τῶν ἀληθῶν, διὰ τοῦτο προέταξεν ἀναγκαίως τὴν ἀληθῆ κατάφασιν τῆς ἀληθοῦς ἀποφάσεως. ἔχεις οὖν ἐντεῦθεν ἀναφαινομένας δύο ἀντιφάσεις, μίαν μὲν ψευδοῦς ἀποφάσεως πρὸς ἀληθῆ κατάφασιν, ἑτέραν δὲ ψευδοῦς καταφάσεως πρὸς ἀληθῆ ἀπόφασιν, καὶ οὐδὲ ἐπινοῆσαι παρὰ ταύτας ἄλλην ἐνδέχεται. διὰ τοῦτο μὲν οὖν συναγαγὼν ὅτι πάσῃ καταφάσει μάχεταί τις ἀπόφασις, τῇ μὲν ἀληθεῖ ἡ ψευδής, τῇ δὲ ψευδεῖ ἡ ἀληθής, καὶ πάσῃ ἀποφάσει κατάφασις ὡσαύτως, ὡρίσατο τὴν ἀντίφασιν μάχην καταφάσεως καὶ ἀποφάσεως τῶν κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀντικειμένων. ἐπεὶ δὲ οὔπω τὸ ἀκριβὲς εἶχεν ὁ τῆς ἀντιφάσεως ὁρισμός (οὐ γὰρ ἡ τυχοῦσα ψευδὴς ἀπόφασις ἀντίφασιν ποιεῖ πρὸς τὴν τυχοῦσαν ἀληθῆ κατάφασιν, οὐδ’ ἡ τυχοῦσα ἀληθὴς ἀπόφασις πρὸς τὴν τυχοῦσαν ψευδῆ κατάφασιν· τίς γὰρ ἂν ἀντιφάσκειν εἴποι πρὸς τὸν εἰπόντα ‘ὁ ἄνθρωπος ζῷόν ἐστι’ τὸν λέγοντα ‘ὁ ἄνθρωπος δίπους οὐκ ἔστι’ διὰ τὸ εἶναι τὴν μὲν κατάφασιν ἀληθῆ τὴν δὲ ἀπόφασιν ψευδῆ, ἢ πρὸς τὸν εἰπόντα ‘ὁ ἄνθρωπος τετράπους ἐστί’ τὸν λέγοντα ‘ὁ ἄνθρωπος λίθος οὐκ ἔστι’ διὰ τὸ ἔμπαλιν ἔχειν τὰς προτάσεις;), διὰ τοῦτο προστίθησιν εἰκότως τίνας οἴεσθαι χρὴ τὰς ἀντικειμένας καταφάσεις καὶ ἀποφάσεις, ὅτι τὰς ὑποκειμένῳ τε τῷ αὐτῷ χρωμένας καὶ τὸν αὐτὸν αὐτοῦ κατηγορούσας κατηγορούμενον, ὅπερ ἐδήλωσεν εἰπὼν τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, τοῦτο δέ ἐστιν ἀντιφάσκειν λέγω πρότασιν προτάσει τὴν τοῦ αὐτοῦ κατηγορουμένου ποιουμένην τὴν κατηγορίαν κατὰ τοῦ αὐτοῦ ὑποκειμένου τῷ παραληφθέντι3 καὶ ἐν τῇ ἑτέρᾳ προτάσει, πρὸς ἣν ἡ ἀντίθεσις· μάχεται γὰρ τῇ λεγούσῃ προτάσει ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’ ἡ λέγουσα ‘ὁ ἄνθρωπος ζῷον οὐκ ἔστιν’, ἀλλ’ οὐχ ἡ λέγουσα ‘ὁ ἄνθρωπος δίπους οὐκ ἔστιν’, ἐπειδὴ αἱ μὲν κατὰ ἄμφω τοὺς ὅρους κοινωνοῦσιν αἱ δὲ κατὰ τὸν κατηγορούμενον διαφέρουσι, καὶ τῇ λεγούσῃ ‘ὁ ἄνθρωπος λίθος ἐστίν’ ἡ λέγουσα ‘ὁ ἄνθρωπος λίθος οὐκ ἔστιν’, ἀλλ’ οὐχ ἡ λέγουσα ‘ὁ ἵππος λίθος οὐκ ἔστι’· καὶ γὰρ αὗται διαφόροις χρῶνται τοῖς ὑποκειμένοις.

これらこそまさに、我々の今の議論の主題である矛盾の把握にとって必然的なものとして見出すことが企図されていた事柄である。というのもアリストテレスは、真と偽に関して矛盾の各部分が互いに反対のことを語っていることから、肯定と否定のこの戦いを「矛盾」と名づけるのが正当であると考え、「そしてこれを矛盾としよう」と言っていることからも明らかなように、自ら矛盾にこの名を与えているからである。もっとも、肯定や否定や言明の言述については、彼はそのようなことを何一つ言っていない。なぜなら、これらの名称の各々は最も神聖なプラトンのもとにも用いられているのを見出すことができるからであり、それはあたかも、言明的言述の原理に関してこれらの箇所で伝授されている定理の大部分が、プラトンのもとで随所に散りばめられ、とりわけ『ソフィスト』において、有と混じり合った非有に関する多くの驚くべき議論の後に伝授されているのを見出せるのと同様である。その議論を通じてプラトンは、思考においても思惑においても、またこれらから生じて外へと流れ出る言述においても、これらに対応する非有、すなわち偽が考察されるということを示しているのである。というのもプラトンはそれらの対話篇において、第一の哲学者に相応しい仕方で、論理学の探究についても原理に関する事柄だけを考察すれば十分であると考え、言明的言述の原理に関して相応しかった限りの事柄を論じ、命題の諸種、諸対立、諸帰結のあらゆる差異を織りなすことは、それ〔論理学の探究〕に主として専心した者たちに委ねたからである。しかしこれらのことは、そこから学び取ることが学問を好む者たちには可能である。 他方、注意すべき点として、命題の枚挙においてアリストテレスは、劣ったものから勝ったものへと、いわば欠如から形相へと議論を前進させることを望み、まず偽なる命題を伝授し、その後に真なる命題を伝授したこと、そして偽なるものの中では、否定そのものが肯定に対して欠如の比率を持ちそれ自体として肯定より劣っているがゆえに、偽なる否定を偽なる肯定に先立たせたことが挙げられる。しかし、真なるものの枚挙においては、偽なるもののうち先に挙げられたものに対立するものを先に言及することを望み、それによって偽なるもののうち先に枚挙されたものが真なるもののうち先に[枚挙されたもの]と戦い、また偽なるものの第二のものに対立するものを第二に[言及することを望み]、それによって重ねて偽なるものの第二のものが真なるものの第二のものと戦うようにしたため、この理由から彼は必然的に真なる肯定を真なる否定に先立たせたのである。したがって、ここから二つの矛盾、すなわち一つには偽なる否定の真なる肯定に対する[矛盾]、もう一つには偽なる肯定の真なる否定に対する[矛盾]が現れ出るのを把握することができ、これら以外のものを思い描くことは不可能である。それゆえ彼は、いかなる肯定にもある否定が、すなわち真なるものには偽なるものが、偽なるものには真なるものが戦い、いかなる否定にも同様に肯定が[戦う]と結論して、矛盾を「真と偽に関して対立する肯定と否定の戦い」と定義したのである。 しかし、矛盾の定義はまだ厳密さを備えていなかったため(なぜなら、任意の偽なる否定が任意の真なる肯定と矛盾をなすわけでも、任意の真なる否定が任意の偽なる肯定と[矛盾をなす]わけでもないからである。実際、肯定が真であり否定が偽であるからといって、「人間は動物である」と言った者に対して「人間は二足ではない」と言う者が矛盾を語っていると誰が言うだろうか。あるいは、命題が逆の関係にあるからといって、「人間は四足である」と言った者に対して「人間は石ではない」と言う者が[矛盾を語っていると誰が言うだろうか])、この理由から当然にも彼は、対立する肯定と否定とはどのようなものであると考えるべきかを付け加え、それらは同じ基体を用い、同じ述語をその基体について述語づけているものであるとし、このことを彼は「同じものについての同じものの」と言うことによって明らかにしたのである。そしてこのことは、命題が対立相手である他方の命題において用いられたのと同じ基体に対して、同じ述語の述語づけを行うことによって、その命題に対して矛盾することを私が意味している、ということである。なぜなら、「人間は動物である」と言う命題に対して戦うのは、「人間は動物ではない」と言うものであって、「人間は二足ではない」と言うものではないからであり、前者は両方の項において共通しているのに対し、後者は述語において異なっているからである。また、「人間は石である」と言う命題に対しては、「人間は石ではない」と言うものが[戦うのであって]、「馬は石ではない」と言うものではない。これらもまた異なる基体を用いているからである。

構文注3 件
  1. 1.18ὡς ἂν τῶν μορίων αὐτῆς τἀναντία φασκόντων ἀλλήλοις

    ὡς ἄν に属格独立構文(τῶν μορίων... φασκόντων)が後続し、主語(アリストテレス)が「矛盾」と命名した主観的根拠・意図(「〜であると考えたことに基づいて」)を表す。

  2. 1.18αὔταρκες ὑπολαμβάνων τὸ καὶ τῆς λογικῆς πραγματείας μόνα θεωρῆσαι τὰ περὶ τὰς ἀρχάς

    分詞 ὑπολαμβάνων の目的語は冠詞付き不定詞句 τὸ... θεωρῆσαι であり、αὔταρκες はその述語対格(「…を十分であるとみなして」)。τὸν προσήκοντα... τρόπον は様態の対格副詞句として ὑπολαμβάνων に係り、文の主動詞 διείλεκται の主語(プラトン)の態度を述べる。

  3. 1.18τῷ παραληφθέντι

    与格分詞 τῷ παραληφθέντι は、前置詞句 κατὰ τοῦ αὐτοῦ ὑποκειμένου 中の指示詞 τοῦ αὐτοῦ に連動し、「…と同じ基体」という同等比較の基準を表す与格である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:83.1-84.25