← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§70.30-72.8

定義の統一性の根拠と形而上学への委任

アンモニオスはアリストテレスが『命題論』17a9において定義言説の単一性の根拠を『形而上学』の探究へと委ねた理由を説明し、単に名詞を時間的に連続して発話するだけでは定義言説も命題も一つにはなりえない論理的・存在論的根拠を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.14#2

‘ἐπεὶ δὲ ὅλως ὁρισμῶν ἐν τούτοις πεποίηται μνείαν,1 οὗτοι δέ εἰσιν ἐκ πλειόνων ὀνομάτων συγκείμενοι λόγοι περὶ τὴν οὐσίαν τοῦ αὐτοῦ πράγματος στρεφομένων2 καὶ διὰ τοῦτο εἷς ἕκαστος τούτων, πολλῆς δὲ πραγματείας ἡ τούτου δεῖται θεωρία (ποτὲ μὲν γὰρ ἐκ τῶν συμπεφορημένων ὀνομάτων οὐσία μία σημαίνεται καὶ εἷς ἐξ αὐτῶν ἀποτελεῖται λόγος, ποτὲ δὲ οὐχ εἷς), ἀναβάλλεται τὴν τούτων παράδοσιν εἰς τελειοτέραν τινὰ πραγματείαν, ἧς ἔργον ἐστὶ τὰ ὄντα ᾗ ὄντα ἐστὶν ἐπισκοπεῖν. διόπερ ἔν τε τῷ ἑβδόμῳ καὶ ἐν τῷ ὀγδόῳ βιβλίῳ τῆς Μετὰ τὰ φυσικὰ πολὺν περὶ τούτου ποιήσεται λόγον, τὸ μὲν γένος, ἵνα συνελόντες εἴπωμεν τὸ κεφάλαιον τῶν ἐν ἐκείνοις παραδεδομένων, ὕλης ἐν τῷ ὁρισμῷ λόγον ἔχειν ἀποφαινόμενος, τὴν δὲ διαφορὰν καὶ μάλιστα τὴν ἐσχάτην καὶ μόνῳ τῷ ὁριστῷ πράγματι ἐφαρμόττουσαν εἰδοποιὸν γίνεσθαι καὶ τελειωτικὴν τῆς οἰκείας ὕλης, οὐδενὸς ἑτέρου δεηθεῖσαν πρὸς τὴν ἕνωσιν τὴν πρὸς αὐτήν· οὐ γὰρ πρὸς κεχωρισμένον τι καὶ καθ’ αὑτὸ ὑφεστηκὸς ἴσχει τὴν ἕνωσιν, ἀλλ’ ἔστι τὸ εἶδος διάθεσίς τις τῆς προσεχοῦς ὕλης, τό τε καθόλου καὶ νοητὸν τῆς νοητῆς λεγομένης ὕλης, ταὐτὸν δὲ εἰπεῖν τῆς κατὰ τὸ γενικώτερον ἐπινοουμένης, καὶ τὸ αἰσθητὸν καὶ καθ’ ἕκαστα τῆς κατ’ αὐτὸ διατίθεσθαι πεφυκυίας. διὰ ταῦτα τοίνυν ὅ τε ὁριστικὸς λόγος εἷς, οὐκ ἐκ διακεκριμένων πρότερον ἔπειτα συνελθουσῶν ἀλλήλαις ἰδιοτήτων συγκείμενος, καὶ τῶν καθ’ ἕκαστα πραγμάτων ἕκαστον ἕν· οὕτω γὰρ ἔχειν ἀνάγκη τὸ διακείμενον μετὰ τῆς οἰκείας ὑφεστὸς διαθέσεως οἷον ἐπὶ τῆς χαλκῆς σφαίρας, καὶ οὐδ’ ἂν ἐπινοήσειέ τις τὸ διακείμενον μὴ καὶ τὴν διάθεσιν συνεπινοήσας. τὸ μὲν οὖν κυρίως τόν τε ὁριστικὸν λόγον ἕνα ποιοῦν, καὶ αὐτὸ μέντοι τὸ ὁριστὸν πρᾶγμα, τοῦτο παραδίδωσιν ἐν ἐκείνοις· ἣν δὲ ἄν τις ἀπερισκέπτως ἀποδέδωκεν αἰτίαν τῆς τοῦ ἑνὸς λόγου γενέσεως, τὸ ἐφεξῆς ἀλλήλοις τὰ συμπληροῦντα αὐτὸν ὀνόματα λέγεσθαι μὴ διαλαμβανόμενα σιωπῇ μέσῃ, ταύτην ὡς ἀνόητον ἐπιρραπίζει λέγων οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔσται· δεῖ μὲν γὰρ ἐπὶ τοῦ ἑνὸς ἐσομένου λόγου τὰ ὀνόματα ἐξ ὧν ἐστιν ἐφεξῆς λέγεσθαι μὴ διαναπαυομένης τῆς φωνῆς, ὡς ὅταν γε αὐτὸ καθ’ αὑτὸ εἴπωμεν ἕκαστον οὐ λεγόντων ἡμῶν ὁρισμόν,3 ἀλλ’ οὐδὲ μίαν ποιούντων πρότασιν κοινῶς ἐπαγομένου πᾶσι τοῦ ῥήματος, ἀλλὰ τοσαύτας ὅσα καὶ τὰ ὡς ἐν ἀσυνδέτῳ ἀπαριθμήσει λεγόμενα ὀνόματα οἷον ‘ζῷον’ εἶτα ‘λογικόν’ εἶτα ‘θνητόν ἐστι’· δόξει γὰρ ἑκάστῳ προσυπακούεσθαι τὸ ἐστίν. οὐ μὴν αὔταρκες τὸ τὰ τυχόντα ὀνόματα ἐφεξῆς ἀλλήλοις καὶ ἀδιακόπως εἰπεῖν πρὸς τὸ ἕνα ποιῆσαι λόγον ἢ ὁριστικὸν ἢ ἀποφαντικόν· ὅταν γὰρ ἢ μόνων οὐσιῶν συμφύεσθαι μὴ δυναμένων, οἷον εἰδῶν ἢ ἀτόμων, ἢ μόνων συμβεβηκότων τύχωσιν ὄντα σημαντικά, οὐκ ἄν ποτε γένοιτο ἐξ αὐτῶν εἷς λόγος, οἷον ὅταν εἴπω ‘ἄνθρωπος βοῦς ἵππος’ ἢ ‘Σωκράτης Πλάτων Ἀλκιβιάδης’ ἢ ‘φιλόσοφος σιμὸς φαλακρὸς βαδίζει’, διὰ τὸ ταῖς μὲν οὐσίαις συμφύεσθαι τὰ συμβεβηκότα4 ὡς ἐν ὑποκειμέναις αὐταῖς ὑφίστασθαι πεφυκότα, μήτε δὲ τὰς κατ’ εἶδος ἢ κατ’ ἀριθμὸν διακεκριμένας οὐσίας ἀλλήλαις, μήτε μὴν τὰ συμβεβηκότα, ὧν οὐδὲ ὑφίστασθαί τι δυνατὸν δίχα τῶν ὑποκειμένων· διὸ καὶ τοῖς εἰρημένοις ἀνάγκη τὸ ‘τὶς’ ἀόριστον ὄνομα προσυπακούεσθαι, τὴν χρείαν πληροῦν τοῦ ὑποκειμένου καὶ ποιοῦν τὸν ὅλον λόγον ψεύδεσθαι ἢ ἀληθεύειν.

しかし、彼がここで全体として定義に言及しており、また定義とは同一の事物の実体に関わる複数の名詞から合成された言説であって、このことのゆえにこれら[定義]のおのおのは一つであり、さらにこれの考察は多大の探究を必要とするので(なぜなら、ある時は寄せ集められた複数の名詞から一つの実体が表示されてそれらから一つの言説が完成するが、ある時は一つにならないからである)、彼はこれらについての教説を、存在者を存在者である限りにおいて観察することを作業とする、より完全な或る探究へと繰り延べている。それゆえ彼は『形而上学』の第七巻および第八巻においてこれについて多くの論述を行うことになるのであり、そこにおいて提示された事柄の要点をかいつまんで言えば、類は定義において質料の役割を持つと言明し、他方で種差、それも特に最後の、かつ定義される事物にのみ適合する種差は、固有の質料を形相化し完成させるものとなって、その質料との結合のために他のいかなるものも必要としない、と述べるのである。なぜなら[種差は]何か分離されそれ自体で存立しているものに対して結合を持つのではなく、形相とは近接する質料のある態勢であり、普遍的かつ知性的な形相は知性的と呼ばれる質料――すなわちより類的に思念される質料と言っても同じことであるが――の態勢であり、感覚的かつ個別の形相はそれに従って態勢づけられる自然本性を持つ質料の態勢だからである。したがってこれらのゆえに、定義的言説は一つであり、あらかじめ分離されていた諸性質が後から互いに結合して合成されたものではなく、個々の事物の各々も一つなのである。というのも、固有の態勢とともに存立している、態勢づけられたものは、例えば銅の球の場合のように、そのようである必然性があり、何びともその態勢をともに思念することなしには態勢づけられたものを思念することすらできないからである。それゆえ、定義的言説を、さらにはまさに定義される事物そのものをも本来的に一つにするものを、彼はかの書において提示しているのである。これに対して、一つの言説の生成の原因として、それを満たす名詞が中間に沈黙を挟むことなく互いに連続して言われることである、と誰かが軽率にも与えたかもしれない原因を、彼は無分別なものとして退け、「隣り合って言われたことによって一つになるのではないからである」と述べている。なぜなら、一つとなるはずの言説においては、音声が途中で休止することなく、それがそこから成り立つ名詞が連続して言われる必要があるからである。というのは、我々が各々をそれ自体として単独で口にするとき、我々は定義を語っておらず、それどころか動詞がすべてに対して共通に付け加えられても一つの命題をなすのではなく、接続詞なしの列挙において言われる名詞と同数の命題を、例えば「動物」、次いで「理性的」、次いで「可死的な[もの]である」のように[口にして]なすのであり、というのも各々に「ある」が言外に補われて理解されると思われるからである。しかし、任意の複数の名詞を互いに連続して中断なく口にすることが、定義的であれ言明であれ一つの言説をなすのに十分であるわけではない。なぜなら、種や個体のように相互に合一しえない実体のみを表示するか、あるいは偶有性のみを表示する名詞である場合には、それらから一つの言説が生じることは決してありえないからであり、例えば私が「人間、牛、馬」あるいは「ソクラテス、プラトン、アルキビアデス」あるいは「哲学者、獅子鼻、禿頭が歩く」と言うときがそうである。これは、偶有性は基体たる実体の中に存立する自然本性を持つものとして実体と合一するのに対して、種においてあるいは数において区別された実体同士は相互に合一せず、また偶有性同士も合一せず、それら偶有性のうちのいかなるものも基体なしには存立しえないからである。それゆえ、前述の例においても不定名詞「ある(何らかの)」が言外に補われ、主語の必要を満たし、全体の言説を偽または真ならしめる必然性がある。

構文注4 件
  1. 1.14ἐπεὶ δὲ ὅλως ὁρισμῶν ἐν τούτοις πεποίηται μνείαν

    文頭の ἐπεὶ ... πεποίηται μνείαν から始まる従属節の構造は、途中に οὗτοι δέ ... や πολλῆς δὲ ... などの並列的・挿入的な説明を挟みつつ、主節の主動詞 ἀναβάλλεται(「繰り延べている」)へと結びつく。文頭の接続詞 ἐπεὶ が長大な前置節全体を統括している。

  2. 1.14στρεφομένων

    現在分詞 στρεφομένων(属格複数)は、直前の名詞句 ἐκ πλειόνων ὀνομάτων(「複数の名詞から」)の構成要素である名詞(ὀνόματα)を意味上の主語とする一致修飾または付帯的な形容詞的修飾である。

  3. 1.14ὡς ὅταν γε αὐτὸ καθ’ αὑτὸ εἴπωμεν ἕκαστον οὐ λεγόντων ἡμῶν ὁρισμόν

    οὐ λεγόντων ἡμῶν ... ἀλλ’ οὐδὲ ... ποιούντων は ὡς と結びついて理由を表す属格絶対構文であり、その内部に ὅταν 節(εἴπωμεν の主語も同じく「我々」)を含む。これを支配する主節(δεῖ ... λέγεσθαι)に ἡμῶν と一致する要素がないため、属格絶対として置かれている。

  4. 1.14διὰ τὸ ταῖς μὲν οὐσίαις συμφύεσθαι τὰ συμβεβηκότα

    前置詞 διὰ と冠詞付き不定詞 τό ... συμφύεσθαι が理由節を形成する。不定詞 συμφύεσθαι の意味上の主語は対格の τὰ συμβεβηκότα(「偶有性」)であり、与格 ταῖς ... οὐσίαις は結合の相手を示す補語である。後続する μήτε δὲ ... μήτε μὴν ... には、同動詞 συμφύεσθαι(または συμφύεσθαι δύνασθαι)が省略されて対格主語(τάς ... οὐσίας, τὰ συμβεβηκότα)を支配している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:70.30-72.8