- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:69.1-70.29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが命題の成立に動詞(述語)を必須としつつ主語について明言しなかった理由を巡り、アモニオスは述語の優位を説くポルピュリオスの見解を紹介した上で、定義的言説単独では命題になりえないことを明確にする文脈的意図から説明する。
" Ἀνάγκη δὲ πάντα λόγον ἀποφαντικὸν ἐκ ῥήματος εἶναι ἢ πτώσεως ῥήματος· καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἢ ἦν ἢ ἔσται ἤ τι τοιοῦτον προστεθῇ, οὔπω λόγος ἀποφαντικός, διότι δὴ ἕν τί ἐστιν ἀλλ’ οὐ πολλὰ τὸ ζῷον πεζὸν δίπουν· οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔσται. ἔστι δὲ τοῦτο ἄλλης πραγματείας εἰπεῖν." Προθέμενος διαλεχθῆναι περὶ τοῦ ἀποφαντικοῦ λόγου καὶ τῶν τούτου εἰδῶν, καταφάσεώς τε καὶ ἀποφάσεως, ἐπειδὴ τούτων ἑκάτερον τὸ μέν τι ἔχει κατηγορούμενον τὸ δὲ ὑποκείμενον, διαφοράν τινα τούτων ἡμῖν παραδίδωσι συμβαλλομένην αὐτῷ πρὸς τὴν διάρθρωσιν τῶν ἐφεξῆς ῥηθησομένων· λέγει γὰρ ὅτι τὸν μὲν κατηγορούμενον ὅρον ἐν τῇ προτάσει πᾶσα ἀνάγκη ῥῆμα εἶναι ἢ πτῶσιν ῥήματος (ἴσως δέ ποτε καὶ ἀόριστον ῥῆμα, καθάπερ ἐν ταῖς ἀποφάσεσιν, ὅπερ ἔοικε συμπεριειληφέναι τῷ ῥήματι διὰ τούτων ὁ Ἀριστοτέλης ἢ ὡς προηγουμένως μὲν περὶ καταφάσεως διαλεγόμενος παραλελοιπέναι),1 τὸν δὲ ὑποκείμενον οὐ πάντως ὄνομα ἢ πτῶσιν ὀνόματος ἢ ἀόριστον ὄνομα, ἀλλ’ ἔστιν ὅτε καὶ λόγον ἐκ πλειόνων ὀνομάτων συγκείμενον· ὅταν μὲν γὰρ εἴπω ‘Σωκράτης ὑγιαίνει’ ‘Σωκράτης ὑγίανε’, τοῦ ὑποκειμένου ἐν τούτοις ὀνόματος ὄντος ὁ κατηγορούμενος ποτὲ μέν ἔστι ῥῆμα ποτὲ δὲ πτῶσις ῥήματος, ὅταν δὲ εἴπω ‘Σωκράτης ἐστί’ ‘Σωκράτει μεταμέλει’ ‘οὐ Σωκράτης ἐστί’ ‘ζῷον λογικὸν θνητόν ἐστι’, τὸ ὑποκείμενον ἐν τούτοις οὐ μόνον ἐστὶν ὄνομα ἢ πτῶσις ὀνόματος, ἀλλὰ ποτὲ καὶ ἀόριστον ὄνομα ποτὲ δὲ λόγος ἐξ ὀνομάτων συνεστὼς πλειόνων. ἀλλ’ οὐχ οὕτω λέγεται ταῦτα σαφῶς ὑπὸ τοῦ Ἀριστοτέλους διὰ τὸ σύντομον τῆς ἀπαγγελίας· εἰπὼν γὰρ σαφῶς τὸ περὶ τοῦ κατηγορουμένου ᾐνίξατο μόνον τὸ κατὰ τὸν ὑποκείμενον, εἰπὼν καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἢ τὸ οὐκ ἔστιν ἢ ἦν ἢ ἔσται ἤ τι τοιοῦτον προστεθῇ, οὔπω λόγος ἀποφαντικός. Ἀλλὰ διὰ τί περὶ μὲν τοῦ κατηγορουμένου λέγεται διὰ τούτων, ὡς ἄνευ τούτου μὴ ἂν γενομένης προτάσεως, περὶ δὲ τοῦ ὑποκειμένου τὸ ὅμοιον οὐ προστίθεται, καίτοι ὁμοίως ἑκατέρου τούτων τῆς προτάσεως δεομένης καὶ ῥηθέντων ἤδη τούτων ἐν τοῖς προλαβοῦσιν ὡς οὔτε τὸ ὄνομα, κἂν ᾖ σύνθετον, δύναται σημῆναί τι ἀληθὲς ἢ ψεῦδος ῥήματος χωρὶς οὔτε τὸ ῥῆμα δίχα ὑποκειμένου τινός, ὡς ἐδιδάχθημεν ἐν τῷ συμπεράσματι τῶν περὶ τοῦ ῥήματος λόγων; ἔστι μὲν οὖν πρὸς τὴν ἀπορίαν ταύτην ἀπαντῶντας λέγειν, ἅπερ φησὶν ὁ φιλόσοφος Πορφύριος, ὡς ἐν τῷ κατηγορικῷ εἴδει τοῦ ἀποφαντικοῦ λόγου τὸ κῦρος ἔχει μάλιστα τὸ κατηγορούμενον ὡς τὴν ὕπαρξιν ἢ ἀνυπαρξίαν τῆς ἀποφάνσεως σημαῖνον (διὸ καὶ ἐντεῦθεν ὁ ὅλος λόγος κατηγορικὸς ὀνομάζεται, καὶ τὸ ἀρνητικὸν μόριον ἐν ταῖς ἀποφάσεσιν ὡς κυριωτέρῳ τούτῳ προστίθεμεν, ἵνα τῆς καταφάσεως ἀναιρεθείσης διὰ τῆς ἀναιρέσεως τοῦ κυριωτάτου τῶν ἐν αὐτῇ μορίων ἡ ἀπόφασις γένηται), καὶ διὰ τοῦτο περὶ μόνου τούτου τοῦ μορίου ποιεῖται τὸν λόγον ἐν τούτοις ὁ Ἀριστοτέλης, ὡς τούτου χωρὶς ἀποφάνσεως οὐκ ἂν γενομένης. μήποτε δὲ προσφυέστερον ᾖ τοῖς προκειμένοις τὸ λέγειν ὅτι ἐν οἷς μὲν περὶ τοῦ ὀνόματος ἦν ὁ λόγος, ἐπεσημήνατο ὡς οἷον ἂν ληφθῇ, οὐκ ἂν γένοιτο δίχα ῥήματος αὔταρκες πρὸς τὸ ποιῆσαι ἀπόφανσιν (“καὶ γὰρ ὁ τραγέλαφος, φησί, σημαίνει μέν τι, οὔπω δὲ ἀληθὲς ἢ ψεῦδος, ἐὰν μὴ τὸ εἶναι ἢ τὸ μὴ εἶναι προστεθῇ, ἢ ἁπλῶς ἢ κατὰ χρόνον”), καὶ πάλιν ἐν οἷς διελέγετο περὶ τοῦ ῥήματος, τὰ αὐτὰ καὶ περὶ τούτου ἐπισημαινόμενος ἔλεγεν ὡς οὐκ ἔστιν αὔταρκες αὐτὸ καθ’ αὑτὸ λεγόμενον πρὸς ἀποφάνσεως γένεσιν· ἐνταῦθα δὲ οὐκέτι προσετίθει τὸ ‘δίχα ὀνόματος’ (αὐτόθεν γὰρ ὁ λόγος ἠλέγχετο διὰ τὰς λόγοις ὑποκειμένοις χρωμένας προτάσεις), ἀλλ’ ὅτι μόνον χρεία καὶ ἑτέρου τινός, ᾧ προστιθέμενον καὶ συντιθέμενον τὸ ῥῆμα ποιήσει τὴν ἀπόφανσιν τὴν τὸ εἶναι ἢ τὸ μὴ εἶναι σημαίνουσαν· ἐν δὲ τοῖς μετ’ ἐκεῖνα παραδεδομένοις περὶ λόγου διαλεχθεὶς καὶ εἰπὼν ὅτι ἐστὶ σημαντικὴ φωνὴ μέρος ἔχουσα σημαντικόν, ὅπερ κοινῶς ὑπάρχειν τοῖς τελείοις καὶ τοῖς ἀτελέσι λόγοις ἐλέγομεν, καὶ μεταβὰς ἐπὶ τὴν θεωρίαν τῆς ἀποφάνσεως καὶ τῶν ταύτης εἰδῶν, ὥσπερ δείσας μή τις ὑπολάβῃ τοὺς ὁριστικοὺς λόγους ἅτε συνθέτους ἐκ πλειόνων ὄντας καὶ σημαντικοὺς μιᾶς φύσεως ὑπάρχοντας δύνασθαι ποιεῖν ἀπόφανσιν, διὰ τοῦτο νῦν ταῦτα προστίθησι,2 περὶ ὧν οὐδέπω φαίνεται διειλεγμένος.
「すべての言明言説は動詞あるいは動詞の曲用形から成っていなければならない。なぜなら人間の言説であっても、『ある』あるいは『あった』あるいは『あるだろう』、またはこれに類する何かが付け加わらなければ、いまだ言明言説ではないからである。[では]なぜ『二足の陸生動物』が一つのものであって多くのものではないのかといえば、隣り合って言われたことによって一つになるのではないからである。しかしこのことを語るのは別の探究の仕事である。」 言明言説およびその種である肯定と否定について論述することを企図し、これらのおのおのが一方では述語を、他方では主語を持つがゆえに、[アリストテレスは]それに続く論述の分節化のために彼自身に寄与するような、これら[主語と述語]のある区別を我々に提示している。というのも、彼は、命題における述語項は必ず動詞あるいは動詞の曲用形(あるいはおそらく時には、否定命題におけるような不定動詞でもあり、これをアリストテレスはこれらの語を通じて動詞に包括させたか、あるいは本来的には肯定命題について論述しているものとして省略したかのようである)でなければならないが、主語項は必ずしも名詞あるいは名詞の曲用形あるいは不定名詞ではなく、複数の名詞から合成された言説である場合もある、と述べているからである。なぜなら、「ソクラテスは健康である」「ソクラテスは健康であった」と言うとき、これらにおいては主語が名詞であるのに対し述語はあるときは動詞であり、あるときは動詞の曲用形であるが、「ソクラテスはある」「ソクラテスは後悔する」「非ソクラテスはある」「理性的・可死的な動物はある」と言うとき、これらにおいて主語は単に名詞あるいは名詞の曲用形であるだけでなく、あるときは不定名詞であり、あるときは複数の名詞から成り立つ言説でもあるからである。しかしこれらは言明の簡潔さのためにアリストテレスによってそのように明瞭には語られていない。なぜなら述語に関する事柄を明瞭に述べたのち、彼は主語に関する事柄については単に暗にほのめかしただけであり、「なぜなら人間の言説であっても、『ある』あるいは『ない』あるいは『あった』あるいは『あるだろう』、またはこれに類する何かが付け加わらなければ、いまだ言明言説ではないからである」と述べているからである。しかし、命題がこれら[主語と述語]のおのおのを同様に必要としており、かつ名詞は合成されたものであっても動詞なしには真または偽を表示しえず、また動詞も何か主語なしにはそうなしえないということが、動詞に関する議論の結論において教えられたように、先の箇所ですでに語られていたにもかかわらず、なぜ述語については、これなしには命題が成立しないかのようにこれらの語を通じて語られる一方で、主語については同様のことが付け加えられないのであろうか。それゆえ、哲学者ポルピュリオスが述べるように、言明言説の述語的な種においては、言明の存在または非存在を表示するものとして述語が最大の権能を持つゆえに(それゆえにまたここから全体の言説も述語的と名付けられ、否定辞を否定命題においてより主要なものとしてこの述語に付け加えるのであり、その結果、肯定命題がそのうちの最も主要な部分の廃棄を通じて廃棄されることによって否定命題が成立するのである)、そしてこのことのゆえに、アリストテレスはこれなしには言明が成立しないものとして、ここではこの部分のみについて論述を行っているのだ、とこの難問に答えて述べることは可能である。しかし、名詞に関する議論の箇所では、名詞がどのように取られようとも動詞なしには言明をなすのに十分ではありえないと彼が明記し(「なぜなら山羊鹿は、と彼は言う、何かを表示はするが、『ある』あるいは『ない』が、単的にであれ時制に従ってであれ、付け加わらなければ、いまだ真でも偽でもない」)、そして再び動詞について論じていた箇所でも、これについても同様の事柄を明記しつつ、言明の生成のためにはそれ自体として単独で語られるのでは十分でないと述べていた、ということを言う方が、眼前の文脈により適合しているかもしれない。しかしその箇所では、もはや「名詞なしに」とは付け加えず(というのも主語として言説を用いる命題のゆえに、その議論はただちに反駁されたであろうからである)、動詞がそれに付け加わり結合されて、「ある」あるいは「ない」を表示する言明をなすことになる他の何かをも必要とするという点だけを付け加えた。そしてそれに続く教説において言説について論述し、それが表示的な部分を持つ表示的な声であると述べて(これは完全な言説にも不完全な言説にも共通して属すると我々が語っていたものである)、言明およびその種の考察へと移行したとき、あたかも複数のものから合成され一つの自然本性を表示している定義的言説が言明をなすことができると誰かが思いなすことを恐れたかのように、このことのために、いまだ論述していないように見受けられる事柄について、いまこれらを付け加えているのである。
- 1.14ὅπερ ἔοικε συμπεριειληφέναι τῷ ῥήματι διὰ τούτων ὁ Ἀριστοτέλης ἢ ὡς προηγουμένως μὲν περὶ καταφάσεως διαλεγόμενος παραλελοιπέναι
ἔοικε に対する二つの不定詞 συμπεριειληφέναι と παραλελοιπέναι が接続詞 ἢ で並列されている。後者には ὡς (「…であるとして」)を伴う分詞節 προηγουμένως μὲν περὶ καταφάσεως διαλεγόμενος が付加され、省略の理由を述べている。
- 1.14ἐν δὲ τοῖς μετ’ ἐκεῖνα παραδεδομένοις περὶ λόγου διαλεχθεὶς καὶ εἰπὼν ὅτι ἐστὶ σημαντικὴ φωνὴ ... διὰ τοῦτο νῦν ταῦτα προστίθησι
文の骨格は、一連のアオリスト分詞 διαλεχθείς(論述し)、εἰπών(述べて)、μεταβάς(移行して)、さらに理由・状況を表す分詞 δείσας(恐れたかのように)を経て、主節の主語(アリストテレス)と主動詞 διὰ τοῦτο νῦν ταῦτα προστίθησι(このためにいまこれらを付け加えている)へと収束する長大な前置分詞構文である。
