- 底本
- Ammonius, In Aristotelis Librum De Interpretatione Commentarius. Commentaria in Aristotelem Graeca IV.5, ed. A. Busse, Berlin: Reimer 1897, pp. 1-272. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:130.1-131.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アンモニオスは、個別命題が過去・現在においては真偽を決定的に分かつが、可能的未来においては非決定的にのみ分かつというアリストテレスの議論を詳説し、この定理が倫理学・自然学・論理学・第一哲学および日常の道徳観において極めて重要な意義を持つことを説明する。
Τῶν οὖν εἰρημένων τριῶν ἀντιθέσεων κατὰ πάντα χρόνον ὁμοίως ἐχουσῶν κατὰ τὸ ποιεῖν ἀντίφασιν ἢ μὴ ποιεῖν, τὰς καθ’ ἕκαστα προτάσεις φησὶν ὁ Ἀριστοτέλης ἐπὶ μὲν τῆς ἀναγκαίας ὕλης καὶ τῆς ἀδυνάτου διαιρεῖν ὁμοίως ταῖς ἄλλαις κατὰ πάντα χρόνον ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος (κατὰ μὲν γὰρ τὴν ἀναγκαίαν ὕλην τὴν μὲν κατάφασιν ἀληθεύειν ἀνάγκη τὸ ἀναγκαίως ὑπάρχον ὑπάρχειν λέγουσαν, τὴν δὲ ἀπόφασιν ψεύδεσθαι ἅτε ἀναιροῦσαν τὸ ἀναγκαίως ὑπάρχον, κατὰ δὲ τὴν ἀδύνατον τὴν μὲν κατάφασιν ψεύδεσθαι τὸ ἀδύνατον ὑπάρχειν λέγουσαν, τὴν δὲ ἀπόφασιν ἅτε ἀναιροῦσαν αὐτὸ ἀληθεύειν), κατὰ δέ γε τὴν ἐνδεχομένην ὕλην οὐκέτι φησὶν ὁμοίως αὐτὰς ἔχειν κατὰ πάντα χρόνον λαμβανομένας πρὸς τὴν διάκρισιν τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους· ἐπὶ μὲν γὰρ τοῦ παρεληλυθότος καὶ τοῦ ἐνεστῶτος, ἅτε δὴ τοῦ πράγματος ἐκβεβηκότος περὶ οὗ ὁ λόγος, φανερὰν εἶναι τῶν καθ’ ἕκαστα προτάσεων τήν τε ἀληθεύουσαν καὶ τὴν ψευδομένην· εἰ γὰρ τύχοι λουόμενος ἢ λουσάμενος χθὲς ὁ Σωκράτης, ἡ μὲν κατάφασις ἀληθεύσει ἡ λέγουσα ‘Σωκράτης λούεται’ ‘Σωκράτης χθὲς ἐλούσατο’, ἡ δὲ ἀπόφασις ἀναιρεῖν πειρωμένη τὸ ὑπάρχον ἢ ὑπάρξαν δῆλον ὅτι ψευδὴς ἔσται, καὶ εἰ τύχοι μὴ λουόμενος ἢ μὴ λελουμένος τῇ προτεραίᾳ, δῆλον ὅτι τὴν μὲν ἀπόφασιν κατὰ τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρεληλυθότα λαμβανομένην ἀληθεύειν ἀνάγκη, τὴν δὲ κατάφασιν ὑπάρχειν ἢ ὑπάρξαι λέγουσαν τὸ μὴ ἐκβεβηκὸς ψεύδεσθαι. κατὰ δέ γε τὸν μέλλοντα χρόνον διαιρεῖν μὲν καὶ οὕτως φησὶ τὰς καθ’ ἕκαστα προτάσεις τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, οὐκέτι μέντοι ὁμοίως ταῖς κατὰ τὸν ἐνεστῶτα χρόνον ἢ τὸν παρεληλυθότα λαμβανομέναις· οὐ γὰρ ἔτι ὡρισμένως ἔστιν εἰπεῖν ποτέρα μὲν αὐτῶν ἀληθεύσει ποτέρα δὲ ψεύσεται, μήπω τοῦ πράγματος ἐκβεβηκότος δυναμένου δὲ καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι. Τοῦτο μέντοι τὸ θεώρημα τὸ νῦν ὑπὸ τοῦ Ἀριστοτέλους κινούμενον δοκεῖ μὲν εἶναι λογικόν, κατὰ ἀλήθειαν δὲ πρὸς πάντα τὰ μόρια τῆς φιλοσοφίας ἐστὶν ἀναγκαῖον· κατά τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν πᾶσαν ἀνάγκη προσλαμβάνειν ὡς οὐ πάντα ἔστι καὶ γίνεται ἐξ ἀνάγκης, ἀλλ’ ἔστι τινὰ καὶ ἐφ’ ἡμῖν, ἐπείπερ κύριοι πράξεών τινων ὄντες καὶ ἐφ’ ἡμῖν ὂν1 ἑλέσθαι ἢ μὴ ἑλέσθαι τάδε τινὰ καὶ πρᾶξαι ἢ μή, τὰς μὲν ἐπαινετὰς τὰς δὲ ψεκτὰς εἶναι τῶν τε προαιρέσεων καὶ τῶν πράξεων λέγομεν, καὶ προτρέπειν μὲν τοὺς πέλας ἀξιοῦμεν ἐπὶ τὰς καλὰς καὶ ἀγαθὰς πράξεις ἀποτρέπειν δὲ ἐκ τῶν ἐναντίων. καὶ μέντοι καὶ πρὸς φυσιολογίαν φαίνεται χρήσιμον τὸ θεώρημα· ζητήσει γὰρ καὶ ὁ φυσιολόγος εἴτε πάντα ἐξ ἀνάγκης γίνεται τὰ γινόμενα, εἴτε τινὰ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου. καὶ πρὸς τὴν λογικὴν μέθοδον ὡσαύτως· αὐτὸ γοῦν τοῦτό ἐστι τὸ νῦν ζητούμενον εἴτε πᾶσα ἀντίφασις ἀφωρισμένως διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος εἴτε ἔστι τις καὶ ἀορίστως ταῦτα διαιροῦσα. ἐκτεινόμενον δὲ τὸ θεώρημα καὶ ἐπὶ τὴν πρώτην φιλοσοφίαν εὑρήσεις· ζητήσει γὰρ καὶ ὁ θεολόγος κατὰ τίνα τρόπον ὑπὸ τῆς προνοίας διακυβερνᾶται τὰ ἐν τῷ κόσμῳ πράγματα, καὶ εἴτε πάντα ὡρισμένως καὶ ἐξ ἀνάγκης γίνεται τὰ γινόμενα, καθάπερ τὰ ἐπὶ τῶν ἀιδίων ὑπάρχοντα, ἢ ἔστι τινὰ καὶ ἐνδεχομένως ἐκβαίνοντα, ὧν τὴν γένεσιν ἐπὶ μερικὰς δηλονότι καὶ ἄλλοτε ἄλλως ἐχούσας αἰτίας ἀνάγειν ἀνάγκη. καὶ οὐδὲ τοὺς πάνυ ἰδιωτικῶς διακειμένους τῶν ἀνθρώπων εὑρήσεις ἀμελοῦντας τῆς περὶ τούτου τοῦ θεωρήματος ἐννοίας, ἀλλὰ τοὺς μὲν ὡς πάντων ἐξ ἀνάγκης γινομένων τὰς αἰτίας ὧν ἁμαρτάνουσιν ἐπὶ τὴν εἱμαρμένην ἢ τὴν πρόνοιαν τήν τε θείαν καὶ τὴν δαιμονίαν ἀναφέρειν πειρωμένους, καθάπερ ὁ ἀπαιδεύτως παρ’ Ὁμήρῳ λέγων ἐγὼ δ’ οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐριννύς, τοὺς δὲ ὡς ὄντων τινῶν καὶ ἐφ’ ἡμῖν2 ἀπομαχομένους μὲν τοῖς πάντα ἀναγκάζουσιν ἀξιοῦντας δὲ ἡμᾶς ὡς αὐτοκινήτους παιδείας τε καὶ ἀρετῆς ἐπιμέλειαν ποιεῖσθαι.
それゆえ、言われた三つの対立が矛盾を作るか作らないかに関してすべての時間において同様の振る舞いをするのに対して、アリストテレスが言うには、個別的な命題は、必然的質料および不可能な質料においては他の命題と同様にすべての時間において決定的に真と偽を分かつが(なぜなら必然的質料においては、肯定は必然的に帰属するものが帰属していると述べるものとして真であり、否定は必然的に帰属するものを排するものとして偽であることが必然であり、また不可能な質料においては、肯定は不可能なものが帰属していると述べるものとして偽であり、否定はそれを排するものとして真であるからである)、可能的質料においては、すべての時間において受け取られたそれらの命題が真と偽の区別に関して同様の振る舞いをすることはもはやない、と言うのである。なぜなら、過去時と現在時においては、論述の対象である事柄がすでに帰結しているがゆえに、個別的な命題のうち真であるものと偽であるものは明らかだからである。すなわち、仮にソクラテスが入浴中であるか昨日入浴したとすれば、『ソクラテスは入浴している』『ソクラテスは昨日入浴した』と述べる肯定は真であり、帰属していることあるいは帰属したことを排しようと企てる否定は偽であることは明白であり、また仮に入浴中ではないか前日に入浴しなかったとすれば、現在時および過去時において受け取られた否定は真であり、帰結していない事柄が帰属している、あるいは帰属したと述べる肯定は偽であることが必然であるのは明白である。しかし未来時においては、個別的な命題がその場合でも真と偽を分かつと彼は言うものの、現在時や過去時において受け取られた命題と同様にはもはや分かたない。なぜなら、事柄がまだ帰結しておらず、帰結することも帰結しないことも可能である以上、それらのうちどちらが真となりどちらが偽となるかを決定的に言うことはもはやできないからである。 ところで、現在アリストテレスによって提起されているこの定理は、論理学的なものであるように思われるが、実際には哲学のすべての部分に対して必要不可欠である。というのも、すべての倫理的哲学において、すべてのものが必然から存在し生じるのではなく、ある事柄は我々に委ねられてもいると前提することが必然だからである。我々はある行為の主動者であり、これら特定の事柄を選び取るか選び取らないか、また実行するかしないかが我々に委ねられているからこそ、選び(プロアイレシス)や行為のうちあるものは賞賛に値しあるものは非難に値すると言い、隣人を美しく善き行為へと勧め、その反対のものから遠ざけることを当然とみなすのである。さらに自然学に対してもこの定理は有用であるように見受けられる。なぜなら自然学者もまた、生じるすべての事柄が必然から生じるのか、それともあるものは運や自発的事象から生じるのかを探求するからである。論理学の方法に対しても同様である。すべての矛盾対立が真と偽を決定的に分かつのか、それともこれらを非決定的に分かつ矛盾対立もあるのかということこそが、まさに現在探求されていることだからである。また、この定理が第一哲学にまで及んでいることも見出すであろう。なぜなら神学者もまた、世界の事柄がいかなる仕方で摂理によって統御されているのか、そして生じるすべての事柄が永遠のものに属する事象と同じく決定的にかつ必然から生じるのか、それとも可能性に即して帰結するようなものもあるのかを探求するからである。後者の発生については、明らかに部分的でありその時々で異なった状態にある原因へと還元することが必然である。そして、全くの一般人であってもこの定理に関する考察を軽視している者を見出すことはないであろう。むしろ彼らのうち一方は、すべてのことが必然から生じるとして、自らが過ちを犯したことの原因を運命や神的およびダイモーン的な摂理へと帰そうと試み、ちょうどホメロスにおいて無教養に語る者が『しかし私は原因ではない、ゼウスと運命と霧の中を行く復讐女神が原因なのだ』と言うかのようであり、他方は、ある事柄は我々にも委ねられているとして、すべてのものを必然化する人々に抗弁し、自律的に動く者として教養と徳への配慮をなすよう我々に要求するのである。
- 1.25ἐφ’ ἡμῖν ὂν
非人称構文(ἔστιν ἐφ' ἡμῖν)に由来する対格独立分詞構文であり、先行する主格分詞句「κύριοι πράξεών τινων ὄντες」と接続詞「καί」で並列されて理由の従属節(ἐπείπερ...)の内容を構成している。
- 1.25τοὺς μὲν ὡς πάντων ἐξ ἀνάγκης γινομένων ... τοὺς δὲ ὡς ὄντων τινῶν καὶ ἐφ’ ἡμῖν
「ὡς」に伴われた属格独立構文(πάντων ... γινομένων および ὄντων τινῶν ...)が、対照される二つの人間集団(τοὺς μέν ... τοὺς δέ)の主観的判断・根拠を表している。対格「τοὺς μέν / τοὺς δέ」自体は先行する動詞「εὑρήσεις」の目的語であり、それぞれ「πειρωμένους」と「ἀπομαχομένους ... ἀξιοῦντας」という対格分詞を伴っている。
