← アンモニオス・ヘルメイウ

アリストテレス『命題論』注解

§128.15-129.35

命題の時間的区別と未来の個別命題の例外性

アリストテレス『命題論』第9章冒頭(18a28)の解説。主語による区分に加えて動詞の時間(過去・現在・未来)が導入され、対角線上の対立や不定命題はすべての時間において質料に応じた真偽の振る舞いが一様であるのに対し、個別命題は未来において例外をなすことが論じ始められる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.25#1

" Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶναι, καὶ ἐπὶ μὲν τῶν καθόλου ὡς καθόλου ἀεὶ τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ, καὶ ἐπὶ τῶν καθ’ ἕκαστα ὥσπερ εἴρηται, ἐπὶ δὲ τῶν καθόλου λεχθέντων μὴ καθόλου οὐκ ἀνάγκη· εἴρηται δὲ καὶ περὶ τούτων. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα καὶ μελλόντων οὐχ ὁμοίως." Παραδοὺς ἡμῖν διὰ τῶν προλαβόντων ὁ Ἀριστοτέλης τὴν ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσιν καὶ διακρίνας τάς τε συναληθεύειν ἢ συμψεύδεσθαί ποτε δυναμένας προτάσεις καὶ τὰς ἀεὶ διαιρούσας τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, διὰ τούτων προστίθησι τὴν ἀπὸ τοῦ κατηγορουμένου γινομένην ἐν αὐταῖς διαφορὰν πρὸς τὸ διαιρεῖν πάλιν ἢ μὴ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπεὶ γὰρ τὸ κατηγορούμενον ἐν ταῖς προτάσεσι ῥῆμα εἶναι ἀναγκαῖον τὸ δὲ ῥῆμα χρόνον ἐλέγομεν προσσημαίνειν τὸν δὲ χρόνον τριχῇ διαιροῦμεν εἴς τε τὸ παρεληλυθὸς καὶ τὸ ἐνεστὸς καὶ τὸ μέλλον, ἀνάγκη τῶν προτάσεων ἑκάστην καθ’ ἕνα τῶν τριῶν λαμβάνεσθαι χρόνων. τεττάρων οὖν οὐσῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων κατὰ τὴν ἀπὸ τοῦ ὑποκειμένου διαίρεσιν, δύο μὲν τῶν διαγωνίων, τῆς πᾶς πρὸς τὴν οὐ πᾶς καὶ τῆς τίς πρὸς τὴν οὐδείς, τρίτης δὲ τῆς τῶν ἀπροσδιορίστων, καὶ ἐπὶ ταύταις τῆς τῶν καθ’ ἕκαστα, πάνυ προσεκτικῶς τὰ μὲν τρία τῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων εἴδη κατὰ πάντα χρόνον ὁμοίως ἔχειν φησὶ πρὸς τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἢ συναληθεύειν, λέγω δὴ τάς τε διαγωνίους καὶ τὰς ἀπροσδιορίστους, τὰς δὲ καθ’ ἕκαστα οὐκέτι. Γινέσθω δὲ ἡμῖν ὁ λόγος ἐπὶ μιᾶς τῶν εἰρημένων τριῶν ἀντιθέσεων, ἵνα καὶ ὅπῃ διαφέρουσιν αὐτῶν κατὰ τὸν εἰρημένον τρόπον αἱ καθ’ ἕκαστα προτάσεις γένηται φανερόν, τῶν αὐτῶν ἁρμόσαι ἡμῖν δηλονότι δυναμένων πρὸς τὴν διάκρισιν τῶν καθ’ ἕκαστα προτάσεων ἀπὸ τῶν λοιπῶν δύο ἀντιθέσεων.1 εἰλήφθωσαν οὖν ἥ τε μερικὴ κατάφασις καὶ ἡ καθόλου ἀπόφασις. ταῦτα τοίνυν εἰ μὲν κατὰ τὴν ἀναγκαίαν ὕλην λαμβάνοις, ἀεὶ τὴν μὲν κατάφασιν ἀληθεύουσαν εὑρήσεις τὴν δὲ ἀπόφασιν ψευδομένην, εἰ δὲ κατὰ τὴν ἀδύνατον, τὴν μὲν κατάφασιν ψευδομένην τὴν δὲ ἀπόφασιν ἀληθεύουσαν ἐπὶ δὲ τῆς ἐνδεχομένης τὴν μὲν κατάφασιν ἅτε ἐπὶ μέρους εἶναι τὸ ἐνδεχόμενον λέγουσαν, ὥσπερ καὶ πέφυκεν ὑπάρχειν, ἀληθεύουσαν πάλιν εὑρήσεις, τὴν δὲ ἀπόφασιν παντελῶς ἀναιροῦσαν τὸ ἐνδεχόμενον τὸ τισὶ μὲν πεφυκὸς ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν ἐξ ἀνάγκης ψευδομένην ὥσπερ γὰρ κατὰ τὸν ἐνεστῶτα χρόνον τὸ μὲν ‘τὶς ἄνθρωπος λευκός ἐστιν’ ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκός ἐστι’ ψεῦδος, οὕτω καὶ ἐπὶ τοῦ παρεληλυθότος τὸ μὲν ‘τὶς ἄνθρωπος λευκὸς ἦν’ ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκὸς ἦν’ ψεῦδος, καὶ ἐπὶ τοῦ μέλλοντος ὡσαύτως τὸ μὲν ‘τὶς ἄνθρωπος λευκὸς ἔσται’ ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκὸς ἔσται’ ψεῦδος. ὁ δὲ αὐτὸς δηλονότι λόγος ἁρμόσει καὶ ἐπὶ τῆς ἑτέρας τῶν διαγωνίων ἀντιθέσεων, τῆς πᾶς καὶ οὐ πᾶς· καὶ γὰρ ἐκείνης τὰ μόρια καθ’ οἵαν ἂν ὕλην ληφθῶσι, παραπλησίως ἔχοντα κατὰ πάντα χρόνον πρὸς τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καταλαμβάνονται. καὶ τὰς ἀπροσδιορίστους μέντοι λεγομένας προτάσεις2 εἰ μὲν ἐπὶ τῆς ἀναγκαίας ἢ τῆς ἀδυνάτου ὕλης θεωροίης, ὄψει κατὰ πάντα χρόνον ὁμοίως διαιρούσας τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπὶ δὲ τῆς ἐνδεχομένης εἴτε συναληθεύοιεν, ὡς ἐλέγετο πρότερον, κατὰ πάντα χρόνον ὑπάρξει αὐταῖς τὸ συναληθεύειν, καὶ οὐ κατὰ μὲν τὸν ἐνεστῶτα, εἰ τύχοι, συναληθεύουσι κατὰ δὲ τὸν παρεληλυθότα ἢ τὸν μέλλοντα οὐχ οὕτως ἕξουσιν, εἴτε διαιροῖεν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τῆς ἀδιορίστου ἀποφάσεως οὐ τῇ μερικῇ ἀποφάσει ταὐτὸν φθεγγομένης ἀλλὰ τῇ καθόλου, κατὰ πάντα πάλιν χρόνον ἕξουσι τὸ ἀντιφάσκειν πρὸς ἀλλήλας παραπλησίως τῇ τῆς μερικῆς καταφάσεως πρὸς τὴν καθόλου ἀπόφασιν ἀντιθέσει.

「それゆえ、現にあるものおよび過去に生じたものにおいては、肯定または否定が真であるか偽であることは必然であり、そして全称的なものについて全称的になされるものにおいては、常に一方が真で他方が偽であり、個別的なものにおいても述べられたとおりであるが、全称的なものについて全称的ではなく言われるものにおいては必然ではない。そしてこれらのことについてもすでに述べられた。しかし個別的なものおよび未来のものにおいては同様ではない。」 アリストテレスは直前の諸章において、主語に基づく命題の区分を我々に伝授し、時に共に真であるか共に偽でありうる命題と、常に真と偽を分かつ命題とを区別したのち、これらの[言葉]を通じて、再び真と偽を分かつか分かたないかに関して、述語からそれら命題の中に生じる差異を付け加える。なぜなら、諸命題において述語は動詞であることが必然であり、動詞は時間を付随的に意味すると我々は言っており、そして時間は過去・現在・未来の三つに区分する以上、諸命題の各々が三つの時間のうちの一つに即して受け取られることが必然だからである。それゆえ、主語に基づく区分に従って命題において四つの対立が存在し、二つは対角線上のもの(「すべての」と「すべての…ではない」、および「ある…」と「誰も…ない」の対立)、三つ目は不定[命題]の対立、そしてこれらに加えて個別[命題]の対立であるが、彼がきわめて注意深く語るには、命題におけるこれら対立の三つの種(すなわち対角線上のものと不定なものを指すが)は、すべての時間において真と偽を分かつか共に真であるかに関して同様の振る舞いをするが、個別的な命題はもはやそうではない、と言うのである。 そこで、言われた三つの対立のうちの一つに基づいて我々の論述を進めよう。それは個別的な命題が言われた仕方においてそれらの対立とどのように異なっているかが明らかになるためであり、同じ[議論]が個別的な命題を残り二つの対立から区別することに対しても我々にとって明らかに適合しうるからである。それゆえ、部分肯定と全称否定が取られるとせよ。さて、これらをもし必然的質料において受け取るなら、常に肯定が真であり否定が偽であるのを見出すであろうし、もし不可能な質料においてなら、肯定が偽であり否定が真であるのを見出すであろう。また、可能的質料においては、肯定は可能な事柄が部分においてあると述べるものとして、まさにそれが自然本来的に帰属するように、再び真であるのを見出すであろうし、否定はあるものには自然本来的に帰属しあるものには帰属しないような可能な事柄を完全に排するものとして、必然的に偽であるのを見出すであろう。なぜなら、現在時において「ある人間は白い」が真で「いかなる人間も白くない」が偽であるのと同様に、過去時においても「ある人間は白かった」が真で「いかなる人間も白くなかった」が偽であり、未来時においても同様に「ある人間は白いであろう」が真で「いかなる人間も白くないであろう」が偽だからである。そして同じ説明が対角線上のもう一つの対立、すなわち「すべての」と「すべての…ではない」の対立にも適合することは明らかである。なぜなら、それの諸構成要素もいかなる質料において受け取られようとも、すべての時間において真と偽を分かつことに関して同様の振る舞いをしていると把握されるからである。さらに、いわゆる不定命題についても、もし必然的あるいは不可能な質料において考察するなら、すべての時間において同様に真と偽を分けているのを見るであろう。また、可能的質料において、もし以前に言われたようにそれらが共に真であるとするなら、すべての時間においてそれらに共に真であることが属するであろうし、現在時においては、たまたまそうであるとして共に真であるが、過去時や未来時においてはそのようにはならない、などということはないであろう。あるいは、もし真と偽を分かつとするなら(不定否定が部分否定と同じことを発するのではなく全称否定と同じことを発する場合であるが)、部分肯定の全称否定に対する対立と同様に、すべての時間において再び互いに対して矛盾対立することを保持するであろう。

構文注2 件
  1. 1.25τῶν αὐτῶν ἁρμόσαι ἡμῖν δηλονότι δυναμένων πρὸς τὴν διάκρισιν τῶν καθ’ ἕκαστα προτάσεων ἀπὸ τῶν λοιπῶν δύο ἀντιθέσεων

    独立属格構文(genitive absolute)であり、理由あるいは付帯状況を表す。主語は中性の複数名詞相当句 τῶν αὐτῶν(「同一の諸点、同一の議論」)で、述語分詞 δυναμένων が不定詞 ἁρμόσαι(「適合する、当てはまる」)を伴っている。

  2. 1.25καὶ τὰς ἀπροσδιορίστους μέντοι λεγομένας προτάσεις

    文頭の先取り(prolepsis)。対格句 τὰς ἀπροσδιορίστους ... προτάσεις は、条件節 εἰ μὲν ἐπὶ τῆς ἀναγκαίας ... θεωροίης を飛び越えて、主節の動詞 ὄψει(「見るであろう」)の目的語、およびその分詞補語 διαιρούσας の意味上の主語として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:128.15-129.35