← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§562.30-564.23

包容者の限界としての場所の定義の論駁

ピロポノスは、空虚な間隔説において複数の間隔が重なり合っても不条理が生じないことを再確認した上で、アリストテレスによる「場所=包容するものの限界(面)」という定義を、次元の違い、等しさの要件、場所の不動性の要件という観点から論駁する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.83#4

ἀεὶ γὰρ τὸ πρότερον διάστημα τοῦ τόπου ἐν ᾧ ἦν καταλιμπάνει κινούμενον, καὶ ἐν ἄλλῳ γίνεται τοπικῷ διαστήματι· ἀεὶ γὰρ τὸ σῶμα ἐν τόπῳ ἐστί. μόνον οὖν τὸ σωματικὸν διάστημα ἐν τῷ τοπικῷ ἐνδέχεται εἶναι διαστήματι, ὡς δύο διαστήματα ἐφαρμόζειν ἀλλήλοις, τό τε σωματικὸν καὶ τοῦ τόπου ἐν ᾧ τὸ σῶμά ἐστιν, ἄλλο δὲ τρίτον ἐν τῷ αὐτῷ οὐκ ἔστιν· οὐ γὰρ ἐνδέχεται δύο σώματα τὸν αὐτὸν ἐπέχειν τόπον. ὥσπερ γὰρ καὶ ἐπιφανείας μὲν πλείους ἐνδέχεται ἐν ταὐτῷ εἶναι, ἀδύνατον δὲ πλείω δύο ἐπιφανειῶν ἐφαρμόσαι κατ’ ἐνέργειαν ἀλλήλαις, τήν τε τοῦ περιέχοντος σώματος καὶ τὴν τοῦ περιεχομένου (ἀδύνατον γὰρ τρία κατὰ ταὐτὸν ἅπτεσθαι ἀλλήλων σώματα), οὕτω φημὶ ὅτι κἂν δυνατόν ἐστι διαστήματα πλείονα ἀσώματα τῷ αὐτῷ ἐφαρμόσαι, ἀλλ’ οὖν κατ’ ἐνέργειαν οὐδέποτε τοῦτο γίνεται, διότι οὐδὲ ἐν τῷ αὐτῷ τόπῳ δύο σώματα ἐνδέχεται εἶναι, οὐδὲ κενὸν ἐν κενῷ· ἀκίνητον γὰρ τὸ κενόν, ὁπότε κἄν τις συγχωρήσῃ1 κενὸν ἐν κενῷ γίνεσθαι, ὅπερ οὐκ ἔστιν οὕτως, δῆλον ὅτι ἐγίνετο ἂν ἐν τῷ κενῷ τὸ κενόν, ὥσπερ γραμμὴ ἐν γραμμῇ καὶ ἐπιφάνεια ἐν ἐπιφανείᾳ. ὥσπερ κἂν μυρίαι γραμμαὶ ἅμα γένωνται, οὐδὲν πλέον ποιοῦσι τὸ ὅλον τῆς ἐξ ἀρχῆς, ἀλλὰ μία πάλιν γραμμὴ ἡ ὅλη γίνεται (ὁμοίως κἂν ἐπιφάνειαι ἐν ταὐτῷ γένωνται κἂν σημεῖα, οὐδὲν μεῖζον ποιοῦσι τὸ ἐν ᾧ γίνονται), οὕτω δὴ κἂν ἐν κενῷ κενὸν γένηται, τοιοῦτόν ἐστι τὸ ὅλον, οἷον τὸ ἐξ ἀρχῆς· ἐφαρμόζει γὰρ ὅλον ὅλῳ. δῆλον δὲ ὅτι κἂν κενὸν εἴπω κἂν τοπικὸν διάστημα τριχῇ διαστατόν, τὸ αὐτὸ λέγω. τοῦτο μὲν οὖν ἀδύνατον, τὸ κενὸν ἐν κενῷ γενέσθαι ἢ τόπον ἐν τόπῳ ἢ κινηθῆναι τὸν τόπον ᾗ τόπος ἐστίν, ὅτι δὲ τοῖς λέγουσι τὸν τόπον εἶναι διάστημα κενὸν τῷ ἰδίῳ λόγῳ ἕτερον τῶν ἐγγινομένων σωμάτων οὐδὲν τῶν ὡς ἀτόπων τῶν παρὰ τοῦ Ἀριστοτέλους εἰρημένων ἕπεται, ἱκανῶς οἶμαι ὁ λόγος ἀπέδειξεν. Ὅτι δὲ οὐκ ἂν εἴη τὸ πέρας τοῦ περιέχοντος ὁ τόπος, δειχθείη ἂν οὕτως. εἰ γὰρ τὸ ἐν τόπῳ ὂν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ σῶμα, καὶ οὐ κατὰ ἄλλο τί ἐστιν ἐν τόπῳ ἢ καθὸ σῶμά ἐστι, τὸ δὲ ἐν τῇ ἐπιφανείᾳ τοῦ περιέχοντος ὂν οὐ καθὸ σῶμά ἐστιν ἐν αὐτῇ ἐστι (τὸ μὲν γὰρ σῶμα τριχῇ ἐστι διαστατόν, ἐν δὲ τῇ ἐπιφανείᾳ καθὸ τοιαύτη ἐστὶν οὐ δύναται εἶναι τὸ τριχῇ διαστατόν), οὐκ ἄρα ἐπιφάνειά ἐστιν ὁ τόπος· τὸ δὲ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον ἐπιφάνειά ἐστιν· οὐκ ἄρα πέρας ἐστὶ τοῦ περιέχοντος ὁ τόπος καθὸ περιέχει τὸ περιεχόμενον. διχῇ γὰρ οὖσα διαστατὴ ἡ ἐπιφάνεια οὐκ ἂν ἐν ἑαυτῇ δέξαιτο τὸ τριχῇ διαστατόν, ᾗ τοιοῦτόν ἐστιν. οὐ γὰρ παντὸς ἅπτεται, οὐδὲ ὅλον τὸ σῶμα ἡ ἐπιφάνεια ἐδέξατο· πῶς γὰρ ἂν εἴποι τις τὸ τοῦ σώματος βάθος ἐν τῇ ἐπιφανείᾳ εἶναι; τὰ πέρατα γὰρ μόνον τοῦ σώματός εἰσι τὰ ἐν τῇ ἐπιφανείᾳ. ἔτι εἰ δεῖ τὸν τόπον ἴσον εἶναι τῷ ἐν τόπῳ (τοῦτο γὰρ ἓν τῶν κοινῶν ἐστι περὶ τοῦ τόπου ὁμολογημάτων), οὐκ ἂν εἴη ἡ ἐπιφάνεια τόπος· πῶς γὰρ ἂν ἐπιφάνειαν σώματι ἴσην εἶναι ἐνδέχεται; εἰ δὲ λέγοι τις ὅτι ‘ἴσον λέγω τὸν τόπον τῷ ἐν τόπῳ τῷ ἐφαρμόζειν τὸν τόπον τῷ πέρατι τοῦ περιεχομένου’, ἴστω ἴσον λέγων2 οὐ τῷ ἐν τόπῳ τὸν τόπον, ἀλλὰ τῷ πέρατι τοῦ ἐν τόπῳ, ὅπερ οὐδὲ καθ’ αὑτό ἐστιν ἐν τόπῳ. εἰ δὲ ἀληθὴς ὁ λόγος ὁ λέγων ἴσον δεῖν εἶναι τὸν τόπον οὐ τῷ πέρατι τοῦ ἐν τόπῳ ὄντος, ἀλλ’ αὐτῷ τῷ ἐν τόπῳ ὄντι, τὸ δὲ ἐν τόπῳ ὂν τὸ σῶμά ἐστι, ἴσον δεῖ εἶναι ἄρα τὸν τόπον τῷ σώματι· ἀδύνατον δὲ ἐπιφάνειαν ἴσην σώματι εἶναι, ἐπεὶ μηδὲ γραμμὴν ἐπιφανείᾳ μηδὲ σημεῖον γραμμῇ· ἀδύνατον ἄρα τὸν τόπον ἐπιφάνειαν εἶναι. ἔτι εἰ δεῖ τὸν τόπον ἀκίνητον εἶναι, ἡ δὲ ἐπιφάνεια πέρας οὖσα σώματος συγκινεῖται τῷ σώματι οὗ ἐστι πέρας, ἀδύνατον ἄρα τὴν ἐπιφάνειαν τόπον εἶναι. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλ’ ᾗ τόπος ἐστὶν ἀκίνητός ἐστιν, εἰ καὶ ὡς ἐπιφάνεια κινεῖται,’ φημὶ ὡς οὐδὲ τοῦτο ἀληθές· τόπος μὲν γάρ ἐστι, καθὸ τοιάνδε σχέσιν ἔχει πρὸς τὸ ἐντὸς σῶμα, οἷον καθὸ ἅπτεται αὐτοῦ καὶ περιέχει αὐτό, καὶ ὅμως οὐδὲ κατὰ τοῦτο ἀκίνητός ἐστιν. ἐμοῦ γὰρ ἑστηκότος καὶ μὴ μετακινουμένου ὁ περιέχων με τόπος, λέγω δὴ ἡ ἐπιφάνεια τοῦ ἀέρος καθ’ ἣν ἅπτεταί μου, οὐχ ἡ αὐτὴ μένει, ἀλλὰ κινεῖται τοῦ ἀέρος κινουμένου, καὶ ἄλλοτε ἄλλο περιέχει με τοῦ ἀέρος μέρος.

なぜなら、[物体は]動く際に、かつてあった場所の以前の間隔を常に後に残し、別の場所的な間隔の中に生じるからである。物体は常に場所の中にあるからである。したがって、物体の間隔と物体がある場所の間隔という二つの間隔が互いに重なり合うように、物体的な間隔だけが場所的な間隔の中にあることが可能であり、同一のものの中に第三の別の間隔が存在することはない。二つの物体が同一の場所を占めることは不可能だからである。なぜなら、複数の面が同一のものの中にあることは可能であるとしても、包容する物体の面と包容される物体の面という二つを超える面が現実態において互いに重なり合うことは不可能である(三つの物体が同一の点において互いに接触することは不可能だからである)のと同様に、そのように、複数の非物体的な間隔が同一のものに重なり合うことが可能であるとしても、しかし現実態においては決してこのことは起こらない、と私は主張する。同一の場所の中に二つの物体があることも、空虚の中に空虚があることも不可能だからである。空虚は不動だからであり、仮に誰かが空虚の中に空虚が生じると認めたとしても――実際にはそうではないのだが――、線の中に線が、面の中に面が生じるように、空虚の中に空虚が生じることになるのは明らかである。たとえ無数の線が同時に生じたとしても、それらは全体を最初[の線]よりも何ら大きくすることはなく、全体は再び単一の線となる(同様に、面が同一のものの中に生じても、点が同一のものの中に生じても、それらが生じる先のものを何ら大きくすることはない)ように、そのように実に、空虚の中に空虚が生じたとしても、全体は最初[の空虚]と同じようなものである。全体が全体に重なり合うからである。そして、私が空虚と言おうと、三次元的に延長した場所的間隔と言おうと、同一のことを語っているのは明らかである。それゆえ、空虚の中に空虚が生じること、あるいは場所の中に場所が生じること、あるいは場所が場所である限りにおいて動かされることは不可能であるが、場所とはそれ自身の固有の定義によって空虚であり、その中に生じる諸物体とは別のものである間隔であると主張する人々には、アリストテレスによって不条理として語られたことのいかなるものも追随しないことが、議論によって十全に証明されたと私は考える。 他方、包容するものの限界が場所ではあり得ないことは、次のように示されよう。なぜなら、もし場所の中にあるものが物体以外の何ものでもなく、物体であること以外の何ものによっても場所の中にあるのではないとすれば、他方で包容するものの面の中にあるものは物体であることによってその中にあるのではない(物体は三次元的に延長したものであるが、面の中には面がそのようなものである限りにおいて三次元的に延長したものが存在することはできないからである)とすれば、したがって場所は面ではない。そして、包容するものの限界は、包容されるものを包容する限りにおいて面である。したがって、場所は、包容するものが包容されるものを包容する限りにおける包容するものの限界ではない。なぜなら、二次元的に延長している面は、三次元的に延長しているものを、それがそのようなものである限りにおいて自身の中に受け入れることはできないからである。面は全体に触れるわけでもなく、面が物体全体を受け入れたわけでもないからである。物体の深さが面の中にあるなどと、いったいどのようにして誰が言えるというのか。物体の限界だけが面の中にあるものだからである。さらに、もし場所が場所の中にあるものと等しくなければならない(これは場所についての共通の合意事項の一つだからである)とすれば、面は場所ではあり得ないであろう。面が物体と等しくあることが、どのようにして可能であるというのか。だがもし誰かが、「私が場所を場所の中にあるものと等しいと言うのは、場所が包容されるものの限界と重なり合うことによるのである」と言うならば、その者は場所を場所の中にあるものと等しいと言っているのではなく、場所の中にあるものの限界と等しいと言っているのだと知るべきである。限界そのものはそれ自体としては場所の中にないにもかかわらずである。しかし、場所は場所の中にあるものの限界ではなく、場所の中にあるものそのものと等しくなければならないと語る議論が真であるとすれば、そして場所の中にあるものは物体であるとすれば、したがって場所は物体と等しくなければならない。しかし、線が面と等しくあることも、点が線と等しくあることもできない以上、面が物体と等しくあることは不可能である。したがって、場所が面であることは不可能である。さらに、もし場所が不動でなければならないとすれば、他方で面は物体の限界であってその限界であるところの物体とともに動かされるのだとすれば、したがって面が場所であることは不可能である。だがもし誰かが、「しかし面として動くとしても、場所である限りにおいて不動である」と言うならば、私はこれもまた真ではないと主張する。なぜなら、[面が]場所であるのは、内部の物体に対してこのような関係を持つ限りにおいて、たとえばそれに接触しそれを包容する限りにおいてであり、それにもかかわらず、この点においても不動ではないからである。私が静止して移動していないときにも、私を包容する場所、すなわち〔空気が〕私に接触している空気の面は、同一のまま留まるのではなく、空気が動くことによって動かされ、その時々で空気の別の部分が私を包容しているからである。

構文注2 件
  1. 4.83ὁπότε κἄν τις συγχωρήσῃ

    ὁπότε は理由を表す接続詞(「〜であるからして」)として先行の ἀκίνητον γὰρ τὸ κενόν を受けつつ、κἄν(καὶ ἐάν)の導く譲歩的条件節(「仮に〜と認めたとしても」)と結びついている。主節の δῆλον ὅτι ἐγίνετο ἄν は、現実にはあり得ない仮定(ὅπερ οὐκ ἔστιν οὕτως)に基づく反実仮想の帰結を導いている。

  2. 4.83ἴστω ἴσον λέγων

    ἴστω は οἶδα の三人称単数現在命令法で、分詞 ἴσον λέγων を補語として伴う構文(「〜と語っていることを自覚せよ/知るべきである」)。条件節 εἰ δὲ λέγοι τις(潜在)を受けて、反論者の自己矛盾・論点すり替えを指摘する主節を構成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:562.30-564.23