← ヨハネス・ピロポノス

アリストテレス『自然学』注解

§560.32-562.30

物体の偶有性としての延長と場所の不動性

ピロポノスは、三次元的延長は物体の本質的定義ではなく偶有性であると論じ、アリストテレスのメリッソス批判を援用して非物質的な間隔と物体の共存を擁護する。また、中身の詰まった球体や容器の例を用いて、物体が動いても場所(空虚)は不動のままであり、場所が場所の中に入ったり場所が移動したりすることはないと論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.83#3

ὥσπερ οὖν ἐπὶ τούτων οὐδὲν κωλύει πολλὰ ἀσώματα ἅμα καὶ κατὰ ταὐτὸν ἐν τῷ αὐτῷ εἶναι σώματι, οὕτως οὐδὲ εἰ τὸ διάστημα ἀσώματον εἴη, οὐδὲν ἂν κωλύοι ἑνὶ καὶ τῷ αὐτῷ σώματι πλείονα διαστήματα ἐγγενέσθαι ἀσώματα, ἐπεὶ ἀσωμάτῳ καὶ ἑνὶ τῷ πέρατι τοῦ σώματος ἄλλου σώματος πέρας ἐφαρμόζειν ἐνδέχεται. ὅτι μὲν οὖν, εἰ καὶ συνέβαινε τριχῇ ὄντος διαστατοῦ τοῦ τόπου πλείονα διαστήματα ἐν ἑνὶ καὶ τῷ αὐτῷ σώματι εἶναι ἀσώματα ὄντα, οὐδὲν ἠκολούθει ἄτοπον, ἱκανῶς δέδεικται. οὐδὲ γὰρ τὸ τριχῇ διαστατὸν εὐθὺς καὶ σῶμα, οὐδὲ τοῦτον ὅρον εἶναι τοῦ σώματος παραδεξόμεθα· τὸ μὲν γὰρ σῶμα ἄλλο τι ὂν οὕτως ἐστὶ τριχῇ διαστατόν.1 οὐσία γὰρ τὸ σῶμά ἐστι, συμβέβηκε δὲ τῇ οὐσίᾳ τὸ ποσόν, τὸ τριχῇ ἄρα διαστατὸν συμβέβηκε τῇ οὐσίᾳ. τὸ δὲ σῶμα οὐσία ἐστίν· ὥστε τὸ τριχῇ διαστατὸν συμβέβηκε τῷ σώματι. σῶμα μὲν γάρ ἐστι, καθὸ ἐξ ὕλης ἐστὶ καὶ τοιοῦδε εἴδους, τῷ δὲ ἀχώριστον εἶναι συμβεβηκὸς τῷ σώματι τὸ ποσόν, ταύτῃ τριχῇ ἐστι διαστατόν. καὶ ταῦτα σαφῶς ἐν τοῖς πρὸς Μέλισσον λόγοις αὐτὸς εἴρηκε, παραθήσομαι δὲ μίαν λέξιν τῶν ἐκεῖ εἰρημένων, πίστεως ἕνεκεν, καὶ πλείους παραθέσθαι δυνάμενος, ἔχουσαν οὕτως· “ὁ Μέλισσος δὲ τὸ ὂν ἄπειρόν φησιν εἶναι. ποσὸν ἄρα τι τὸ ὄν· τὸ γὰρ ἄπειρον ἐν τῷ ποσῷ, οὐσίαν δὲ ἄπειρον ποιεῖν ἢ ποιότητα ἢ πάθος οὐκ ἐνδέχεται εἰ μὴ κατὰ συμβεβηκός, εἰ ἅμα καὶ ποσὰ ἄττα εἶεν· ὁ γὰρ τοῦ ἀπείρου λόγος τῷ ποσῷ προσκέχρηται, ἀλλ’ οὐκ οὐσίᾳ οὐδὲ τῷ ποιῷ.” σαφῶς οὖν διὰ τούτων ὁ Ἀριστοτέλης συμβεβηκέναι τῇ οὐσίᾳ φησὶ τὸ ποσόν, τὸ δὲ τριχῇ διαστατὸν τοῦ ποσοῦ, τὸ τριχῇ ἄρα διαστατὸν συμβέβηκε τῇ οὐσίᾳ· τὸ δὲ σῶμα οὐσία, τῷ σώματι ἄρα συμβέβηκε τὸ τριχῇ διαστατόν. εἰ τοίνυν τῷ σώματι συμβέβηκε τὸ τριχῇ διαστατόν, οὐκ ἄρα τὸ τριχῇ διαστατὸν σώματός ἐστιν ὅρος, ἀλλὰ χωριστὸν συμβεβηκός· οὐκ ἀνάγκη ἄρα, εἴ τι τρεῖς ἔχει διαστάσεις, τοῦτο σῶμα εἶναι. Ἀπορία δέ τις ὑποπίπτει τῷ λόγῳ, μή ποτε τὸ ποσὸν χωριστὸν ποιοῦμεν τῆς οὐσίας, ὕστερον δὲ τοῦτο ἐπισκεψόμεθα, ἵνα μὴ τὴν τοῦ λόγου συνέχειαν διακόψωμεν. ὅτι μὲν οὖν οὐδὲν ἀδύνατον οὐδὲ ἄτοπον πλείονα διαστήματα ἐν τῷ αὐτῷ εἶναι, δέδεικται. οὐκ ἀνάγκη δὲ οὐδεμία τοῖς τὸ διάστημα τόπον ὑποτιθεμένοις οὔτε πλείονα τῶν δύο διαστήματα ἐν τῷ αὐτῷ λέγειν γίνεσθαι, οὔτε τὸν τόπον ἐν τόπῳ γίνεσθαι, οὐδ’ ὅλως κινεῖσθαι τὸν τόπον. οὐδὲ γὰρ ὁ ἀμφορεὺς μεταβαίνων τὸ ἐντὸς διάστημα τὸ δεξάμενον τὸ ὕδωρ συμμεταφέρει ἑαυτῷ, ἀλλ’ ὅλος τὸν ὅλον ἀμείβει τόπον· τὸ γὰρ κενὸν ἀκίνητον. ὥσπερ οὖν εἰ σφαῖρα εἴη ναστή, αὕτη ἐντεθεῖσα ἐν τῷ τόπῳ τοσοῦτον πληρώσει τόπον, ὅση ἐστὶν αὐτή, ἐὰν δὲ ταύτην μεταγάγῃς, οὐδὲν τοῦ κενοῦ τοῦ δεξαμένου αὐτὴν συμμετήγαγες, οὐδ’ αὐτὸ ὅπερ τὸ βάθος τῆς σφαίρας ἐπλήρου, ἀλλὰ μετακινουμένη ἡ σφαῖρα ἄλλοτε ἄλλο μόριον τοῦ διαστήματος πληροῖ, αὐτοῦ ἀκινήτου μένοντος (πῶς γὰρ ἄν τὸ κενὸν κινηθείη;), οὕτω δηλονότι κἂν μὴ συνεχὲς ᾖ τὸ ἐν τόπῳ ἀλλ’ ἁπτόμενον, ὡς ἔχει ὁ ἀμφορεύς, τὸ αὐτὸ πάλιν συμβήσεται. τί γὰρ διαφέρει ἐπὶ συνεχοῦς τὸν λόγον θεωρῆσαι ἢ ἐπὶ ἁπτομένου; οὐδὲ γὰρ ἐν τῷ ἁπτομένῳ ἔστι τι κενόν, ὃ μὴ πεπλήρωται σώματος. ὥσπερ οὖν ἐπὶ τῆς συνεχοῦς καὶ ναστῆς σφαίρας ἐν τῷ μετακινεῖσθαι οὐδὲν ἐναπομένει ἐντὸς μόριον τοῦ κενοῦ ὃ κατέχει τὰ ἐν τῷ βάθει τῆς σφαίρας μόρια, οὕτω κἂν ἐννοήσῃς μοι αὐτὴν διῃρημένην,2 ὡς περιέχειν μὲν τὴν ἔξωθεν περιέχεσθαι δὲ τὴν ἐντός (ταύτῃ γὰρ ἂν ἐξωμοίωτο τῷ ἀμφορεῖ), οὐδὲν πλέον σχήσει μετακινουμένη τοῦ πρότερον,3 ἀλλ’ ὥσπερ τότε ἐν τῷ μετακινεῖσθαι ὅλον κατελίμπανε τὸ ἐν ᾧ ἦν διάστημα, ἄλλο δὲ ἐπλήρου τὸ ἐν ᾧ ἐγίνετο, τοῦ διαστήματος ἀκινήτου μένοντος, οὕτω δὴ κἂν διῃρημένη ὑπάρχῃ, τὸ αὐτὸ πάλιν συμβήσεται. οὐδὲ γὰρ ἐπειδὴ διῄρηται ἡ σφαῖρα, ἄλλῳ τινὶ τρόπῳ πληροῖ τὸν τόπον ἢ ᾧ καὶ πρότερον ἐπλήρου· οὐδὲ γὰρ τὸ διαιρεθῆναι αὐτὴν κινεῖσθαι πεποίηκε τὸ τοπικὸν διάστημα, ἀλλ’ οἱ μὲν τόποι ἕτεροι γεγόνασι τῶν μορίων, ἐπειδὴ καὶ τὰ μόρια ἐνεργείᾳ διῄρηται, οὐ μὴν ἐπειδὴ ἐν ἰδίῳ γέγονε τὸ μόριον τόπῳ, ἤδη συμμεταφέρειν ἑαυτῷ τὸν τόπον ἀναγκασθήσεται, ἀλλὰ κινουμένου τοῦ ὅλου ἕκαστον τῶν μορίων ὃ κατεῖχε τοῦ κενοῦ μόριον καταλιμπάνει καὶ ἐν ἄλλῳ γίνεται. οὐκ ἄρα ἀνάγκη οὔτε κινεῖσθαι τὸν τόπον, οὔτε ἐν τόπῳ τὸν τόπον γίνεσθαι, οὔτε πλείονα διαστήματα ἐν τῷ αὐτῷ εἶναι.

それゆえ、これらのものにおいて、多くの非物体的なものが同時に、かつ同一の点において同一の物体の中にあることを何ら妨げないように、そのように間隔が非物体的であるとしても、一つの同一の物体の中に複数の非物体的な間隔が生じることを何ら妨げないであろう。非物体的かつ単一である物体の限界に、他の物体の限界が重なり合うことが可能だからである。したがって、場所が三次元的に延長したものであるとしても、複数の間隔が非物体的でありながら一つの同一の物体の中にあることが帰結したとしても、何ら不条理な事態は追随しなかったことが十全に示された。なぜなら、三次元的に延長したものが直ちに物体なのでもなく、またこれを物体の定義であるとわれわれは認めないからである。なぜなら、物体は他の何かでありながら、そのようにして三次元的に延長しているからである。事実、物体は実体であり、量は実体に付帯しているのであり、したがって三次元的に延長したものは実体に付帯しているのである。そして物体は実体である。それゆえ、三次元的に延長したものは物体に付帯しているのである。なぜなら、[物体は]質料とこのような形相から成るという点において物体なのであり、量が物体にとって不可分な付帯性であることによって、この点において三次元的に延長しているからである。そしてこれらのことを、彼自身がメリッソスに対する議論の中で明瞭に述べており、さらに多くを引用できるにもかかわらず、確信のために、そこで語られたものから一箇所を引用することにしよう。それは次の通りである。「メリッソスは存在するものは無限であると主張している。したがって、存在するものは何らかの量である。なぜなら、無限なるものは量の中にあり、付帯的になされるのでない限り――それらが同時に何らかの量でもある場合に限られる――、実体あるいは性質あるいは受動を無限とすることは不可能だからである。なぜなら、無限の言明は量を用いるのであって、実体や性質を用いるのではないからである」。それゆえ、これらの言葉を通じてアリストテレスは、量は実体に付帯しており、三次元的に延長したものは量のものであり、したがって三次元的に延長したものは実体に付帯している、と明瞭に述べている。そして物体は実体であり、したがって三次元的に延長したものは物体に付帯しているのである。それゆえ、もし三次元的に延長したものが物体に付帯しているなら、三次元的に延長したものは物体の定義なのではなく、分離可能な付帯性なのである。したがって、何らかのものが三つの広がりを持つとしても、これが物体である必然性はない。 しかし、われわれが量を実体から分離可能にしているのではないかという、あるアポリアが議論に立ち現れるが、議論の連続性を断ち切らないよう、このことは後ほど検討することにしよう。したがって、複数の間隔が同一のものの中にあることは不可能でも不条理でもないことが示された。しかし、間隔を場所であると仮定する人々にとって、二つを超える間隔が同一のものの中に生じると言うことも、場所が場所の中に生じると言うことも、およそ場所が動かされると言うことも、何ら必然的ではない。なぜなら、壺が場所を変える際にも、水を受け入れた内部の間隔を自分と一緒に運ぶのではなく、全体が全体としての場所を取り換えるからである。空虚は不動だからである。それゆえ、仮に中身の詰まった球体があるとして、これが場所の中に置かれたときには、それ自身と同じ大きさの場所を満たし、もしこの球体を動かしたとしても、それを受け入れた空虚を何ら自分と一緒に動かしたわけではなく、球体の深さが満たしていたまさにそれすら動かさず、むしろ球体は移動しながら間隔のその時々で別の部分を満たし、間隔そのものは不動のまま留まる(なぜなら、空虚がどのようにして動くというのか)ように、そのように明らかに、場所の中にあるものが連続的なものではなく、壺がそうであるように接触しているものであっても、再び同じことが起こるであろう。なぜなら、連続的なものの上で議論を考察することと、接触しているものの上で考察することとで、何の相違があるというのか。なぜなら、接触しているものの中にも、物体で満たされていない空虚など存在しないからである。それゆえ、連続的で中身の詰まった球体において、それが移動する際に、球体の深さにある諸部分が占めている空虚のいかなる部分も内部に取り残されることがないように、そのように、仮にあなたがその球体を、外側の部分が包容し内側の部分が包容されるように分割されているものと思い描いたとしても(この点において壺に類似することになろう)、移動する際に以前より余計な事態を招くことは何もなく、むしろその時も移動する際に、球体があった間隔全体を後に残し、それが生じる別の間隔を満たしつつ間隔そのものは不動のまま留まったように、そのように実に、分割された状態で存在していても再び同じことが起こるであろう。なぜなら、球体が分割されたからといって、以前に満たしていたのとは異なる何らかの仕方で場所を満たすわけではないからである。球体が分割されたことが場所的な間隔を動かしたわけでもなく、諸部分が現実態において分割されたことによってそれらの諸部分の場所が異なるものとなったのであり、しかし部分が固有の場所の中に生じたからといって、直ちに場所を自分と一緒に運ぶよう強制されるわけではなく、全体が動く際に諸部分の各々は占めていた空虚の部分を後に残し、別の部分の中に生じるのである。したがって、場所が動くことも、場所が場所の中に生じることも、複数の間隔が同一のものの中にあることも必然ではない。

構文注3 件
  1. 4.83τῷ δὲ ἀχώριστον εἶναι συμβεβηκὸς τῷ σώματι τὸ ποσόν, ταύτῃ τριχῇ ἐστι διαστατόν

    前置詞句 τῷ... εἶναι は冠詞付き不定詞(与格)であり、理由を表す(「量が物体にとって不可分な付帯性であることによって」)。これに対応して後続の指示副詞 ταύτῃ(「この点において」)が置かれ、理由と結果の呼応関係を形成している。

  2. 4.83κἂν ἐννοήσῃς μοι αὐτὴν διῃρημένην

    与格 μοι は倫理与格(ethic dative)であり、「(私のために)思い描いてみてほしい」という対話相手・読者への親愛的な呼びかけのニュアンスを担う。接続詞 κἄν(καὶ ἐάν)は仮定節を導き、接続法 aorist の ἐννοήσῃς と結合している。

  3. 4.83οὐδὲν πλέον σχήσει μετακινουμένη τοῦ πρότερον

    πλέον は比較級中性対格で、σχήσει の直接目的語であり、属格 τοῦ πρότερον(「以前の状態より」)は比較の属格(genitive of comparison)。文字通りには「以前よりも余計なものを何も持たないであろう」であり、「以前と何ら異なった結果や困難を生じない」という慣用的意味を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:560.32-562.30