← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§413.32-415.19

触覚における媒介物と肉が器官であるとする説の論駁

肉が媒介物か感覚器官かをめぐり、アリストテレスが触覚における媒介物(空気の介在)と二つの論拠(無時間的把握、他の器官の不可視性)への反駁を展開し、ヨハネス・ピロポノスが肉の下に複数の器官が隠されているとする説明に対して独自の疑問を付加する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.209#5

εἰ δὲ τοῦτο μὴ γίνεται, ἀλλ’ αὐτοῦ θιγγάνει τοῦ ἁπτοῦ ἡ σὰρξ πρὸς τὴν ἀντίληψιν, ἔοικε μὴ εἶναι αἰσθητήριον, ἀλλὰ μεταξύ, εἴ γε δεῖ φυλάττεσθαι ἐπὶ πασῶν τῶν αἰσθήσεων τὴν αὐτὴν συμφωνίαν καὶ μὴ διαφωνεῖν τὴν ἁφὴν πρὸς τὰς ἄλλας· ἡ γὰρ γεῦσις καὶ ἁφή τίς ἐστι καὶ τὰ αὐτὰ ἄπορα ἔχει. ταύτην τὴν ἔνστασιν ἐπιχειρεῖ σαλεύειν ὡς οἷόν τε ἐντρεχέστατα, συνηγορῶν τοῖς τὴν σάρκα αἰσθητήριον εἶναι βουλομένοις. φησὶν οὖν ὅτι φυλάττεται καὶ ἐπὶ τῆς ἁφῆς ἡ αὐτὴ ἀναλογία τῶν αἰσθήσεων, καὶ διά τινος μεταξὺ γίνεται ἡ ἀντίληψις. ὥσπερ γὰρ εἰ βάψωμεν τοὺς δακτύλους ἐν ὕδατι ἢ ἐν ἐλαίῳ, εἶτα θίγωμέν τινος, ἔστι μεταξὺ τοῦ τε δακτύλου καὶ οὗ ἅπτεται ὑγρόν τι σῶμα (ἀμέλει διαστήσαντες τὸν δάκτυλον ὁρῶμεν ἐν αὐτῷ ἔτι τὴν ὑγρὰν οὐσίαν, διὰ δὲ τὴν μικρότητα τοῦ μεταξὺ δοκοῦσιν ἀμέσως ἅπτεσθαι ἀλλήλων τὰ ἁπτόμενα), οὕτως ἐξ ἀνάγκης καὶ ἐπὶ τοῦ ἀέρος συμβαίνει εἶναι μεταξὺ τῶν ἁπτομένων ἀέρα τινά, λανθάνειν δὲ διὰ τὴν σμικρότητα· ὥστε καὶ ἐπὶ τῆς ἁφῆς οὐκ ἄμεσος τῆς σαρκὸς ἡ ἀντίληψις, ἀλλὰ διά τινος μεταξύ· εἰ δὲ τοῦτο, φυλάττεται ἄρα καὶ ἐνταῦθα ἡ τῆς ἁφῆς πρὸς τὰς ἄλλας συμφωνία. Τούτους οὖν τοὺς λόγους δι’ ὧν δοκεῖ κατασκευάζεσθαι ὅτι ἡ σάρξ ἐστι τὸ ἁπτικὸν αἰσθητήριον ἀνελὼν ἔχει δεδειγμένον ὅτι ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον ἀλλὰ μεταξύ. τὸν μὲν οὖν πρῶτον τῶν λόγων τὸν ἐκ τοῦ χρόνου τῆς ἀντιλήψεως κατασκευάζοντα τὸ αἰσθητήριον εἶναι τὴν σάρκα ἀνασκευάζει οὕτως·1 οὐκ ἀναγκαῖον, φησί, πρὸς τὸ δεῖξαι τὴν σάρκα εἶναι αἰσθητήριον τὸ ἅμα τῇ θίξει αὐτῆς τὴν ἀντίληψιν γίνεσθαι τῶν ἁπτῶν. καὶ γὰρ νῦν, φησίν, εἴ τις ὑμένα τινὰ περιτείνει περὶ τὸν δάκτυλον οἷον λέπος ᾠοῦ ἢ σκορόδων ἤ τινος τοιούτου, οὐδὲν ἧττον καὶ οὕτως ἅμα τῇ θίξει γίνεται ἡ ἀντίληψις. εἰ δὲ ἐπινοήσειέ τις καὶ συμπεφυκὸς τῷ δακτύλῳ τὸ λέπος, πολλῷ μᾶλλον ἥκιστα ἐμποδίσει. εἰ οὖν ἀλλοτρίου σώματος τῇ σαρκὶ περικειμένου οὐδὲν ἐμπόδιον γέγονε πρὸς τὴν ἄχρονον ἀντίληψιν, πολλῷ μᾶλλον τῆς σαρκὸς συμπεφυκυίας τῷ αἰσθητηρίῳ οὐδὲν ἔδει ἐμποδίζεσθαι τὴν ἀντίληψιν τῶν αἰσθητῶν. οὐκ ἄρα τὸ ἄχρονον τῆς ἀντιλήψεως αἰσθητήριον εἶναι τὴν σάρκα δείκνυσι. πρὸς δὲ τὸν δεύτερον λόγον τὸν λέγοντα μηδὲ φαίνεσθαι ἄλλο τι αἰσθητήριον παρὰ τὴν σάρκα ἐκεῖνό φησιν· ὥσπερ, φησίν, εἰ ὁ ἀὴρ ἡμῖν περιεπεφύκει παχυνθεὶς οὕτως ὡς ἀποκρύπτειν2 τό τε ὀπτικὸν καὶ ἀκουστικὸν καὶ ὀσφραντικὸν αἰσθητήριον, ἐνομίσαμεν ἂν διὰ τὸ δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ, λέγω δὴ τοῦ ἀέρος συμφυοῦς ἡμῖν ὄντος, καὶ ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι, μίαν τινὰ αἴσθησιν εἶναι τούτων πάντων ἀντιληπτικήν, τῷ μὴ ὁρᾶν διακεκριμένα τὰ μόρια δι’ ὧν αἱ τούτων ἀντιλήψεις ἀνὰ μέρος γίνονται, νῦν δὲ ἐπειδὴ ὁρῶμεν διῃρημένα τὰ αἰσθητήρια τῷ μὴ συμπεφυκέναι ἡμῖν τὸν ἀέρα, κἂν δι’ ἑνὸς τῶν διαφόρων ἀντιλαμβανώμεθα, λέγω δὴ τοῦ ἀέρος, ὃς τῇ διαφανεῖ τε καὶ διηχεῖ καὶ διόσμῳ ἑαυτοῦ δυνάμει προσάγει ἡμῖν τὰ αἰσθητά, ὅμως κρίνομεν διαφόρους εἶναι καὶ τὰς δυνάμεις, ὥσπερ καὶ τὰ αἰσθητήρια, οὕτως οὐ δεῖ νομίζειν, ἐπειδὴ δι’ ἑνός τινος τῆς σαρκὸς τὰ διάφορα ἁπτὰ ἀντιληπτὰ ἡμῖν γίνεται, ἤδη ἕν τι εἶναι καὶ τὸ αἰσθητήριον, ἀλλ’ ἐπειδὴ διάφοροι αἱ τῶν ἁπτῶν ἀντιθέσεις, δεῖ καὶ τὰ αἰσθητήρια πλείονα εἶναι, ταῦτα δὲ κρύπτεσθαι τῷ συμπεφυκέναι ἡμῖν τὴν σάρκα μεταξὺ οὖσαν τῶν τε αἰσθητῶν καὶ τῶν αἰσθητηρίων· ὡς εἴ γε μὴ συμφυὴς ἦν ἡμῖν ἡ σάρξ, ἀλλ’ ἐπεφύκει χωρίζεσθαι ὥσπερ ὁ ἀήρ, ἐφάνη ἂν τὰ νῦν δι’ αὐτῆς κρυπτόμενα τῶν ἁπτῶν αἰσθητήρια, ὥσπερ ἐκ τοῦ ἐναντίου, εἴ τις ἐπὶ τοῦ νῦν λεχθέντος ὑποδείγματος μὴ ἐπέστησε τῇ διαφορᾷ τῶν ὁρατῶν καὶ ὀσφραντῶν καὶ ἀκουστῶν, τοῦ ἀέρος συμπεφυκότος ἡμῖν, εἰ οὕτως ἔτυχεν, ἐνόμισεν ἄν τούτων ἁπάντων εἶναι τὸ αἰσθητήριον τὸν συμπεφυκότα ἡμῖν ἀέρα. οὐκ ἄρα οὐδὲ παρὰ τὸ μὴ ὁρᾶσθαι ἄλλο τι τῶν ἁπτῶν αἰσθητήριον παρὰ τὴν σάρκα, ἤδη τοῦτο ἱκανὸν εἰς πίστιν τοῦ εἶναι τὴν σάρκα αἰσθητήριον. φήσαιμι δ’ ἂν ἔγωγε πρὸς τοῦτο3 ὅτι εἰ πλείονα ἦν τὰ τῶν ἁπτῶν αἰσθητήρια κρυπτόμενα ὑπὸ τῆς σαρκὸς μεταξὺ οὔσης, ἐπειδὴ ἀνάγκη σώματα εἶναι τὰ αἰσθητήρια, ἀνάγκη δήπου τοῖς τόποις αὐτὰ διῃρῆσθαι, ὥσπερ καὶ νῦν τοῖς τόποις διῄρηνται ἀπ’ ἀλλήλων τὰ αἰσθητήρια· εἰ δ’ ἀνάγκη τοῖς τόποις αὐτὰ διῃρῆσθαι, ἔδει μὴ τὸ τυχὸν ἁπτὸν τῷ τυχόντι μορίῳ τῆς σαρκὸς προσπελάζον ἀντιληπτὸν εἶναι, ὥσπερ οὐδ’ εἰ ὁ ἀὴρ ἡμῖν περιεπεφύκει καὶ προσηνέχθη τὸ ὁρατὸν μὴ ἐν ἐκείνῳ τῷ μορίῳ τοῦ ἀέρος τῷ ὄντι κατ’ εὐθεῖαν τοῦ ὄμματος, ἀλλὰ τῷ κατ’ εὐθεῖαν τοῦ ἀκουστικοῦ πόρου, οὐκ ἂν ὤφθη.

しかし、もしこれが生起せず、把握のために肉が可触物そのものに触れるのだとすれば、もしすべての感覚において同一の一致が保たれねばならず、触覚が他の感覚に対して不一致であってはならないとするなら、肉は感覚器官ではなく媒介物であるように思われる。というのも、味覚も一種の触覚であり、同一の難題を抱えているからである。彼は、肉が感覚器官であることを欲する者たちを弁護しつつ、可能な限り極めて機敏にこの反論を動揺させようと試みる。そこで彼が言うには、触覚においても感覚の同一の類比は保たれており、何らかの媒介物を通じて把握が生じるのである。なぜなら、私たちが指を水や油に浸し、その後に何ものかに触れるとすれば、指とそれが触れているものとの間には何らかの液状の物体が存在し(現に指を離すと、その上になお液状の実体があるのを見るが、媒介物の微小さのゆえに、触れ合うもの同士は無媒介に互いに触れ合っているように思われる)、これと同様に必然的に、空気の場合にも触れ合うものたちの間に何らかの空気が存在し、微小さのゆえに見過ごされるということが起こるからである。それゆえ触覚においても肉の把握は無媒介ではなく、何らかの媒介物を通じてである。そしてもしそうであるなら、この場合にも触覚の他の感覚との一致は保たれているわけである。 したがって、肉が触覚器官であることを確立していると思われるこれらの論拠を論駁したことで、彼は肉が感覚器官ではなく媒介物であることを示したことになる。そこでまず、把握の時間に基づいて肉が感覚器官であることを確立する、諸論拠のうちの第一のものを、彼は次のように論駁する。彼が言うには、肉の接触と同時に可触物の把握が生じることは、肉が感覚器官であることを示すうえで必然的な〔論拠〕ではない。というのも現に、誰かが卵やニンニクの薄皮などのような何らかの膜を指の周りに張ったとしても、彼が言うには、そのようにしても接触と同時に把握が生じることには何の変わりもないからである。もし誰かがその薄皮を指と合生したものと想定するなら、なおのこと[把握を]妨げることはまったくないであろう。したがって、外来の物体が肉の周りに置かれていても無時間的な把握に対して何ら妨げにならなかったとすれば、肉が感覚器官と合生している場合には、感覚対象の把握が妨げられる必要はなおのことまったくないはずであった。したがって、把握の無時間性は肉が感覚器官であることを示しはしない。 そして、肉のほかにいかなる別の感覚器官も見えないと主張する第二の論拠に対しては、彼はあのことを述べる。彼が言うには、あたかも空気が、視覚、聴覚、嗅覚の感覚器官を覆い隠すほどに濃密となって私たちの周りに合生していたとすれば、私たちは、単一にして同一のもの、すなわち私たちと合生している空気を通じて見、聞き、嗅ぐことによって、それらを通じた各々の把握が順次生じる部分が区別されて見えないことから、これらすべてを把握する何らかの単一の感覚が存在すると考えたであろう。だが実際には、空気が私たちと合生していないことによって感覚器官が区分されているのを見るので、たとえ私たちが異なる[感覚対象]を単一のもの、すなわちその透明性・反響性・透臭性の能力によって私たちに感覚対象をもたらす空気を通じて把握するとしても、感覚器官と同様に諸能力も異なっていると私たちは判断する。これと同様に、肉という単一のものを通じて様々な可触物が私たちにとって把握可能となるからといって、感覚器官もまた直ちに何らかの単一のものであると考えてはならず、可触物の対立が様々である以上、感覚器官もより多数でなければならず、これらは感覚対象と感覚器官との中間にあって私たちと合生している肉によって隠されているのだと考えねばならない。なぜなら、もし肉が私たちと合生しておらず、空気のように分離する性質を備えていたとすれば、現在それによって隠されている可触物の感覚器官が現れたであろうからである。ちょうど反対に、もし誰かが今述べられた事例において、空気が私たちと合生しているとした場合に、たまたまそうであったとして、可視物・可嗅物・可聴物の相違に留意しなかったとすれば、私たちと合生している空気がこれらすべての感覚器官であると考えたであろうのと同様である。したがって、肉のほかに可触物のいかなる感覚器官も見えないということによっても、このことが直ちに肉が感覚器官であるという信憑のために十分であるわけではない。 しかし私としては、これに対して次のように言いたい。もし可触物の感覚器官が中間に存在する肉によって隠されて複数存在するのだとすれば、感覚器官は物体でなければならない以上、当然ながらそれらは場所において区分されていなければならず、それは現に感覚器官が場所において互いに区分されているのと同様である。だが、もしそれらが場所において区分されていなければならないとするなら、肉の任意の部分に近づく任意の可触物が把握可能であってはならなかったはずであり、それはあたかも、もし空気が私たちの周りに合生しており、可視物が目の一直線上にある空気のその部分においてではなく、聴孔の一直線上にある部分において近づけられたとしたら、見えなかったであろうのと同様である。

構文注3 件
  1. 2.209τὸν μὲν οὖν πρῶτον τῶν λόγων τὸν ἐκ τοῦ χρόνου τῆς ἀντιλήψεως κατασκευάζοντα τὸ αἰσθητήριον εἶναι τὴν σάρκα ἀνασκευάζει οὕτως

    対格句 τὸν μὲν οὖν πρῶτον τῶν λόγων... は動詞 ἀνασκευάζει の目的語が文頭に前置(主題化)された構造である。語順通り「第一の論拠を、彼は次のように論駁する」と解する。

  2. 2.209ὥσπερ, φησίν, εἰ ὁ ἀὴρ ἡμῖν περιεπεφύκει παχυνθεὶς οὕτως ὡς ἀποκρύπτειν

    接続詞 ὥσπερ に導かれる長大な比喩的仮定文で、反実仮想の過去完了 περιεπεφύκει と結果節 ὡς ἀποκρύπτειν、帰結節 ἐνομίσαμεν ἄν が対応する。主節(οὕτως οὐ δεῖ νομίζειν...)に至るまでの全体が対称的な対比構造(ὥσπερ... οὕτως)を成している。

  3. 2.209φήσαιμι δ’ ἂν ἔγωγε πρὸς τοῦτο

    可能希求法 ἄν + 希求法(φήσαιμι)に強調の代名詞 ἔγωγε が結びつき、アリストテレスの議論の解説から注解者ピロポノス自身の批評的発言への転換を明示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:413.32-415.19