← ヨハネス・ピロポノス

アリストテレス『魂について』注解

§412.15-413.32

舌における触覚と味覚および肉が媒介物であること

舌において単一の器官に触覚と味覚が共存することから「器官が一つなら感覚も一つ」という仮言命題を論駁し、肉は触覚器官ではなく媒介物であるとして小前提を論駁するために相手側の3つの論拠(無時間的把握、他の器官の不可視性、直接接触における知覚)を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.209#4

καὶ ὅτι1 διάφοροι, πρόδηλον, ὅτι κατὰ τὸ ἄλλο πᾶν σῶμα αἰσθανόμεθα μὲν κατὰ τὴν ἁφήν, οὐ γευόμεθα δέ, ἀλλ’ ὅμως ἐπὶ τῆς γλώττης ἑνὸς ὄντος αἰσθητηρίου ἀμφότεραι συνδεδραμήκασιν αἱ αἰσθήσεις. ψεῦδος οὖν τὸ λέγειν, εἰ τὸ αἰσθητήριον ἕν, καὶ ἡ αἴσθησις μία. καὶ γὰρ εἰ ὥσπερ, φησί, ἐπὶ τῆς γλώττης συνδεδραμήκασιν ἄμφω, οὕτω συνέβη καὶ ἐπὶ παντὸς τοῦ σώματος συνδραμεῖν, ὥστε μὴ μόνον ἅπτεσθαι ἡμᾶς παντί, ἀλλὰ καὶ γεύεσθαι, οὐδ’ ἂν διεκρίναμεν ὅτι διάφοροι αὗται αἱ αἰσθήσεις, ἀλλὰ μίαν εἶναι καὶ τὴν αὐτὴν ἐνομίσαμεν· νῦν δὲ διὰ τὸ μὴ ἀντιστρέφειν, μηδὲ πᾶν τὸ ἁφῆς μετέχον καὶ γεύσεως μετέχειν, δείκνυται ἑτέρα οὖσα τῆς γεύσεως ἡ ἁφή. οὐκ ἄρα διὰ τὸ ἓν εἶναι αἰσθητήριον καὶ τὴν αἴσθησιν ἀνάγκη μίαν εἶναι· τοὐναντίον δὲ διὰ τὸ πλείονα εἶναι τὰ αἰσθητὰ καὶ τὰς αἰσθήσεις εὔλογον πλείους εἶναι, ὥσπερ ἐπὶ τῆς γλώττης. ὥστε οὐδ’ εἰ τὸ ἁπτικὸν αἰσθητήριον ἕν, πάντως καὶ ἡ ἁπτικὴ αἴσθησις μία. οὕτω μὲν οὖν τὸ συνημμένον ἀνεῖλεν. ἀναιρεῖ δὲ καὶ τὴν πρόσληψιν, ὅτι ὅλως ἡ σὰρξ οὔκ ἔστιν αἰσθητήριον τῆς ἁφῆς. ἐπειδὴ δὲ εἰς ταὐτὸν συντρέχει ἥ τε τῆς προσλήψεως τοῦ συλλογισμοῦ ἀνασκευὴ καὶ τὸ δεύτερον τῶν προβλημάτων (ἑκάτερον γὰρ βούλεται τὸ μὴ εἶναι τὴν σάρκα αἰσθητήριον) κοινοῖς ἐπιχειρήμασιν ἑκάτερον κατασκευάζει. δείκνυσι δὲ τοῦτο, λέγω δὴ τὸ μὴ εἶναι τὴν σάρκα αἰσθητήριον, τοὺς λόγους, οἷς ἐχρῶντο οἱ τὴν σάρκα βουλόμενοι εἶναι αἰσθητήριον εἰς κατασκευὴν τοῦ εἶναι αὐτὴν αἰσθητήριον, καὶ ἐκτιθέμενος καὶ ἀναιρῶν.2 εἰσὶ δὲ οὗτοι τρεῖς τὸν ἀριθμόν· εἷς μὲν ἐκ τοῦ ἀχρόνου τῆς ἀντιλήψεως, διότι ἀχρόνως ἅμα τῷ θιγεῖν τῇ σαρκὶ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα αὐτῶν. εἰ γὰρ ἦν μεταξὺ ἡ σὰρξ καὶ μὴ αἰσθητήριον, ἔδει χρόνου τινὸς πρὸς τὴν ἀντίληψιν, λέγω ἐν ᾧ ἔδει τὴν σάρκα παθοῦσαν οὕτω διαδοῦναι τὸ πάθος εἰς τὸ αἰσθητήριον ἐντὸς ὄν. εὔλογον γάρ, ὥσπερ ἐπὶ τῆς ἀκοῆς διὰ τοῦ μεταξὺ ἡ ἀντίληψις οὐκ ἄχρονος γίνεται ἅμα τῷ γενέσθαι τὸν ψόφον, μάλιστα ὅταν πόρρω ᾖ τὸ ψοφοῦν, ἀλλὰ δεῖ τινος χρόνου, ὥστε παθεῖν τὸν ἀέρα, εἶτα τοῦτον εἰς τὴν ἀκοὴν ποιῆσαι. οὕτω γοῦν ἐν τοῖς Μετεώροις ἐδείχθη, ὅτι καίτοι προτέρας γενομένης τῆς βροντῆς ὕστερον αὐτῆς ἀντιλαμβανόμεθα, τῆς δ’ ἀστραπῆς καὶ πρότερον ὑστέρας γενομένης, διά τε τὸ παχυμερέστερον τῆς ἀκοῆς καὶ διὰ τὴν τοῦ φωτὸς ὀξεῖαν κίνησιν· ὁμοίως καὶ ἐπὶ τῆς εἰρεσίας πρότερον ὁρῶμεν τὴν κώπην ἀνενεχθεῖσαν, εἶτα τοῦ ψόφου αἰσθανόμεθα. ὁμοίως ἡ ὄσφρησις σωματοειδεστέρα οὖσα τῆς ἀκοῆς δεῖται πλείονος χρόνου εἰς τὴν ἀντίληψιν, κἂν πάνυ πλησίον ᾖ τὸ ὀσφραντόν, μέχρις ἂν παθὼν ὁ ἀὴρ διαβῇ εἰς τοὺς μυκτῆρας, ἵνα θᾶττον διαβῇ ἐπὶ τὸ αἰσθητήριον τὸ πάθος. ἀλλὰ καὶ αὐτὴ ἡ ὀξυτάτη τῶν αἰσθήσεων ἡ ὄψις οὐκ ἄχρονον πάντως ἴσχει τὴν ἀκριβῆ τῶν ὁρατῶν ἀντίληψιν. εἰ γὰρ πόρρωθεν κύκλος προσπέσῃ τῷ ὄμματι τὴν θέσιν ἔχων κατὰ τὸ αὐτὸ τῷ ὄμματι ἐπίπεδον, εὐθεῖα εἶναι δοκεῖ, καὶ τὰ τρίγωνα πόρρωθεν κυκλικὰ φαίνεται, καίτοι θιγούσης αὐτῶν τῆς ὄψεως. ὥσπερ οὖν ἐπὶ τούτων διὰ τοῦ μεταξὺ ἀντιλαμβανομένων ἡ σωματοειδεστέρα τῶν αἰσθήσεων πλείονος δεῖται χρόνου πρὸς τὴν ἀντίληψιν, οὕτω εὔλογον δήπου καὶ τὴν ἁφήν, εἴ γε ἡ σὰρξ μὴ ἦν τὸ αἰσθητήριον ἀλλὰ μεταξύ, μὴ ἀχρόνως ἅμα τῷ θιγεῖν ἀντιλαμβάνεσθαι, ἀλλὰ δεῖσθαί τινος χρόνου πρὸς τὴν ἀντίληψιν, μέχρις ἂν παθοῦσα ἡ σὰρξ διαδῷ ἐπὶ τὸ αἰσθητήριον ἐντὸς ὂν τὸ πάθος. οὗτος μὲν οὖν εἷς λόγος τῶν βουλομένων τὴν σάρκα εἶναι αἰσθητήριον, ἕτερος δ’ οὗτος. οὐδὲ ὁρῶμεν, φησίν, ἄλλο τι αἰσθητήριον ἁπτικὸν παρὰ τὴν σάρκα, διὸ μάταιον τὸ τοῦτο μὲν ἐᾶν, ἄλλο δέ τι ζητεῖν μὴ φαινόμενον. ὁ δὲ τρίτος λόγος ἐνστάσεώς ἐστι λύσις. οἱ γὰρ μὴ βουλόμενοι εἶναι τὴν σάρκα αἰσθητήριον ἀλλὰ μεταξὺ ἔνστασίν τινα τοιαύτην τοῖς βουλομένοις εἶναι αὐτὴν αἰσθητήριον προσφέρουσιν· εἰ ἡ σὰρξ αἰσθητήριόν ἐστιν, ὅπερ ἐπὶ πάντων τῶν αἰσθητηρίων ὑπάρχει, ἀναγκαῖον δήπου καὶ ἐπὶ αὐτῆς ὁρᾶσθαι. ὥσπερ οὖν ἐπ’ ἐκείνων διά τινος μεταξὺ γίνεται ἡ ἀντίληψις, ἀέρος λέγω ἢ ὕδατος, οὕτω καὶ ἐπὶ ταύτης ἔδει διά τινος μεταξὺ προσβάλλειν τῇ σαρκὶ τὰ ἁπτά· ἐπὶ γοῦν τῶν ἄλλων ἐπιτιθεμένου τοῦ αἰσθητοῦ ἐπὶ τὸ αἰσθητήριον οὐκ ἐγίνετο αἴσθησις.

そして[これらが]異なっていることは、他の体全体においては触覚によって知覚するものの味わうことはないのに、それにもかかわらず舌においては単一の感覚器官でありながら両方の感覚が合流しているということから、極めて明瞭である。したがって、感覚器官が一つのものであるなら感覚も単一である、と言うのは偽である。というのも、彼が言うには、もし舌において両者が合流しているのと同様に、体全体においても合流することが起こり、私たちが[体の]あらゆる部分によって触れるだけでなく味わうことさえあるとすれば、私たちはこれらの感覚が異なっていると区別することすらなく、単一にして同一のものであると考えたであろう。だが実際には、[両者が]換位せず、触覚にあずかるすべてのものが味覚にもあずかるわけではないことによって、触覚は味覚とは別のものであることが示されている。したがって、感覚器官が一つであることによって感覚も単一でなければならないということはない。それどころか、感覚対象がより多数であることによって、舌におけるのと同様に諸感覚もより多数であるのが理に適っている。それゆえ、たとえ触覚器官が一つのものであるとしても、触覚という感覚が必ず単一であるわけでもない。 このようにして彼は仮言命題を論駁した。そして彼は、そもそも肉は触覚の感覚器官ではないとして、小前提をも論駁する。しかし、三段論法の小前提の論駁と[触覚に関する]諸問題のうちの第二の問い(なぜなら両者とも肉が感覚器官ではないということを意図しているからである)とは同一の事柄へと合流するので、彼は共通の議論を用いてその各々を確立する。そして彼はこのこと、すなわち肉が感覚器官ではないということを、肉が感覚器官であることを欲する者たちがそれが感覚器官であることの確立のために用いていた諸論拠を提示し論駁することによって示す。そしてこれらは数において三つある。一つは把握が無時間的であることに基づくものであり、肉によって可触物に触れると同時に無時間的にそれらを把握するからである。なぜなら、もし肉が媒介物であって感覚器官でないならば、把握のためには何らかの時間、すなわち肉が[刺激を]被り、このようにして内側にある感覚器官へとその変状を伝達しなければならない時間が不可欠であったはずだからである。というのも、聴覚において媒介物を通じた把握が、音が立てられると同時に無時間的に生じるのではなく、とりわけ音を立てるものが遠くにある場合には、空気が[刺激を]被り、次いでこれが聴覚へと作用するための何らかの時間を必要とするように、[肉が媒介物であるなら同様の時間が必要であるとするのが]理にかなっているからである。現に『気象論』において、雷が先に生じているにもかかわらず私たちはそれを後から把握し、稲妻は後から生じているのに先立って[把握する]ことが示されたが、これは聴覚がより密な部分からなるため、また光の運動が敏速であるためである。同様に、櫂を漕ぐ際にも、私たちはまず櫂が引き上げられるのを見て、その後に音を知覚する。同様に、嗅覚は聴覚よりも物体的な性質を帯びているため、可嗅物が極めて近くにあろうとも、変状が感覚器官へとより速やかに伝達されるよう、空気が[刺激を]被って鼻孔へと通り抜けるまで、把握のためにより多くの時間を必要とする。しかし、諸感覚のなかで最も鋭敏な視覚そのものでさえ、可視物の正確な把握を必ずしも無時間的に持つわけではない。なぜなら、もし円形が目に対して遠くから目と同じ平面に位置を保ちつつ当たってくるならば、直線であるように思われ、三角形も遠くからは、視覚がそれらに触れているにもかかわらず、円形に見えるからである。したがって、媒介物を通じて把握するこれらの感覚において、より物体的な性質を帯びた感覚が把握のためにより多くの時間を必要とするのと同様に、もし肉が感覚器官ではなく媒介物であるとするならば、触覚も触れると同時に無時間的に把握するのではなく、肉が[刺激を]被って内側にある感覚器官へとその変状を伝達するまで、把握のための何らかの時間を必要とすることが理にかなっているはずである。これが、肉が感覚器官であることを欲する者たちの論拠の一つであり、もう一つは次のものである。彼が言うには、私たちは肉のほかに触覚の感覚器官となるいかなる別のものをも見ていないのであり、それゆえこれを放置して現れていない別の何ものかを求めることは無駄である。そして第三の論拠は反論の解決である。というのも、肉が感覚器官ではなく媒介物であることを欲する者たちは、それが感覚器官であることを欲する者たちに対して次のような何らかの反論を持ち出すからである。「もし肉が感覚器官であるならば、すべての感覚器官に属している事柄が、当然ながら肉自身にも認められなければならない。したがって、それら[他の感覚器官]において何らかの媒介物、すなわち空気あるいは水を通じて把握が生じるのと同様に、肉においても何らかの媒介物を通じて可触物が肉に当たらなければならなかったはずである。現に他の感覚器官においては、感覚器官の上に感覚対象が置かれると感覚は生じなかったからである」。

構文注2 件
  1. 2.209καὶ ὅτι διάφοροι, πρόδηλον, ὅτι

    二重の ὅτι 構文。最初の ὅτι 節(ὅτι διάφοροι [εἰσιν])は文頭の主語節(「それらが異なっていること」)を形成し、述語形容詞 πρόδηλον(「極めて明瞭である」)へと続き、二番目の ὅτι 節がその判断の根拠・事実的内容(「…ということから」)を導いている。

  2. 2.209δείκνυσι δὲ τοῦτο, λέγω δὴ τὸ μὴ εἶναι τὴν σάρκα αἰσθητήριον, τοὺς λόγους, οἷς ἐχρῶντο οἱ τὴν σάρκα βουλόμενοι εἶναι αἰσθητήριον εἰς κατασκευὴν τοῦ εἶναι αὐτὴν αἰσθητήριον, καὶ ἐκτιθέμενος καὶ ἀναιρῶν.

    長大なハイパーバトン(倒置・語順の離隔)。主節 δείκνυσι δὲ τοῦτο(「彼はこのことを示す」)の直後に同格句 λέγω δὴ τὸ μὴ εἶναι... が挿入され、末尾の分詞句 καὶ ἐκτιθέμενος καὶ ἀναιρῶν(手段「提示し論駁することによって」)の目的語である τοὺς λόγους 以下が先行して置かれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:412.15-413.32