← ヨハネス・ピロポノス

アリストテレス『動物発生論』注解

§111.2-112.2

熱と冷による器官形成と心臓および脳の発生

フィロポノスは、自然が熱と冷を料理における火のように適度な道具として用いて部分を形成すること、粘液質の性質の違いによって皮膚や殻が生じる仕組み、そして感覚の原理である心臓とそれを冷却する脳の発生順序および形態変化を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.34#2

αὕτη δὲ ἡ φύσις ἡ δημιουργοῦσα πάντα τὰ μόρια ὀργάνοις χρωμένη τῷ θερμῷ καὶ ψυχρῷ οὐ τὸ τυχὸν ὑφ’ ἑκατέρου τούτων οὐδ’ ἀπὸ τῆς τυχούσης ὕλης δημιουργεῖ, ἀλλὰ τὸ πεφυκὸς καὶ ᾗ καὶ ὅτε πέφυκεν. ἡ δὲ θερμότης ἡ ἐν τῷ σπέρματι, φησί, παραπλήσιον ἀποτελεῖ τοῖς ἔξω συνισταμένοις, λέγων ἔξω συνιστάμενα τὰ ὑπὸ τῶν μαγείρων πυρὶ ἑψόμενα κρέη, χέδροπα, ἰχθύας, τὰ ὅμοια· ὡς γὰρ ἐπὶ τούτων συμμέτρου ὄντος τοῦ πυρὸς καλῶς ἕψεται τὸ κατασκευαζόμενον ὑπὸ τοῦ μαγείρου, εἰ δὲ πλεονάζει, φθείρεται καὶ κατακαίεται, εἰ δὲ ἐλλείπει, μεμολυσμένον γίνεται, τοιοῦτόν τι συμβαίνει καὶ ὑπὸ τοῦ ἐν τῷ σπέρματι θερμοῦ. τοῖς δ’ αὐτομάτως, φησί, συνισταμένοις, οἷον σκώληξι καὶ τοῖς τοιούτοις, αἰτία τῆς τούτων γενέσεώς ἐστιν ἡ τῆς ὥρας κίνησις καὶ θερμότης. ἡ δὲ ψῦξίς ἐστι στέρησις θερμότητος, καὶ χρῆται ἀμφοτέραις τῇ τε ψύξει καὶ τῇ θερμότητι ἡ φύσις· ἕνεκεν γάρ τινος τὰ μὲν ποιοῦσα σκληρὰ τὰ δὲ μαλακὰ χρῆται τούτοις ὡς ὀργάνοις πρὸς ταῦτα. λέγει δὲ τὸ δέρμα γίνεσθαι ξηραινομένης ὑπὸ τῆς ψύξεως τῆς σαρκός, οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλὰ καὶ διὰ τὸ τὴν διαπιδύουσαν τροφὴν μετ’ αὐτῆς συνεξάγειν γλισχρότητα· τῆς γὰρ ὑγρότητος, μεθ’ ἧς συνεξέρχεται, ἀπατμιζούσης, αὐτῆς δὲ τῆς γλισχρότητος ἐναπομενούσης ἐν τῇ σαρκί (οὐ γὰρ δύναται ἀπατμίζειν) καὶ ξηραινομένης γίνεται δέρμα. ἐν ὅσοις μὲν οὖν ἐστιν ἡ τοιαύτη γλισχρότης αὐχμηρὰ καὶ λίαν γεώδης, ξηραινομένη γίνεται ὄστρακον, ὥσπερ τῶν ὀστρέων, ἐν ὅσοις δὲ λιπαρωτάτη ὥσπερ ἐν τοῖς ἐναίμοις καὶ ὀλίγον τὸ γεῶδες ἔχουσα, δέρμα. σημεῖον δὲ τοῦ λιπαρὰν αὐτὴν εἶναι·1 καὶ γὰρ ἐν τοῖς μὴ λίαν γεώδεσιν ὑποκάτω τοῦ δέρματος ἀθροίζεται πιμελῶδες, ὡς οὔσης λιπαρᾶς τῆς γλισχρότητος. ὅτι δὲ ὑπὸ τὸ δέρμα ἀθροίζεται πιμελῶδες, δῆλον ἐπὶ τῶν χοίρων. καὶ ταῦτα μὲν οὕτως. ἡ δὲ καρδία γίνεται παντὸς τοῦ ζῴου πρῶτον, ὅτι ἀρχή ἐστι τῶν αἰσθήσεων· ἐν αὐτῇ γὰρ ἡ αἰσθητικὴ ψυχή. διὰ τὸ δεῖν δὲ καταψύχεσθαι καὶ εἰς συμμετρίαν ἄγεσθαι τὴν θερμότητα αὐτῆς, ἄνω ᾗ τελευτῶσιν αἱ ἀπ’ αὐτῆς βεβλαστηκυῖαι φλέβες, συνίστησιν ἡ φύσις τὸ ψυχρόν, τουτέστι τὸν ἐγκέφαλον, αἵτινες φλέβες τὴν ἀπ’ αὐτοῦ ψυχρότητα διακομίζουσι πρὸς τὴν καρδίαν.2 διὸ καὶ εὐθὺς μετὰ τὴν καρδίαν τελειοῦται τὰ περὶ τὴν κεφαλήν, ἵνα ψύχῃ τὴν καρδίαν. ἔστι δὲ ὁ ἐγκέφαλος ἐξ ἀρχῆς, ὅτε ἕκαστον τῶν τοῦ ζῴου μορίων διαπλάττεται καὶ τελειοῦται, πολὺς καὶ ὑγρός, καὶ διὰ τοῦτο ἡ χώρα αὐτοῦ ἡ κεφαλὴ μεγάλη· ὕστερον δὲ τελειωθέντος τοῦ ζῴου πέττεται, καὶ γίνεται αὐτός τε ὀλίγος καὶ ἡ κεφαλὴ βραχυτέρα.

そして、熱と冷を道具として用いてあらゆる部分を制作するこの自然は、これらのおのおのによって手当たり次第のものを制作するのでも、手当たり次第の質料から制作するのでもなく、本性的に適したものを、そしてそれが本性的に適した仕方および時期において制作するのである。また、精液の中の熱は、外部で結合するものと類似したことを果たすと彼は言い、「外部で結合するもの」とは、料理人によって火で煮られる肉や豆類や魚や同類のものたちを言っている。なぜなら、これらのものにおいては、火が適度であるなら、料理人によって調理されるものはうまく煮られるが、過度であれば損なわれて焼き尽くされ、不足すれば煮え損ないになるのと同様に、精液の中の熱によってもこれに似た何かが起きるからである。他方、蛆やそれらに類するもののように自然発生的に結合するものについては、それらの生成の原因は季節の運動と熱である、と彼は言う。そして冷却は熱の欠如態であり、自然は冷却と熱の双方を用いる。なぜなら、ある目的のためにあるものを硬く、あるものを柔らかくしながら、自然はこれらをそれらの目的に対する道具として用いるからである。そして彼は、肉が冷却によって乾燥させられることで皮膚が生じると言うが、単にこのことによるだけでなく、滲み出る栄養がそれ自身とともに粘液質を一緒に連れ出すことによる[とも言う]。なぜなら、[粘液質が]それとともに一緒に出ていく湿は蒸発するが、粘液質そのものは肉の中に留まり(蒸発することができないからである)、乾燥させられることで皮膚が生じるからである。それゆえ、そのような粘液質がかさついていてきわめて土的であるものにおいては、乾燥させられることで貝類のように殻となり、〔粘液質が〕有血動物におけるようにきわめて脂肪に富み、土的なものをわずかしか持たないものにおいては、皮膚となる。そしてこの[粘液質]が脂肪に富むことの証拠がある。というのも、あまり土的でないものにおいては、粘液質が脂肪に富んでいることから、皮膚の下に脂肪質が集まるからである。そして皮膚の下に脂肪質が集まることは、豚において明らかである。そしてこれらについては以上のようである。他方、心臓は動物全体の中で最初に生じる。なぜなら感覚の原理だからであり、感覚霊魂は心臓の中にあるからである。しかし心臓の熱は冷却されて均衡へと導かれる必要があるので、そこから伸び出た血管が終わる上方に、自然は冷たいもの、すなわち脳を結合させるのであり、これらの血管がそこからの冷たさを心臓へと運ぶのである。それゆえ心臓の直後に、心臓を冷やすために頭の周囲の部分が完成される。そして脳は、動物の各部分が形づくられ完成される初めにおいては、多量で湿っており、このためにその容れ物である頭も大きいが、のちに動物が完成されると[脳は]熟成され、それ自体は少量となり、頭もより小さくなる。

構文注2 件
  1. 2.34σημεῖον δὲ τοῦ λιπαρὰν αὐτὴν εἶναι

    注解書に頻出する省略的定型表現。繋辞 ἐστί が省略されており(σημεῖον δέ [ἐστι])、冠詞付き不定詞の属格 τοῦ λιπαρὰν αὐτὴν εἶναι は名詞 σημεῖον に係り、立証される命題内容を示す説明的・目的格的属格として機能している。直後に続く καὶ γάρ 以下の文がその具体的な論拠(兆候)を提示する。

  2. 2.34διὰ τὸ δεῖν δὲ καταψύχεσθαι καὶ εἰς συμμετρίαν ἄγεσθαι τὴν θερμότητα αὐτῆς, ἄνω ᾗ τελευτῶσιν αἱ ἀπ’ αὐτῆς βεβλαστηκυῖαι φλέβες, συνίστησιν ἡ φύσις τὸ ψυχρόν, τουτέστι τὸν ἐγκέφαλον, αἵτινες φλέβες τὴν ἀπ’ αὐτοῦ ψυχρότητα διακομίζουσι πρὸς τὴν καρδίαν

    多重に従属節を含む長大な文の構造。(1) 原因を表す前置詞句 διὰ τὸ δεῖν のもとで、対格主語 τὴν θερμότητα αὐτῆς が受動不定詞 καταψύχεσθαι と ἄγεσθαι の双方に係る。(2) ἄνω ᾗ... は場所の関係節で主動詞の生起場所を指定する。(3) 主文の骨格は συνίστησιν ἡ φύσις τὸ ψυχρόν であり、τουτέστι τὸν ἐγκέφαλον が同格として続く。(4) 末尾の αἵτινες φλέβες は、先行詞(αἱ ἀπ’ αὐτῆς βεβλαστηκυῖαι φλέβες)を関係代名詞の節内に取り込んで反復した関係節である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:111.2-112.2