- 底本
- Ps-Philoponus, In Libros De Generatione Animalium Commentaria. Commentaria in Aristotelem Graeca XIV.3, ed. M. Hayduck, Berlin: Reimer 1903, pp. 1-249. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg007.humanitext-grc1:110.1-111.2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの『動物発生論』743a3に基づき、肉・爪・角・骨などの同質部分が熱と冷による凝固や乾燥を通じて血管から滲出する血液からいかに形成されるかを注解する。
" Ἡ δὲ γένεσίς ἐστιν ἐκ τῶν ὁμοιομερῶν ὑπὸ ψύξεως καὶ θερμότητος." Ἐντεῦθεν τοὺς τρόπους ἐκτίθεται, καθ’ ἕκαστον τῶν ὁμοιομερῶν γίνεται, καὶ πρὸς τούτοις λέγει καὶ τὰ ποιητικὰ τούτων αἴτια, τίνα εἰσίν. ὑπὸ θερμότητος δὲ λέγει αὐτὰ γίνεσθαι καὶ ψύξεως· συνίσταται γὰρ καὶ πήγνυται τὰ μὲν θερμῷ, τὰ δὲ ψυχρῷ. διαπιδύουσα γάρ, φησί, τουτέστιν ὥσπερ ἱδρὼς ἐξερχομένη (τὸ γὰρ διαπιδύειν δηλωτικόν ἐστι τοῦ ἱδρῶσαι) διαπιδύουσα οὖν, φησίν, ἡ τροφή, τουτέστι τὸ λεπτότατον καὶ καθαρώτατον αἷμα διὰ τῶν ἀπείρων σχεδὸν ἐν ἑκάστῃ φλεβὶ ἀδήλων πόρων (καθάπερ καὶ τὸ κεραμεοῦν ἀγγεῖον τὸ μὴ καλῶς ὀπτηθέν· καὶ γὰρ καὶ τοῦτο ἱδροῖ ἐμβληθέντος ἐν αὐτῷ ὕδατος) καὶ προσκρινόμενον τῇ ἐνούσῃ ἡμῖν ἐνεργείᾳ σαρκὶ γίνονται σάρκες.1 οὐδὲν γὰρ ἄλλο φησὶν εἶναι τὸ τῶν σαρκῶν ὑλικὸν αἴτιον ἢ τὸν τῶν φλεβῶν ἱδρῶτα, ὅστις πάλιν ἱδρὼς οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ λεπτότατον καὶ καθαρώτατον τοῦ ἐν ταῖς φλεψὶν αἵματος. καὶ πῶς ἡ διαπιδύουσα καὶ ὥσπερ ἱδρὼς ἐξερχομένη τροφὴ σάρκες γίνονται, ἐπήγαγε τὸ ὑπὸ τοῦ ψυχροῦ συνιστάμεναι. θερμότατος γὰρ ὢν ὁ πόρος τῆς φλεβός, ἐν ᾧ τυγχάνει ὂν τὸ αἷμα, ψυχρότερος δὲ ὁ ἐκτὸς ἅπας (λέγω δὲ ἐκτὸς ἅπαντα τὸ ὅλον πάχος τῆς σαρκός) ἐμπεσοῦσα εἰς τοῦτον ἡ τροφὴ ὑγρὰ καὶ θερμὴ οὖσα πήγνυται2 ὑπὸ τῆς φύσεως ὡς δι’ ὀργάνου τοῦ ψυχροῦ καὶ γίνεται σάρξ. καὶ ἐπὶ τούτῳ τήκονται θερμῷ· ὅσα γὰρ πήγνυται ψυχρῷ, τήκεται θερμῷ, ὡς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων μεμαθήκαμεν. ὅσα μὲν οὖν ὑγρὰ καὶ θερμὰ τῶν ἀνατελλόντων ἤτοι διεξερχομένων ὥσπερ ἱδρὼς ἀπὸ τῶν φλεβῶν, σάρκες γίνονται· ὅσα δὲ ἂν ἀνατείλῃ καὶ ἐξέλθῃ λίαν γεηρὰ καὶ πάνυ ὀλίγην ἔχοντα θερμότητα καὶ ὑγρότητα, ταῦτα ψυχόμενα ἐξατμιζομένου τοῦ ὑγροῦ μετὰ τοῦ θερμοῦ ὑπὸ τῆς ψύξεως ὄνυχες γίνονται καὶ ὁπλαὶ καὶ κέρατα. διὸ καὶ μαλάττονται τῷ πυρί· οὐ γὰρ τήκεται· πᾶν γὰρ τὸ τηκόμενον, ὡς ἐν τῷ προειρημένῳ τῶν Μετεώρων μεμαθήκαμεν, ὑγρότητα ἔχει, ὄνυχες δὲ καὶ τὰ τοιαῦτα οὐκ ἔχουσι διὰ τὸ ἐξατμισθῆναι μετὰ τοῦ θερμοῦ. οὐδὲν οὖν τῶν γεηρῶν πυρὶ τήκεται, ἀλλὰ μᾶλλον ἔνια τῶν τοιούτων μαλάττεται τοῖς ὑγροῖς. εἰ γὰρ κέλυφος ᾠοῦ ἐμβληθὲν εἰς ὕδωρ ποιήσει ἐν αὐτῷ ἡμέρας ἱκανάς, ἐκβληθὲν μαλάττεται ὥσπερ κηρὸς σχεδόν. τὰ δὲ νεῦρα, φησί, καὶ τὰ ὀστᾶ συνίσταται ὑπὸ τῆς ἐντὸς θερμότητος ξηραινομένης τῆς ὑγρότητος· ξηρὸν γὰρ καὶ τὸ νεῦρον τὴν φύσιν, ὥσπερ ὁρῶμεν τὰ τῶν τεθνηκότων βοῶν καὶ ἄλλων πολλῶν.
「同質部分からの生成は、冷却と熱による。」 ここから彼は、同質部分のおのおのがそれによって生じる仕方を提示し、これらに加えて、これらの作因的原因が何であるかも述べる。そして彼は、それらが熱と冷却によって生じると言う。なぜなら、あるものは熱によって、あるものは冷によって結合し凝固するからである。というのも彼によれば、滲み出ることによって、すなわち汗のように外へ出ることによって(なぜなら滲み出るとは汗をかくことを示すからである)、それゆえ滲み出ることによって、と彼は言うのだが、栄養、すなわち各血管の中にある無数とも言える目に見えない小孔を通る最も精微で純粋な血液が(あたかもよく焼かれていない陶製の器のようであり、これにも水が注がれると汗をかく)、われわれのうちに現実態として存する肉へと付加されることで、肉となる。なぜなら、血管の汗のほかに肉の質料的原因はなにもないと彼は言っているからであり、この汗もまた、血管の中の血液のうち最も精微で純粋なものにほかならない。そして、滲み出て汗のように外に出る栄養がいかにして肉になるかについて、彼は「冷によって結合されながら」と付け加えた。なぜなら、血液が存在している血管の小孔はきわめて熱く、外側の全体(外側の全体とは肉の厚み全体を言う)はより冷たいので、この[外側]に入り込んだ栄養は、湿にして熱でありながら、冷という道具を通じて[働く]自然によって凝固し、肉となるからである。そしてこのゆえに、[肉は]熱によって融解する。なぜなら、冷によって凝固するものはすべて熱によって融解するのであり、このことは『気象論』第4巻においてわれわれが学んだとおりである。それゆえ、血管から汗のように立ち昇るもの、すなわち通り抜けて外に出るもののうち、湿にして熱であるものは肉となる。しかし、もし立ち昇り外に出るものがきわめて土的で、きわめてわずかな熱と湿しか持たないならば、これらは冷却され、湿が熱とともに冷却によって蒸発するにつれて、爪や蹄や角となる。それゆえこれらは火によって軟化もする。融解はしないのである。なぜなら、融解するものはすべて、先に述べた『気象論』の箇所で学んだように、湿を有しているが、爪やこれらに類するものは熱とともに[湿が]蒸発してしまったために[湿を]有していないからである。したがって、土的なものは何も火によって融解せず、むしろそのようなもののうちあるものは湿ったものによって軟化する。なぜなら、もし卵の殻が水に投入されてその中に十分な日数とどまるならば、取り出されたときにはほとんど蝋のように軟化するからである。他方、腱と骨は、湿が乾燥させられることで、内なる熱によって結合すると彼は言う。なぜなら腱もまた本性上乾燥しており、死んだ牛や他の多くの[動物]の[腱]に見られるとおりであるからである。
- 2.34διαπιδύουσα οὖν, φησίν, ἡ τροφή, τουτέστι τὸ λεπτότατον καὶ καθαρώτατον αἷμα ... καὶ προσκρινόμενον τῇ ἐνούσῃ ἡμῖν ἐνεργείᾳ σαρκὶ γίνονται σάρκες
主語である女性単数主格の分詞・名詞「διαπιδύουσα ... ἡ τροφή」に対し、付加された同格句「τὸ λεπτότατον καὶ καθαρώτατον αἷμα」に牽引されて分詞が中性単数主格の「προσκρινόμενον」へと破格(anacoluthon)を起こし、さらに主動詞「γίνονται」は述語主格の複数名詞「σάρκες」に数の一致を起こしている。構文の骨格としては「栄養が(肉に付加されることで)肉となる」という意味である。
- 2.34θερμότατος γὰρ ὢν ὁ πόρος τῆς φλεβός ... ψυχρότερος δὲ ὁ ἐκτὸς ἅπας ... ἐμπεσοῦσα εἰς τοῦτον ἡ τροφὴ ... πήγνυται
「θερμότατος γὰρ ὢν ὁ πόρος ... ψυχρότερος δὲ ὁ ἐκτὸς ἅπας」は属格独立構文(genitive absolute)ではなく主格独立構文(nominative absolute)の破格をなしており、主節の主語「ἡ τροφή」および主動詞「πήγνυται」に対する理由・背景条件を提示している。「εἰς τοῦτον」の代名詞は直前の男性名詞「ὁ ἐκτὸς ἅπας」(外側の全体)を指している。
