← ヨハネス・ピロポノス

アリストテレス『分析論後書』注解

§13.26-15.14

発見の認知とメノンのパラドックスの解決

発見が既知の普遍的定理への適用によって成立する認知の一種であることを明確にし、これを通じて『メノン』の探究のパラドックスを想起し、幾何学の倍積問題の対話を手がかりにその解決の論証を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.10#2

λέγομεν οὖν ζητῆσαί τε καὶ εὑρηκέναι τοῦτο τὸ θεώρημα προϋποκειμένων τινῶν θεωρημάτων, οἷς ἐφαρμόσαντες τὸ προκείμενον τὴν γνῶσιν αὐτοῦ εἵλομεν. καὶ οὕτως ἐπὶ πάντων, ἵνα συντέμω τὸν λόγον. εἰδέναι μέντοι χρή, ὡς ὅταν λέγω ἐκ προεγνωσμένων καθολικῶν τινων τὴν γνῶσιν γίνεσθαι, οὐχ οὕτω λέγω καθολικωτέρων ὡς λέγομεν τὸ γένος τοῦ εἴδους εἶναι καθολικώτερον,1 ἀλλ’ ὅτι ἁπλῶς ἔκ τινων ἄλλων θεωρημάτων καθολικῶν. καὶ διὰ τοῦτό φαμεν καθολικωτέραν εἶναι τὴν γνῶσιν τῆς εὑρέσεως, διότι κατὰ μόνον τὸν δεύτερον τρόπον τῆς γνωρίσεως ἡ εὕρεσις γίνεται τὰ ζητούμενα τοῖς ὁμολογουμένοις ἐφαρμοζόντων ἡμῶν, ἡ δὲ γνῶσις ἐπὶ πλειόνων θεωρεῖται· καὶ γὰρ καὶ ἐπὶ τοῦ προτέρου τρόπου. οὐ τοῦτο δέ φημι, ὅτι ταὐτόν ἐστι γνώρισις καὶ εὕρεσις, ἀλλ’ ὅτι τῷ τρόπῳ ᾧ τὸ δεύτερον γίνεται εἶδος τῆς γνωρίσεως, τῷ αὐτῷ καὶ ἡ εὕρεσις. διαφέρει δέ, ὅτι ἡ μὲν γνώρισις ἄνευ ζητήσεως καὶ ἀγνοίας μὴ προηγησαμένης τὸ μερικὸν ἐφαρμόζει τῷ καθόλου, ἡ δὲ εὕρεσις προηγησαμένης ἀγνοίας καὶ μετὰ ζητήσεως γίνεται. δέδεικται οὖν ὡς πᾶσα γνῶσις διανοητική, εἴτε διὰ διδασκαλίας καὶ μαθήσεως εἴτε διὰ ζητήσεως καὶ εὑρέσεως, ἔκ τινων προεγνωσμένων ἡμῖν παραγίνεται. Καὶ ἐντεῦθεν καὶ τὴν ἐν τῷ Μένωνι ἀπορίαν ἐπιλύεται. ἐν ἐκείνοις γὰρ τοῦ Σωκράτους προτείναντός τι θεώρημα ζητῆσαι καὶ κελεύσαντος ὁρίσασθαι τὴν ἀρετὴν κἀκείνου μὴ δυνηθέντος,2 εἶτα τοῦ Σωκράτους εἰπόντος ὅτι, εἰ ζητήσομεν, πάντως εὑρήσομεν, ὁ Μένων ἐπαπορεῖ τῷ λόγῳ καὶ φησὶν ὡς οὐκ εἴη ὅλως εὕρεσις. τὸ γὰρ ζητούμενον, φησίν, ἀνάγκη ἤτοι προεγνῶσθαι ἢ μή. εἰ μὲν οὖν μὴ εἴη προεγνωσμένον, οὐδ’ ἄν, εἰ προσβάλωμεν αὐτῷ, γνωρίσαι δυναίμεθα ὅτι τοῦτό ἐστιν ὃ ζητοῦμεν· μὴ εἰδότες γὰρ Σωκράτην οὐδ’, ἂν ἀπαντήσωμεν αὐτῷ, γνωρίσαι αὐτὸν δυνάμεθα. εἰ δὲ προεγνωκότες αὐτὸν εἴημεν, οὐδ’ ἂν αὐτὸν ζητεῖν λεγοίμεθα οὐδὲ εὑρίσκειν ὃν ἤδη ἴσμεν. ὥστε ὅλως οὐκ ἔστιν οὔτε ζητῆσαί τι οὔτε εὑρεῖν. καὶ πρὸς ταῦτα ὁ Σωκράτης τὸν δοῦλον ἀγαγὼν τὸν τοῦ Μένωνος καὶ ἐρωτῶν αὐτὸν ἐποίησεν αὐτὸν θεώρημά τι ἐξευρεῖν ὃ μὴ πρότερον ᾔδει, λέγω δὴ ὅτι τὸ ἀπὸ τῆς διαμέτρου τοῦ τετραγώνου ἀναγραφόμενον τετράγωνον3 διπλάσιόν ἐστι τοῦ τετραγώνου οὗ ἐστιν ἡ διάμετρος. ἡ δὲ δεῖξις οὕτω πρόεισιν. ἀναγράφει τετράγωνον τὸ Α Β Γ Δ καὶ ἄγει διαγώνιον αὐτοῦ, ὅ ἐστι διάμετρον, τὴν Α Δ, καὶ ἀναγράφει ἐκ τῆς Β Δ πλευρᾶς τετράγωνον τὸ Β Ζ Δ Ε, καὶ ἐκ τῆς Α Β τετράγωνον ἕτερον τὸ Α Β Η Θ, καὶ ἐκ τῆς Β Θ ἕτερον τὸ Β Ζ Θ Ι. δῆλον οὖν ὅτι ἴση ἑκάστη τῶν πλευρῶν τοῦ Α Β Γ Δ τετραγώνου ταῖς τοῦ ἄλλου τετραγώνου τοῦ Β Ζ Δ Ε. ὁμοίως δὲ πάλιν ἴση ἐστὶ καὶ ἑκάστη τῶν τοῦ Α Β Η Θ ταῖς τοῦ Β Ζ Θ Ι. καὶ ἵνα συντόμως εἴπω, περὶ τὸ πρῶτον τετράγωνον γνώμονα περιτίθησι καὶ ἐπιζεύγνυσι τῶν λοιπῶν τετραγώνων τὰς διαγωνίους, λέγω δὴ τὴν Α Θ, Θ Ζ, Ζ Δ, Δ Α. δῆλον οὖν ὅτι τὸ Γ Ε Η Ι τετράγωνον τετραπλάσιόν ἐστι τοῦ Α Β Γ Δ τετραγώνου· τρία γὰρ αὐτῷ ἴσα περιετέθησαν. τὰ ἄρα τέσσαρα ἴσα ὄντα τοῦ ἑνὸς αὐτῶν τετραγώνου τετραπλάσιά ἐστι· τοῦτο γὰρ ὁμολογεῖ ὁ οἰκέτης ἐκ τῆς ἐναργείας. καὶ ἐπειδὴ αἱ διάμετροι τῶν ἀναγραφέντων τεσσάρων τετραγώνων ἕκαστον εἰς δύο τρίγωνα ἴσα τέμνουσι διὰ τὸ παντὸς τετραπλεύρου τὴν διάμετρον δίχα αὐτὸ τέμνειν, ἕκαστον ἄρα τῶν ὀκτὼ τριγώνων ἴσον ἐστὶν ἑκάστῳ τῶν λοιπῶν.

それゆえ、我々は特定の諸定理があらかじめ基礎として置かれていることによって、この定理を探究し発見したと言うのであり、その基礎に課題[の定理]を当てはめることによって、それについての知識を獲得したのである。そして話を切り詰めるなら、すべての事柄についても同様である。もっとも、知っておかねばならないのは、あらかじめ知られている特定の普遍的な事柄から知識が生じると私が言うとき、類が種よりも普遍的であると我々が言うような意味で、より普遍的なものと言っているのではなく、単に他の何らかの普遍的な諸定理から[知識が生じる]と言っているのである。そしてこのゆえに、我々は知識が発見よりも普遍的であると主張するのである。というのも、探究されている事柄を合意された事柄へと我々が当てはめることによって、認知の第二の仕方にのみしたがって発見が生じるのに対して、知識の方はより多くの場面において観察されるからであり、実際、第一の仕方においても観察されるからである。しかし私は、認知と発見が同一であると主張しているのではなく、認知の第二の種が生じるのと同じ仕方で発見もまた生じる、と主張しているのである。しかし両者は異なっており、認知の方は探究を伴わず、また無知が先行することなく個別的なものを普遍的なものへと当てはめるのに対し、発見の方は無知が先行し探究を伴って生じる。したがって、あらゆる思弁的知識が、教授と学習によるものであれ探究と発見によるものであれ、あらかじめ知られている特定の事柄から我々のもとに生じる、ということが示されたのである。 そしてここから、彼は『メノン』における難問をも解決している。というのも、あそこの箇所において、ソクラテスが探究すべき特定の定理を提示し、徳を定義するように命じたのに対し、相手[メノン]が定義できず、次いでソクラテスが、もし我々が探究するならば必ずや発見するであろうと語ったとき、メノンはその言論に難を投げかけて、およそ発見など存在しないと主張するからである。なぜなら彼が言うには、探究されているものは、あらかじめ知られているか、あるいは知られていないかのいずれかでなければならないからである。もしあらかじめ知られていないとすれば、たとえ我々がそれに対面したとしても、これが我々の探究しているものであると認知することはできないであろう。実際、我々がソクラテスを知らないならば、たとえ彼に出会ったとしても、彼を認知することができないからである。これに対して、もし彼をあらかじめ知っているとすれば、既に知っている彼を探究したり発見したりするとは言われないであろう。したがって、およそ何かを探究することも発見することも不可能である、というわけである。そしてこれに対してソクラテスは、メノンの召使を連れてきて彼に質問を投げかけることによって、彼が以前には知らなかった特定の定理を自ら見出すようにさせたのであり、すなわち、正方形の対角線の上に描かれる正方形は、その対角線が属する正方形の二倍である、という定理である。そしてその証明は以下のように進む。 彼は正方形 Α Β Γ Δ を描き、その対角線、すなわち直径 Α Δ を引き、辺 Β Δ から正方形 Β Ζ Δ Ε を描き、Α Β から別の正方形 Α Β Η Θ を、さらに Β Θ から別の正方形 Β Ζ Θ Ι を描く。それゆえ、正方形 Α Β Γ Δ の各辺は、もう一方の正方形 Β Ζ Δ Ε の各辺と等しいことは明白である。同様にまた、Α Β Η Θ の各辺も Β Ζ Θ Ι の各辺と等しい。そして手短に言えば、彼は最初の正方形の周囲にグノーモーンを配置し、残りの諸正方形の対角線、すなわち Α Θ、Θ Ζ、Ζ Δ、Δ Α を結ぶ。それゆえ、正方形 Γ Ε Η Ι が正方形 Α Β Γ Δ の四倍であることは明白である。なぜなら、それと等しい三つの正方形がその周囲に配置されたからである。したがって、等しい四つの[正方形]は、それらのうちの一つの正方形の四倍である。実際、召使もこのことを明瞭な事実に基づいて認めている。そして、描かれた四つの正方形の対角線は、すべての四辺形の対角線がそれを二等分するがゆえに、各正方形を二つの等しい三角形へと分割するので、したがって八つの三角形の各々は、残りの三角形の各々と等しいのである。

構文注3 件
  1. 1.10οὐχ οὕτω λέγω καθολικωτέρων ὡς λέγομεν τὸ γένος τοῦ εἴδους εἶναι καθολικώτερον

    比較級属格 καθολικωτέρων は、前節の「ἐκ προεγνωσμένων καθολικῶν τινων(あらかじめ知られた特定の普遍的な事柄から)」における καθολικῶν に牽引されたものか、あるいは前置詞 ἐκ を補って解される属格。動詞 λέγω は直接には οὐχ οὕτω[ἐκ]καθολικωτέρων[γίνεσθαι τὴν γνῶσιν]という構造をとる。

  2. 1.10ἐν ἐκείνοις γὰρ τοῦ Σωκράτους προτείναντός τι θεώρημα ζητῆσαι καὶ κελεύσαντος ὁρίσασθαι τὴν ἀρετὴν κἀκείνου μὴ δυνηθέντος

    中性複数与格 ἐν ἐκείνοις は「かの書(『メノン』)の諸箇所において」を指す副詞句。これに続く τοῦ Σωκράτους προτείναντος... καὶ κελεύσαντος... κἀκείνου μὴ δυνηθέντος... εἶτα τοῦ Σωκράτους εἰπόντος は複数の属格絶対構文が並列・連鎖した構造であり、主文の主語 ὁ Μένων と述語動詞 ἐπαπορεῖ に至るまでの対話の経緯を一連の状況として提示している。

  3. 1.10τὸ ἀπὸ τῆς διαμέτρου τοῦ τετραγώνου ἀναγραφόμενον τετράγωνον

    ギリシア数学特有の定型表現。「直線(ここでは対角線)から描かれる[作図される]正方形」を意味し、幾何学的には「対角線を一辺とする正方形」を指す。直後の διπλάσιόν ἐστι τοῦ τετραγώνου οὗ ἐστιν ἡ διάμετρος における οὗ は関係代名詞(所属の属格)で先行詞 τετραγώνου を受け、「その[対角線]が属している正方形(=元の正方形)」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:13.26-15.14