- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:12.4-13.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの分析論前書71a17のレンマを受け、探究と発見も教授・学習と同様に先行する知識から生じることを論じ、既知の個物の再認と普遍の概念を未知の個物に適用する認知の二類型を区別した上で、後者の実例を二等辺三角形の幾何学的定理によって例証する。
" Ἔστι δὲ γνωρίζειν τὰ μὲν πρότερον γνωρίζοντα, τῶν δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν.1" Εἰπὼν ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προυπαρχούσης γίνεται γνώσεως, νῦν προτίθεται περὶ εὑρέσεως εἰπεῖν καὶ δεῖξαι ὅτι καὶ αὕτη ἐκ προϋπαρχούσης γίνεται γνώσεως. ἐπειδὴ γὰρ ἡ διανοητικὴ γνῶσις ἢ διὰ διδασκαλίας ἡμῖν παραγίνεται καὶ μαθήσεως ἢ διὰ ζητήσεως καὶ εὑρέσεως, ἀνάγκη δὲ ἐν ἑκατέρῳ τῶν τρόπων ἐκ προεγνωσμένων τινῶν γίνεσθαι ἡμῖν τὴν γνῶσιν, διὰ τοῦτο δείξας τὸν ἕτερον τῶν τρόπων μέτεισι καὶ ἐπὶ τὸν λοιπόν, ὡς εἶναι δῆλον πᾶσαν γνῶσιν διανοητικήν, εἴτε ἐκ διδασκαλίας καὶ μαθήσεως οὖσαν εἴτε ἐκ ζητήσεως καὶ εὑρέσεως, ἐκ προεγνωσμένων τινῶν παραγίνεσθαι. πρὶν ἢ δὲ διαλεχθῆναι περὶ εὑρέσεως πρότερον περὶ τοῦ γνωρίζειν προτίθεται διδάξαι ὡς ἂν καθολικωτέρου ὄντος, ὡς δείξομεν ἐπεξιόντες. τοῦ οὖν γνωρίζειν δύο εἰσὶ τρόποι, εἷς μέν, ὅταν προεγνωκότες τι αὖθις τούτῳ προσβάλωμεν λήθης μὴ μεσολαβησάσης· οἷον ὅταν πρώτως ἑωρακότες τινὰ εἶτα τούτου τὴν μνήμην ἔχοντες πάλιν αὐτὸν ἴδωμεν, λεγόμεθα τοῦτον γνωρίζειν· εἰ δὲ λήθη μεσολαβήσει, εἶτα αὖθις τὴν προτέραν αὐτοῦ γνῶσιν λάβωμεν, οὐκέτι γνωρίζειν τὸ τοιοῦτον λέγεται ἀλλὰ ἀναμιμνήσκεσθαι. εἷς μὲν οὖν τρόπος οὗτος. δεύτερος δέ, ὡς ὅταν ἔχοντες τοῦ καθόλου τὴν ἔννοιαν μερικῷ τινι προσβάλωμεν ὃ μὴ πρότερον ἐθεασάμεθα, εἶτα τοῦτο ἐφαρμόσωμεν τῷ καθόλου οὗ τὴν γνῶσιν ἔχομεν. οἷον εἰ θεάσηταί τις τὴν μαγνῆτιν λίθον ἕλκουσαν τὸν σίδηρον, εἰ μὲν μὴ εἴη προεγνωκὼς ὅτι πᾶσα ἡ τοιαύτη λίθος ἕλκει τὸν σίδηρον, οὐ λέγεται ὁ τοιοῦτος γνωρίζειν ὅτι μαγνῆτίς ἐστι λίθος, ἀλλὰ πρώτως μανθάνει, εἰ εὐπορήσει τοῦ διδάσκοντος, ὡς πᾶσα ἡ μαγνῆτις λίθος ἕλκει τὸν σίδηρον· εἰ δὲ τοῦτο εἴη προεγνωκώς, προσβάλλων τῇ μερικῇ λίθῳ εὐθὺς γνωρίζει ὅτι αὕτη ἐστὶν ἡ ὑπὸ τὸ καθόλου ἐκεῖνο εἶδος ἀναγομένη. δύο οὖν τούτων ὄντων τρόπων γνωρίσεως κατὰ τὸν δεύτερον τρόπον φησὶν ὁ Ἀριστοτέλης γίνεσθαι τὴν εὕρεσιν, ὅταν μερικοῖς τισι θεωρήμασι μὴ προεγνωσμένοις ἡμῖν πρώτως ἐπιβάλλοντες ἀπό τινων καθολικωτέρων προεγνωσμένων τὴν γνῶσιν αὐτῶν σχήσομεν. οἷον ἐὰν ἐπὶ ἰσοσκελοῦς τριγώνου τοῦ Α Β Γ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τὴν Β Γ κάθετον ἀγάγωμεν τὴν Α Δ ὥστε δίχα τέμνειν τὴν βάσιν καὶ δύο τριγώνων ἐξ ἀνάγκης γενομένων, τῶν Α Β Δ, Α Δ Γ, προβληθῇ ἡμῖν εἰς ζήτησιν πότερον τὰ γινόμενα τρίγωνα, λέγω δὴ τὰ Α Β Δ, Α Δ Γ, ἴσα ἐστὶν ἢ μή, τούτου τὴν γνῶσιν εὑρήσομεν ἐφαρμόζοντες αὐτὸ ἄλλοις τισὶ καθολικωτέροις θεωρήμασι προεγνωσμένοις ἡμῖν. ἐπειδὴ γὰρ προέγνωμεν, ὅτι τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσί, καὶ ὅτι, ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς ταῖς δυσὶ πλευραῖς ἴσας ἔχῃ, ἑκατέραν ἑκατέρᾳ, ἔχῃ δὲ καὶ τὴν γωνίαν τῇ γωνίᾳ ἴσην τὴν ὑπὸ τῶν ἴσων εὐθειῶν περιεχομένην, καὶ τὴν βάσιν τῇ βάσει ἴσην ἕξει καὶ τὸ τρίγωνον2 τῷ τριγώνῳ ἴσον ἔσται καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, ἑκατέρα ἑκατέρᾳ, ὑφ’ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἔχομεν δὲ ἐν τῷ προκειμένῳ διὰ τὸ ἰσοσκελὲς εἶναι τὸ Α Β Γ τρίγωνον ἴσην τὴν ὑπὸ Α Β Γ γωνίαν τῇ ὑπὸ Α Γ Β καὶ δύο πλευρὰς δυσὶ πλευραῖς ἴσας, τὴν μὲν Α Β τῇ Α Γ διὰ τὸ ἰσοσκελές, τὴν δὲ Β Δ τῇ Δ Γ διὰ τὸ δίχα τετμῆσθαι τὴν Β Γ βάσιν ὑπὸ τῆς Α Δ καθέτου, δῆλον ὡς καὶ τὸ ὅλον τρίγωνον τὸ Α Β Δ ὅλῳ τῷ Α Δ Γ ἴσον ἐστὶ καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις, ἡ μὲν ὑπὸ Α Δ Β τῇ ὑπὸ Α Δ Γ, ἡ δὲ ὑπὸ Δ Α Β τῇ ὑπὸ Δ Α Γ.
「しかし、ある事柄については以前から知った上で認知し、他の事柄については同時にその知識を獲得して認知することもある。」 あらゆる教授とあらゆる学習は先行する知識から生じる、と述べた後、いまや彼は発見について語り、発見もまた先行する知識から生じることを示すことを意図している。なぜなら、思弁的知識は教授と学習を通じて我々のもとに生じるか、あるいは探究と発見を通じて生じるのであり、そのいずれの仕方においても事前の既知の事柄から我々のもとに知識が生じることは必然であるから、このゆえに彼は一方の仕方を示した後、残りの仕方へと移行するのであり、これによって、あらゆる思弁的知識が、教授と学習に由来するものであれ探究と発見に由来するものであれ、事前の既知の事柄から生じることが明白となるようにしているのである。しかし彼は、発見について論じる前に、まず「認知すること」について教えることを意図している。なぜなら、これから順を追って示すように、それがより普遍的なものだからである。さて、「認知すること」には二つの仕方がある。一つは、あるものを以前から知っていた上で、忘却が介在することなく再びこれに対面するときである。たとえば、ある人を初めて見て、その後にその記憶を保持したまま再び彼を見る場合、我々はこの人を「認知している」と言われる。しかし、もし忘却が介在し、その後に再び彼についての以前の知識を取り戻すならば、このようなことはもはや「認知する」とは言われず、「想起する」と言われる。これが一つの仕方である。第二の仕方は、我々が普遍の概念を保持していながら、以前に見たことのない特定の個別的なものに対面し、次いでこれを我々が知識を持っている普遍に当てはめる場合である。たとえば、もし誰かが磁石が鉄を引き寄せるのを目撃したとして、もしその人がそのような石はすべて鉄を引き寄せるということをあらかじめ知っていないとすれば、そのような人はそれが磁石であることを「認知している」とは言われず、もし教えてくれる者に巡り合うならば、すべての磁石は鉄を引き寄せるということを初めて学ぶのである。これに対して、もしこのことをあらかじめ知っていたとすれば、その個別の石に対面して直ちに、これがかの普遍的な種のもとに帰属させられるものであることを認知する。それゆえ、認知のこれら二つの仕方が存在する中で、アリストテレスは第二の仕方にしたがって発見が生じるのだと言っている。すなわち、我々にとってあらかじめ知られていなかった特定の個別的な諸定理に初めて向き合い、あらかじめ知られているいくつかのより普遍的な事柄からそれらの知識を獲得するときである。たとえば、二等辺三角形 Α Β Γ において頂点から底辺 Β Γ へ垂線 Α Δ を引いて底辺を二等分させ、必然的に二つの三角形 Α Β Δ と Α Δ Γ が生じたとき、生じた諸三角形、すなわち Α Β Δ と Α Δ Γ が等しいか否かが探究のために我々に提示されたとすれば、我々はこれをあらかじめ知られている他のいくつかのより普遍的な諸定理に当てはめることによって、その知識を発見するであろう。なぜなら我々は、二等辺三角形の底角は互いに等しいこと、そして、もし二つの三角形が二つの辺を[他の]二つの辺とそれぞれ等しく持ち、等しい直線によって挟まれた角をも角と等しく持つならば、底辺をも底辺と等しく持ち、その三角形も三角形と等しくなり、残りの諸角も、等しい諸辺が対向している残りの諸角とそれぞれ等しくなるということをあらかじめ知っており、さらに今の課題においては、三角形 Α Β Γ が二等辺であることによって角 Α Β Γ が角 Α Γ Β と等しく、二辺が二辺と等しく、すなわち二等辺であることによって Α Β は Α Γ と等しく、Β Δ は底辺 Β Γ が垂線 Α Δ によって二等分されたことによって Δ Γ と等しいことを我々は把握しているから、全体の三角形 Α Β Δ も全体の Α Δ Γ と等しく、残りの諸角も残りの諸角と等しく、角 Α Δ Β は角 Α Δ Γ と、角 Δ Α Β は角 Δ Α Γ と等しいことは明白だからである。
- 1.10τῶν δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν
対句の πρότερον γνωρίζοντα における目的語 τὰ μέν(対格)に対し、後半では τῶν δέ(属格)が用いられている。これは τὴν γνῶσιν にかかる目的語的属格(「他の事柄については[それらの]知識を獲得しつつ」)として機能しており、アリストテレス原文の統語的変異を注解者がそのまま保持している。
- 1.10ἐπειδὴ γὰρ προέγνωμεν ... ἔχομεν δὲ ἐν τῷ προκειμένῳ ... δῆλον ὡς καὶ τὸ ὅλον τρίγωνον
幾何学の論証を示す長大な文構文の骨格。ἐπειδὴ γὰρ προέγνωμεν(「我々はあらかじめ知っていたので」)が大前提となる既知の幾何定理群を導入し、これに並列された ἔχομεν δέ(「他方で我々は…を把握している」)が具体的課題における小前提を構成する。これら二つの前提に基づき、主節の δῆλον ὡς...(「…であることは明らかである」)が論証の帰結を導く構造となっている。
