← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§458.17-459.28

自然学者たちによる質料的基体と無限の措定

アリストテレスが『自然学』203a16において自然学者たちによる無限の措定(質料的基体、単一か複数か、接触による連続性)を分類した箇所について、アナクサゴラスやデモクリトスなどの各学説と語句の解釈を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.29

" Οἱ δὲ περὶ φύσεως πάντες ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν ἕως τοῦ τῇ ἁφῇ συνεχὲς τὸ ἄπειρον εἶναί φασι." Φυσικοὺς εἴωθε καλεῖν ὁ Ἀριστοτέλης τοὺς περὶ τοῦτο τὸ μόριον τῆς φιλοσοφίας καταγινομένους τὸ φυσικόν, καὶ τούτων ἐξαιρέτως τοὺς τῇ ὑλικῇ ἀρχῇ ἢ μάλιστα ἢ μόνῃ χρησαμένους. οὗτοι οὖν οἱ φυσικοὶ τὴν ὕλην ὑποτιθέντες τοῖς γινομένοις καὶ περὶ αὐτὴν τὸ ἄπειρον θεωροῦντες, εἰκότως οὐκέτι ὡς οὐσίαν ἀλλ’ ὡς συμβεβηκὸς ἔλεγον τὸ ἄπειρον. τούτων δὲ οἱ μὲν ἕν τι στοιχεῖον ὑποτιθέντες τοῦτο ἄπειρον ἔλεγον τῷ μεγέθει, ὥσπερ Θαλῆς μὲν ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογένης ἀέρα, Ἀναξίμανδρος δὲ τὸ μεταξύ, οἱ δὲ ἄπειρα τῷ πλήθει τιθέντες ὥσπερ Ἀναξαγόρας καὶ Δημόκριτος αὐτῷ τε τῷ πλήθει τὸ ἄπειρον εἰσῆγον καὶ ἔτι τῷ μεγέθει. τὰ γὰρ ἄπειρα τῷ πλήθει τῇ ἁφῇ συνεχιζόμενα, ἀλλ’ οὐχὶ τῇ ἑνώσει ἄπειρον ποιεῖν μέγεθος.1 ὅσοι δὲ τῷ πλήθει πλείονα μὲν ἑνός, πεπερασμένα δὲ λέγουσι τὰ στοιχεῖα τῷ ἀριθμῷ ὥσπερ Ἐμπεδοκλῆς, οὗτοι οὔτε κατὰ μέγεθος τὸ ἄπειρον εἰσάγουσιν οὔτε ἐν ἑνὶ οὔτε ἐν πλείοσιν οὔτε ἐν τῷ ἐκ πάντων. εἰ γὰρ καὶ τῷ πλήθει πεπερασμένα καὶ ἕκαστον τῷ μεγέθει πεπερασμένον, πόθεν ἂν ἔχοι τὸ ἄπειρον; λεγόμενα δὲ στοιχεῖα τὰ τέτταρά φησι πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν. εἰπὼν δὲ ὕδωρ ἢ ἀέρα ὡς ὄντα τῶν πολυθρυλήτων στοιχείων ἐπήγαγεν· ἤ τι μεταξὺ τούτων τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, ὅπερ Ἀναξίμανδρος ἐτίθετο. μήποτε δὲ τὸ τῶν λεγομένων στοιχείων οὐ περὶ τῶν τεττάρων εἴρηται τῶν νῦν καθωμιλημένων, ἀλλὰ περὶ τῶν ὑπὸ τῶν φυσικῶν τεθέντων εἴτε ὕδωρ εἴτε ἀὴρ εἴτε τι μεταξὺ τούτων, ὃ στοιχεῖον τῶν γινομένων ἐτίθεντο. καὶ ἄλλως δὲ τὸ τῶν λεγομένων ὁ Ἀλέξανδρος ἐξηγεῖται ἀντὶ τοῦ τῶν λεγομένων καὶ δοκούντων μόνον στοιχείων, οὐκ ὄντων δέ, διότι ταῦτα σύνθετα καὶ ἐκ στοιχείων ἐστὶ τῆς τε ὕλης καὶ τοῦ εἴδους. Οἱ δὲ περὶ φύσεως πάντες εἶπεν οὐχ ἁπλῶς, ἀλλὰ τούτων οἱ ἄπειρον εἶναί τι λέγοντες, ἐπεὶ καὶ τοὺς πεπερασμένα ποιοῦντας φυσικοὺς οἶδε καλουμένους, ὥσπερ τὸν Ἐμπεδοκλέα. μήποτε δέ, ὡς καὶ πρότερον εἴρηται, κυρίως φυσικοὺς οἴεται τοὺς ἐν τῷ ὑλικῷ αἰτίῳ διατρίβοντας, οἷς οὐκ ἂν ἀξιώσοι κυρίως τὸν Ἐμπεδοκλέα συντάττειν ποιητικὰ αἴτια τὸ νεῖκος καὶ τὴν φιλίαν εἰσάγοντα· ἴσως δὲ οὐδὲ τὸν Ἀναξαγόραν λέγοντα τὸν νοῦν διακρίνειν τὰς ὁμοιομερείας, εἰ μὴ ἄρα καθόσον ἐν ταῖς τῶν αἰτίων ἀποδόσεσιν, ὡς δοκεῖ, καὶ αὐτὸς οὐ τῷ νῷ προσχρῆται, ἀλλὰ ταῖς ὑλικωτέραις αἰτίαις. ὅσοι δέ, φησί, πλήθει ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, ὥσπερ Ἀναξαγόρας ἀπείρους τῷ πλήθει τὰς ὁμοιομερείας ὑποτιθέμενος, Δημόκριτος δὲ τὰς ἀτόμους, οὗτοι κατὰ μὲν τὸ πλῆθος προφανῶς εἰσάγουσι τὸ ἄπειρον, ὅπερ ἐνεδείξατο ὁ Ἀριστοτέλης εἰπὼν ὅσοι δὲ ἄπειρα ποιοῦσι τὰ στοιχεῖα· ὅτι δὲ καὶ κατὰ μέγεθος δείκνυσι λέγων2 τῇ ἁφῇ συνεχὲς τὸ ἄπειρον εἶναί φασι καὶ οὐ τῇ ἑνώσει, ὡς οἱ ἓν ἄπειρον λέγοντες τὸ στοιχεῖον. ὅτι δὲ τῇ ἁφῇ συνεχὲς ἄπειρόν τι, καὶ ἐκ τούτων γίνεται δῆλον· τὰ γὰρ ἄπειρα τῷ πλήθει μέγεθος ἔχοντα καὶ ὁμοειδῆ ὄντα, ὥστε καὶ ἅπτεσθαι ἀλλήλων ἄπειρον ποιεῖ μέγεθος τῇ ἁφῇ συνεχές. διὸ καὶ Εὔδημος ἐν τῷ δευτέρῳ τῶν Φυσικῶν “τὸ κατὰ πλῆθος, φησίν, ὁμοειδὲς ἄπειρα λέγειν οὐδὲν διαφέρει ἢ κατὰ τὸ μέγεθος ἄπειρον”. πανσπερμίαν δὲ σχημάτων εἶπε τὴν τῶν Δημοκριτείων ἀτόμων, ἐπειδὴ ἀπείρους ὑπετίθετο τῶν ἀτόμων καὶ τὰς κατὰ τὸ σχῆμα διαφοράς.

「自然について論じる者たちは皆、別の何らかの自然を想定している」から「接触によって連続した無限があると彼らは言う」まで。 アリストテレスは哲学のこの部分、すなわち自然的部分に携わる者たちを、そしてこれらのうちでもとりわけ質料的な原理を主として、あるいは単独で用いた者たちを自然学者と呼ぶのを常としている。したがって、生成するものたちに質料を想定し、その質料に関して無限を考察するこれら自然学者たちは、当然のことながら無限をもはや実体としてではなく付帯性として述べていた。そしてこれらのうち、ある一つの構成要素を想定した者たちはこれを大きさにおいて無限であると述べており、タレスは水を、アナクシメネスとディオゲネスは空気を、アナクシマンドロスはその中間のものをそう述べたが、アナクサゴラスやデモクリトスのように数多さにおいて無限なものを措定した者たちは、その数多さそのものによっても、さらに大きさによっても無限を導入した。というのも、数多さにおいて無限なものは、合一によってではなく接触によって連続させられることで、無限な大きさを作り出す[と彼らは述べていた]からである。これに対し、エンペドクレスのように、構成要素たちを数多さにおいては一より多いが数においては有限であると述べる者たちは、大きさによる無限を一つの中にも、多数の中にも、すべてのものからなるものの中にも導入しない。実際、もし数多さにおいても有限であり、大きさにおいても各々が有限であるならば、どこから無限を持ちえようか。そしていわゆる構成要素とは四つのもの、すなわち火、空気、水、土のことであると彼は述べている。そして周知の構成要素に属するものとして水または空気と述べた後に、「あるいはこれら水と空気の中間の何か」と付け加えたが、これはまさにアナクシマンドロスが措定したものである。しかしおそらく「いわゆる構成要素たち」という表現は、現在広く知られている四つのものについて言われたのではなく、自然学者たちによって措定されたもの、すなわち水であれ空気であれ、あるいはそれらの中間の何かであれ、彼らが生成するものたちの構成要素として措定したものについて言われたのではないか。また別様にアレクサンドロスは、「いわゆるものたちの」を「単にいわれているだけでそう思われているにすぎず、実のところはそうではない構成要素たちの」という意味で解釈している。なぜならこれらは複合的であり、質料と形相という構成要素から成るからである。「自然について論じる者たちは皆」と彼が述べたのは、無条件にではなく、これらの中で何らかの無限なものがあると述べる者たちのことである。なぜなら有限なものたちを措定する者たちもまた自然学者と呼ばれることを彼が知っているからであり、エンペドクレスがそうである。しかしおそらく、前にも述べられたように、彼は質料的原因に専心する者たちを本来の意味での自然学者と考えており、争いと愛という作因を導入するエンペドクレスを本来の意味でその者たちと同列に置くことは肯んじないのではないか。そして同様に、知性が同質部分たちを分離すると述べるアナクサゴラスをも同列には置かないのではないか。もっとも、諸原因の説明において、見受けられるところでは彼自身も知性を用いることなく、むしろより質料的な諸原因を用いる限りにおいてなら別であるが。そして彼が言うには、構成要素たちを数多さにおいて無限とする者たち、たとえばアナクサゴラスが同質部分たちを数多さにおいて無限と想定し、デモクリトスが原子たちをそう想定したように、これらの者たちは数多さに関して明らかに無限を導入しており、まさにアリストテレスは「構成要素たちを無限とする者たちは」と述べることによってこれを示したのである。しかし大きさに関しても[無限を導入していることを]、「接触によって連続した無限があると彼らは言う」と述べることによって彼は示しているのであり、構成要素を一の無限なものと述べる者たちのように合一によって[無限である]のではない。そして何らかの無限なものが接触によって連続しているということは、次のことからも明らかとなる。すなわち、数多さにおいて無限であり、大きさを持ち、かつ互いに接触するほどに同種であるものたちは、接触によって連続した無限な大きさを作り出すからである。それゆえエウデモスも『自然学』第二巻において、「同種なものを数多さにおいて無限と述べることは、大きさにおいて無限と述べることと何ら変わらない」と述べている。またアリストテレスがデモクリトスの原子たちの集まりを図形の「全種子混合」と呼んだのは、〔デモクリトス〕が原子たちの形による差異をも無限であると想定していたからである。

構文注2 件
  1. 3.29τὰ γὰρ ἄπειρα τῷ πλήθει τῇ ἁφῇ συνεχιζόμενα, ἀλλ’ οὐχὶ τῇ ἑνώσει ἄπειρον ποιεῖν μέγεθος.

    文頭に接続詞 γάρ を伴うが主節の動詞を持たず、対格主語 τὰ ἄπειρα と不定詞 ποιεῖν による対格不定詞構文(間接話法)となっている。直前の εἰσῆγον または文脈上想定される ἔλεγον(あるいはレンマの φασί)に従属し、複数派の自然学者たちの主張内容を報告する文として機能している。

  2. 3.29ὅτι δὲ καὶ κατὰ μέγεθος δείκνυσι λέγων

    直前の「κατὰ μὲν τὸ πλῆθος προφανῶς εἰσάγουσι τὸ ἄπειρον」との対比を受けており、ὅτι 節内では述語(εἰσάγουσι τὸ ἄπειρον 等)が省略されている。構造の骨格は「ὅτι δὲ καὶ κατὰ μέγεθος [εἰσάγουσι τὸ ἄπειρον], δείκνυσι λέγων...(彼らが大きさに関しても無限を導入していることを、彼は…と述べることによって示している)」という倒置・省略構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:458.17-459.28