- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:456.15-458.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは、ピュタゴラス派がグノーモーン(奇数)を平方数に付加して同一の形相を保つことと、偶数を付加して形相を変化させることを対比して無限の性質を説明した議論を取り上げ、アレクサンドロスの解釈と自身の見解を述べる。続けて、プラトンが大と小(不定の二項)を無限とした学説へと注釈を進める。
Σημεῖον δὲ τοῦ τὸν μὲν περιττὸν ἀριθμὸν εἰδοποιὸν καὶ περατωτικὸν εἶναι, τὸν δὲ ἄρτιον ὑλικὸν καὶ ἀπειροειδῆ, οἱ Πυθαγόρειοι ποιοῦνται τὸ συμβαῖνον ἐπὶ τῆς τῶν ἀριθμῶν προσθέσεως· οἱ μὲν γὰρ περισσοὶ προστιθέμενοι ἑξῆς τῷ τετραγώνῳ ἀριθμῷ φυλάσσουσιν αὐτὸν τετράγωνον καὶ ἰσάκις ἴσον κατὰ δὲ τὸ ποσὸν μόνον ηὐξημένον, ὁ δὲ ἄρτιος προστιθέμενος ἀεὶ τῷ τετραγώνῳ ἐναλλάσσει τὸ εἶδος ἑτερομήκη ποιῶν, ἄλλοτε κατ’ ἄλλην πλευρὰν παρηυξημένον. ἐκκείσθωσαν γὰρ οἱ ἀπὸ μονάδος ἑξῆς ἀριθμοὶ ἄχρι τῆς δεκάδος α β γ δ ε ϛ ζ η θ ι. τούτων δῆλον ὅτι ἡ μονὰς πρῶτος περισσὸς καὶ τετράγωνος πρῶτος (ἅπαξ γὰρ ἓν ἕν), τῶν δὲ ἐκκειμένων περισσοὶ μὲν κατὰ τὴν μονάδα οἱ γ ε ζ θ, ἄρτιοι δὲ οἱ β δ ϛ η ι. ἐὰν οὖν προσθῶμεν τῇ μονάδι πρώτῃ οὔσῃ τετραγώνῳ τὰ γ, γίνεται ὁ δ τετράγωνος ἀπὸ πλευρᾶς τῶν δύο. καὶ πάλιν τῷ δ τετραγώνῳ ἐὰν προσθῶμεν τὸν ἐφεξῆς περιττὸν ε, γίνεται ὁ θ καὶ αὐτὸς τετράγωνος. εἰ δὲ καὶ τούτῳ τὸν ζ προσθῶμεν, ὁ ἐφεξῆς τετράγωνος ὁ ις γίνεται, κἂν τούτῳ τὸν θ, γίνεται ὁ κ̄ε̄. πάντες ἑξῆς τετράγωνοι καὶ ἰσάκις ἴσοι. ἐὰν δὲ τῇ μονάδι τετραγώνῳ προσθῶμεν τὸν β, γίνεται ὁ γ οὐκέτι τετράγωνος, κἂν τῇ τετράδι τετραγώνῳ οὔσῃ προσθῶμεν ἢ τὸν δ ἢ τὸν ϛ, γίνεται ὁ η ἢ ὁ ι ἑτερομήκεις ὄντες. δὶς γὰρ δ η δὶς ε αἱ πλευραί. καὶ δῆλον ὅτι τὸ μὲν φυλάττειν τὸ αὐτὸ εἶδος καὶ τὸ ἰσάκις ἴσους ποιεῖν πρὸς τοῦ πέρατός ἐστι, τὸ δὲ μὴ φυλάσσειν τὸ αὐτὸ εἶδος καὶ τὸ ἑτερομήκη ποιοῦντα [ἀλλὰ] ἄλλοτε κατ’ ἄλλο παραυξάνειν εἶδος πρὸς τῆς ἀπειρίας ἐστί.1 γνώμονας δὲ ἐκάλουν τοὺς περιττοὺς οἱ Πυθαγόρειοι, διότι περιτιθέμενοι τοῖς τετραγώνοις τὸ αὐτὸ σχῆμα διαφυλάττουσιν, ὥσπερ καὶ οἱ ἐν γεωμετρίᾳ γνώμονες. τὰ γὰρ δύο παραπληρώματα σὺν τῷ ἑνὶ τῶν περὶ τὴν αὐτὴν διάμετρον παραλληλογράμμων γνώμονα καλοῦσιν, ὃς τῷ ἑτέρῳ τῶν περὶ τὴν αὐτὴν διάμετρον παραλληλογράμμων προστιθέμενος ὅμοιον τὸ ὅλον ποιεῖ ἐκείνῳ, ᾧ προσετέθη. γνώμονες οὖν καὶ οἱ περιττοὶ ἀριθμοὶ λέγονται, ὅτι προστιθέμενοι τοῖς ἤδη οὖσι τετραγώνοις τηροῦσιν ἀεὶ τὸ τετράγωνον. περιτιθεμένων οὖν περὶ τὸν ἕνα ἀριθμὸν τὸν τετράγωνον ποτὲ μὲν χωρὶς τῶν γνωμόνων, τουτέστι τῶν μονάδων κατὰ τὸ ἑξῆς † περιττὸν ἀριθμῶν (οὗτοι γὰρ ἦσαν γνώμονες), ποτὲ δὲ χωρὶς τῶν ἀρτίων, ὅτε μὲν οὗτοι προστεθῶσιν, ἄλλο ἀεὶ γίνεται τὸ εἶδος παρὰ τὸ ἐξ ἀρχῆς, ὅτε δὲ οἱ γνώμονες, ἓν τὸ αὐτὸ τῷ προτέρῳ. καλῶς δὲ καὶ οὕτως ἐπέβαλε τῇ ἐξηγήσει ὁ Ἀλέξανδρος, ὅτι τὸ μὲν περιτιθεμένων τῶν γνωμόνων τὴν κατὰ τοὺς περιττοὺς ἀριθμοὺς σχηματογραφίαν ἐνδείκνυται, τὸ δὲ καὶ χωρὶς τὴν ἀριθμητικὴν προσθήκην χωρὶς περιθέσεως σχηματικῆς γινομένην ἐπὶ τῶν ἀρτίων· καὶ γὰρ ἔθος ἐστὶ τοῖς Πυθαγορείοις σχηματογραφεῖν. καὶ κατὰ τὰς τῶν μονάδων περιθέσεις οὕτωσί πως γράψαντες τὸ α στοιχεῖον περιτιθέασιν αὐτῷ τρία α γνωμονικῶς, καὶ γίνεται δ τετραγωνικῶς ἐσχηματισμένα οὕτως·
奇数は形相をもたらし限定するものであり、偶数は質料的で無限の種に属するものであるというしるしを、ピュタゴラス派の人々は数の付加において生じることに求めている。すなわち、奇数は平方数へと順次付加されるとき、それを平方数のまま、かつ等しいものどうしの積のまま保ち、ただ量においてのみ増大させるが、偶数は平方数へと常に付加されるとき、その形相を変えて、一辺が他方の辺よりも長い矩形数にし、その都度異なる辺に沿って引き伸ばすからである。実際、モナスから十に至るまでの連続する数 α、β、γ、δ、ε、ϛ、ζ、η、θ、ι を並べてみよう。これらにおいて、モナスが最初の奇数であり最初の平方数であること(一度一は一であるゆえ)は明らかであり、並べられたもののうち、モナスに次ぐ奇数は γ、ε、ζ、θ であり、偶数は β、δ、ϛ、η、ι である。そこで、最初の平方数であるモナスに γ を付加すると、二の辺からなる平方数 δ となる。そして再び平方数 δ に次の奇数 ε を付加すると、θ となってこれもまた平方数となる。さらにこれに ζ を付加すると、次の平方数 ις となり、これに θ を付加すると κ̄ε̄ となる。すべて順に平方数であり、等しいものどうしの積である。しかしモナスである平方数に β を付加すると、γ となって最早平方数ではなく、平方数である四に δ または ϛ を付加すると、η または ι となって矩形数となる。なぜなら二度四は η、二度五は ι がその辺だからである。そして、同一の形相を保ち、等しいものどうしの積とすることは限界に属し、同一の形相を保たず矩形数とし、その都度異なる形相に従って引き伸ばすことは無限に属することが明らかである。ピュタゴラス派の人々は奇数をグノーモーンと呼んでいたが、それは平方数に周置されるとき、幾何学におけるグノーモーンと同様に、同一の図形を保つからである。実際、幾何学では同一の対角線を挟む平行四辺形のうちの一つを伴った二つの補形をグノーモーンと呼んでおり、これは同一の対角線を挟む他方の平行四辺形に付加されるとき、付加された相手と全体を相似にするのである。それゆえ奇数もまたグノーモーンと呼ばれる。すでに存在する平方数に付加されるとき、常に平方数を維持するからである。それゆえ、一つの数である平方数の周りに、あるときはグノーモーンが別個に、すなわち連続する奇数であるモナスたちが(これらがグノーモーンであった)、またあるときは偶数が別個に周置されるとき、後者が付加されると常に最初のものとは別の形相が生じ、グノーモーンが付加されると前のものと同一の一つの形相が生じる。そしてアレクサンドロスがその解釈において次のように捉えたのも適切なことである。すなわち「グノーモーンが周置されるとき」とは奇数による図形描画を示しており、「そして離れて」とは偶数において図形的周置を離れてなされる算術的付加を示しているというのであり、というのもピュタゴラス派の人々には図形描画を行う習慣があるからである。そして彼らはモナスたちの周置において、およそ次のように文字 α を書き、それにグノーモーンの形に三つの α を周置し、次のように平方に図形化された δ が生じる。
Εἶτα πάλιν τούτοις πέντε α περιτιθέντες ἀντὶ πέντε μονάδων γνωμονικῶς μεῖζον ποιοῦσι τετράγωνον τρία τὴν πλευρὰν ἔχον. Ἡ δὲ τῶν ἀρτίων περίθεσις οὐ ποιεῖ τὸ σχῆμα ὡρισμένον. διὸ τοὺς ἀρτίους 〈οὐ〉 περιτίθεσθαι βούλεται ὡς τοὺς περιττοὺς ἐν καταγραφῇ, ἀλλ’ ἀριθμητικῶς προστίθεσθαι. ὥστε τὸ καὶ χωρὶς ἀντὶ τοῦ καὶ χωρὶς περιθέσεως κατὰ προσθήκην ἐπὶ τῶν ἀρτίων ἀκούειν.2 μήποτε δὲ ἄμφω περὶ ἀμφοῖν ἀκούειν δυνατὸν3 καὶ τὸ περιτιθεμένων τῶν γνωμόνων καὶ τὸ χωρὶς περί τε τῶν περιττῶν καὶ τῶν ἀρτίων, ἵνα ᾖ λέγων, ὅτι καὶ ἐν ταῖς γνωμονικαῖς περιθέσεσι καὶ πάλιν χωρὶς ἐν ταῖς ἀριθμητικαῖς συνθέσεσι καὶ τῶν περιττῶν καὶ τῶν ἀρτίων ἔστιν ἰδεῖν τοὺς μὲν περιττοὺς ὅμοια φυλάττοντας, τοὺς δὲ ἀρτίους ἀνόμοια ποιοῦντας. κἂν γὰρ μὴ κυρίως γνώμονες οἱ ἄρτιοι λέγωνται ὡς οὐ φυλάττοντες τὸ αὐτὸ εἶδος, ἀλλ’ οὖν περιτιθέμενοι ὡς γνώμονες καὶ ἐν τῇ σχηματογραφίᾳ τὸ ἀνόμοιον δηλοῦσι. περὶ τὸ ἓν δὲ περιτιθεμένων τῶν γνωμόνων εἶπεν ἢ ὅτι περὶ μονάδα ἡ πρώτη περίθεσις γίνεται ἢ ὅτι ὡς περὶ ἕνα ἀριθμὸν γίνεται ἀεὶ ἡ τῶν πλειόνων μονάδων περίθεσις. εἰπὼν δὲ τί τὸ ἄπειρον ἔλεγον οἱ Πυθαγόρειοι, ὅτι τὸ ἄρτιον, ἐπάγει καὶ τί ὁ Πλάτων ἔλεγεν, ὅτι τὸ μέγα καὶ μικρὸν ἤτοι τὸ μεῖζον καὶ ἔλαττον· ἐπ’ ἄπειρον γὰρ ἑκάτερον αὐτῶν πρόεισιν. οὐ μέντοι ἰδίᾳ ἑκάτερον ἐλάμβανεν, ἀλλ’ ἅμα μέγα καὶ μικρὸν τὸ αὐτὸ λέγων, ἣν καὶ ἀόριστον δυάδα ἐκάλει, εἴτε τὴν ὕλην οὕτως καλῶν εἴτε τὴν τοῦ ἀπείρου συστοιχίαν. διὸ καὶ ἐν ταῖς ἰδέαις αὐτὴν ὡς ἐν ἀριθμοῖς καὶ τούτοις ἐτίθετο.
それから再びこれらに五つのモナスの代わりに五つの α をグノーモーンの形に周置し、辺が三であるより大きな平方を作るのである。しかし偶数の周置は定まった図形を作らない。それゆえ彼は、偶数は図面において奇数のようには周置されず、算術的に付加されるのだと解釈することを望んでいる。したがって「そして離れて」を、偶数において「周置を離れて付加に従って」と理解するのである。しかし、おそらく「グノーモーンが周置されるとき」と「離れて」の双方を、奇数と偶数の両方について理解することも可能ではないか。そう解釈すれば、奇数と偶数について、グノーモーン的な周置においても、またそれを離れた算術的結合においても、奇数は類似したものを保ち、偶数は非類似なものを作ることを見ることができる、と述べていることになる。なぜなら、偶数は同一の形相を保たないがゆえに厳密にはグノーモーンとは呼ばれないとしても、グノーモーンのように周置されることで図形描画においても非類似なものを明らかにするからである。また〔アリストテレス〕が「グノーモーンが一の周りに周置されるとき」と述べたのは、最初の周置がモナスの周りになされるからであるか、あるいは複数のモナスの周置が常に一つの数の周りであるかのようになされるかのいずれかによる。そしてピュタゴラス派の人々が無限を何であると述べていたか、すなわち偶数であると述べた後、〔アリストテレス〕はプラトンが何を述べていたか、すなわち大と小、つまりより大きいものとより小さいものを無限と述べていたことを付け加える。なぜならそれらの各々は無限へと進むからである。ただし〔プラトン〕はそれらの各々を別々に取ったのではなく、同じものを同時に大かつ小と呼んでおり、これを不定の二項とも呼んでいたのであり、質料をこのように呼んでいたのか、あるいは無限の系列をこのように呼んでいたのかのいずれかである。それゆえ彼はイデアたちの中にも、それらが数たちの中にあるのと同様に、これを置いていたのである。
- 3.27πρὸς τοῦ πέρατός ἐστι ... πρὸς τῆς ἀπειρίας ἐστί
前置詞 πρός に属格が後続し、「〜の側に属する」「〜の特質である」という帰属・性質を表す慣用構文。対比される二つの主語不定法句(τὸ μὲν φυλάττειν... と τὸ δὲ μὴ φυλάττειν...)がそれぞれπέρας(限定)とἀπειρία(無限性)の側に帰属することが示されている。
- 3.28ὥστε τὸ καὶ χωρὶς ἀντὶ τοῦ καὶ χωρὶς περιθέσεως κατὰ προσθήκην ἐπὶ τῶν ἀρτίων ἀκούειν
ὥστε に不定詞 ἀκούειν(ここでは「理解する」「解釈する」の意)が続く結果・帰結節。アリストテレス本文の語句「καὶ χωρὶς(そして離れて)」を、アレクサンドロスが偶数に関して「図形的周置を離れて算術的付加に従って」の代わりとして理解した解釈を説明している。
- 3.28μήποτε δὲ ἄμφω περὶ ἀμφοῖν ἀκούειν δυνατὸν
μήποτε は懸念あるいは控えめな提議・疑問を表し、「あるいは〜ではないか」と先行するアレクサンドロスの説に対する代案を導入する構文。非人称の δυνατὸν [ἐστι] に不定詞 ἀκούειν が続き、ἄμφω(両方の語句)が目的語、περὶ ἀμφοῖν(両方の数について)が前置詞句である。
