← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§361.12-362.19

四原因への還元と数学的対象における形相因

シンプリキオスは、『自然学』第2巻第7章冒頭(198a14)において、あらゆる原因が四原因(形相・作用・目的・質料)へと還元される論拠を数学的・自然的な実例によって示し、ポルピュリオスとアレクサンドロスの注解を引用して数学的対象における形相因の究極性を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.54#1

" Ὅτι δέ ἐστιν αἴτια καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ἕως τοῦ ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα." Ζητήσας ὅπερ ἐν ἀρχῇ προὔθετο φανερὸν τὸ περὶ τῶν αἰτίων, τίνα τε καὶ πόσα τὸν ἀριθμόν ἐστιν, καὶ δείξας ὅτι πάντα εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερωτάτους, καὶ ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ὑφ’ ἕνα τούτων ἀνάγεται τὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἐπειδὴ μέγα τὸ ἐγχείρημα τὸ πλῆθος τοσοῦτον τῶν κατὰ μέρος αἰτίων εἰς οὕτως ἐλάχιστα γένη συναγαγεῖν, εἰκότως παραμυθίας ἀξιοῖ τὸν λόγον,1 καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν κατὰ γένος ἐστὶ τὰ αἴτια δείκνυσι δυνάμει οὕτως. αἴτιά ἐστιν ἃ ἐρωτώμενοι τὸ διὰ τί ἀποδίδομεν· ἐρωτώμενοι δὲ τὸ διὰ τί ἀποδίδομεν τέτταρα ἢ τὸ εἶδος ἢ τὸ ποιοῦν ἢ τὸ τέλος ἢ τὴν ὕλην. τέτταρα ἄρα ταῦτα αἴτια. καὶ παραδίδωσι τὴν εἰς ἕκαστον τούτων ἀναγωγὴν διὰ παραδείγματος. ἢ γὰρ εἰς τὸ εἶδος ἔσχατον ἀνάγεται τὸ διὰ τί ὡς ἐν τοῖς μαθηματικοῖς. ταῦτα γὰρ ἀκίνητα καλεῖ πρὸς ἀντιδιαστολὴν τῶν φυσικῶν, οἷς ἐν κινήσει τὸ εἶναι. διὰ τί γὰρ εὐθεῖα ἥδε; ὅτι ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν. καὶ διὰ τί σύμμετρος ἡ τοῦ ἑξαγώνου πλευρὰ τῇ διαμέτρῳ; ὅτι τῷ αὐτῷ μετροῦνται τῇ ἐκ τοῦ κέντρου. διὰ τί δὲ ἐν κύκλῳ αἱ ἐκ τοῦ κέντρου ἴσαι ἐρωτηθέντες ἐροῦμεν, διότι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι πρὸς τὴν περιφέρειαν εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί· τοῦτο γὰρ εἰπόντων οὐδεὶς ἔτι οὐδὲν ἄλλο αἴτιον ἐπιζητεῖ. ἐρωτηθέντες δέ, διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι, ἐροῦμεν διότι ἐσύλησαν οἱ Φωκεῖς τὸν νεών, τὸ ποιητικὸν αἴτιον οὕτως ἀποδιδόντες· καὶ διὰ τί ἐπολέμησε τοῖς Ἕλλησι βασιλεύς; διὰ τὸ ἄρξαι τῶν Ἑλλήνων ἐροῦμεν, τὸ οὗ ἕνεκα καὶ τὸ τέλος ἀποδιδόντες. ἐν δὲ τοῖς ἐνύλοις ἅπερ γεννώμενα καλεῖ (γεννᾶται γὰρ τὰ φυτὰ καὶ τὰ ζῷα καὶ τὰ τούτων μέρη, ἅπερ πάντα ἔνυλά ἐστιν) ἐν τούτοις οὖν τὸ διὰ τί καὶ εἰς τὴν ὕλην ἀνάγομεν πολλάκις. διὰ τί γὰρ ἐσάπη τὸ βάθρον; ὅτι ξύλινον ἦν. ἢ διὰ τί τετραδάκτυλος ὁ ἄνθρωπος; διότι ἐπέλιπε, φαμέν, ὕλη. διὰ τί δὲ ἄνθρωπος τὸ γεννηθέν; ὅτι ἐκ σπέρματος ἀνθρώπου καὶ καταμηνίου. καὶ ἐπὶ τοῦ αὐτοῦ δέ ἐστιν εἰς πάντα τὰ αἴτια ἀνάγειν. διὰ τί γὰρ ἄνθρωπος ἀποθνήσκει; ὅτι ζῷον λογικὸν θνητόν, καὶ ὅτι τὸ ποιητικὸν αὐτοῦ πρόσεισι καὶ ἄπεισι, καὶ ὅτι ἐξ ὕλης ἐστὶ φθαρτῆς, καὶ ὅτι βέλτιον αὐτῷ τὸ ἀποθνήσκειν. Λέγει δὲ ὁ Πορφύριος ὅτι “τὸ μὲν διὰ τί τετραχῶς ἔστιν ἀποδοῦναι, τὸ δὲ τίνος ἕνεκα ἐπὶ τοῦ τελικοῦ μόνον ἐρωτᾶται. τίνος γὰρ ἕνεκα ἐπολέμησαν; ἵνα ἄρξωσι”. φυλάττων δὲ τὸ καὶ πρότερον εἰρημένον ὑπ’ αὐτοῦ ὁ Ἀλέξανδρος τὸ τὰ μαθηματικὰ μὴ ἔχειν τελικὸν αἴτιον καὶ τὸ εἰρημένον ἐνταῦθα ὑπὸ τοῦ Ἀριστοτέλους,2 ὅτι τὸ διὰ τί εἰς τὸ τί ἐστιν ἔσχατον ἀνάγεται ἐν τοῖς ἀκινήτοις οἷον ἐν τοῖς μαθήμασιν, αὐτὸς ἐξηγεῖται “ἐπειδὴ γὰρ οὐκ ἔστι, φησίν, ἐν τοῖς μαθήμασιν ἄλλο τοῦ εἴδους τὸ οὗ ἕνεκεν (ἐκεῖνο γὰρ ἂν ἦν τελικὸν ἐν αὐτοῖς καὶ ἔσχατον αἴτιον), διὰ τοῦτο ἔσχατον ἐν αὐτοῖς γίνεται τὸ εἶδος καὶ ὁ ὁρισμός”.

「原因が存在すること、そして数においてこれほどあることは」から「したがって原因はこれらであり、これほどの数である」まで。 原因について何であり数においていくつであるかという、初めに提示した事柄を明らかにし、それらすべてが最も明白な四つの様態へと収まること、また運と自発的なものとはこれらの中の運動の始原がそこから来るもの[=作用原因]という一つの様態へと還元されることを示した後、個々の原因のこれほどのおびただしい数をこれほどわずかな類へとまとめることは大きな企てであるため、[アリストテレスは]当然にもこの議論に確証を与えるべきものとし、原因が類において数的にこれほどあることを事実上次のように示す。「なぜか」と問われて私たちが答えるものが原因である。そして「なぜか」と問われて私たちが答えるものは、形相か、作用するものか、目的か、質料かという四つである。したがってこれら四つが原因である。そして彼はこれらの各々への還元を実例を通じて引き渡している。というのも、「なぜか」は数学的な諸対象におけるように究極的には形相へと還元されるからである。実際、自然的なもの、すなわち運動の内に存在をもつものとの区別のために、彼はこれら[数学的なもの]を不動のものと呼んでいるのである。なぜなら、なぜこの線は直線なのか。同じ両端をもつ諸線のうちで最小であるからだ。またなぜ六角形の辺はその対角線と通約可能なのか。中心からの線[=半径]という同じもので測られるからだ。また「円において中心からの諸線はなぜ等しいのか」と問われれば、私たちは「円とは一つの線によって囲まれた平面図形であり、図形の内部に位置する一つの点からその円周へと引かれるすべての直線が互いに等しいような図形であるからだ」と答えるであろう。なぜなら、このことを言えば、だれももはや他の原因を探し求めないからである。また「なぜテーバイ人はポキス人たちと戦ったのか」と問われれば、私たちは「ポキス人たちが神殿を略奪したからだ」と答えるであろうし、このようにして作用原因を答えているのである。また「なぜ[ペルシアの]王はギリシア人たちと戦ったのか」。「ギリシア人たちを支配するためだ」と私たちは答えるであろうし、目的およびそのためのものを答えているのである。他方、質料的なものにおいて――それらを彼は生成するものと呼んでいるが(植物や動物やそれらの部分は生成するからであり、これらはすべて質料的である)――、したがってこれらにおいては、私たちは「なぜか」を質料へもしばしば還元する。なぜなら、なぜその台座は腐敗したのか。木製であったからだ。あるいは、なぜその人間は指が四本なのか。「質料が欠乏したからだ」と私たちは言う。また、なぜ生成したものは人間なのか。人間の種子と月経血から生じたからだ。しかし同一のものについても、すべての原因へと還元することが可能である。なぜなら、なぜ人間は死ぬのか。理性的な死すべき動物であるからであり[=形相]、彼に作用するものが近づきまた離れ去るからであり[=作用]、滅びゆく質料から成るからであり[=質料]、彼にとって死ぬことのほうがより善いからである[=目的]。ポルピュリオスは次のように述べている。「『なぜか』は四通りに答えることができるが、『何のために』は目的因に関してのみ問われる。なぜなら『何のために彼らは戦ったのか』[と問われて]『支配するためだ』[と答える]」。他方アレクサンドロスは、数学的対象には目的原因がないという自らの以前の言明と、不動のものすなわち数学的諸学科においては「なぜか」は究極的には「何であるか」へと還元されるというアリストテレスによるここでの言明とを保持しつつ、自ら次のように説明している。「というのも」と彼は言う、「数学的諸学科においては形相のほかに『そのためのもの』が存在しないので(もしあればそれがそれらにおける目的因にして究極の原因であっただろうが)、それゆえにそれらにおいては形相すなわち定義が究極のものとなるからである」。

構文注2 件
  1. 2.54ἐπειδὴ μέγα τὸ ἐγχείρημα τὸ πλῆθος τοσοῦτον τῶν κατὰ μέρος αἰτίων εἰς οὕτως ἐλάχιστα γένη συναγαγεῖν, εἰκότως παραμυθίας ἀξιοῖ τὸν λόγον

    主文の主語は省略されたアリストテレスであり、述語動詞は ἀξιοῖ である。παραμυθίας は「慰め」ではなく論述に対する「裏づけ」「確証」「説得的補強」を意味する。理由を表す ἐπειδὴ 節の中では、不定詞句 τὸ ... συναγαγεῖν が述語形容詞 μέγα の意味上の主語(主語名詞句)として機能している。

  2. 2.54φυλάττων δὲ τὸ καὶ πρότερον εἰρημένον ὑπ’ αὐτοῦ ὁ Ἀλέξανδρος τὸ τὰ μαθηματικὰ μὴ ἔχειν τελικὸν αἴτιον καὶ τὸ εἰρημένον ἐνταῦθα ὑπὸ τοῦ Ἀριστοτέλους

    文頭の分詞 φυλάττων の主語は文中に置かれた ὁ Ἀλέξανδρος であり、主動詞は後続の ἐξηγεῖται である。φυλάττων の目的語として二つの要素が καί で結ばれている。第一は τὸ καὶ πρότερον εἰρημένον ὑπ’ αὐτοῦ(同格の名詞節 τὸ τὰ μαθηματικὰ μὴ ἔχειν τελικὸν αἴτιον を伴う)、第二は καὶ τὸ εἰρημένον ἐνταῦθα ὑπὸ τοῦ Ἀριστοτέλους(同格の ὅτι 節を伴う)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:361.12-362.19