- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:360.1-361.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは運(テュケー)を単なる付帯的・稀な原因ではなく、月下界において個々の事物をその価値や正義に応じた善へと導く神的な主導的原因として位置づけ、その図像表現や善悪の区別、プラトンの言及を引いて考察を結び、次の注釈へと進む。
καὶ γὰρ διὰ τὴν τύχην ὁ ἥλιος καὶ τῶν πλανωμένων ἕκαστος ἀστέρων τυγχάνει τῆς καθ’ ἕκαστον τῶν ζῳδίων οἰκήσεως, τυγχάνουσι δὲ καὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν, καὶ ἡ σελήνη τοῦ ἡλιακοῦ φωτός, πάντες δὲ οἱ κατ’ οὐρανὸν ἀστέρες τῆς τῶν ἄλλων ἀκτινοβολίας τυγχάνουσιν. ἀλλ’ ἐν τῷ οὐρανῷ διὰ τὸ ἀναγκαῖον τῆς τάξεως οὐχ οὕτως πάλιν ἐστὶν ἡ τῆς τύχης δύναμις ἐκφανής, ἐν μέντοι τῷ ὑπὸ σελήνην, ἐν ᾧ πολὺς κίνδυνος μηδὲ τυχεῖν διὰ τὴν τῶν πολλῶν καὶ ἀορίστων αἰτίων συνδρομήν, ἐνταῦθα μάλιστα ἡ τύχη τὴν ἑαυτῆς ἐπικράτειαν ἐπιδείκνυται, συνάγουσα πάντα τὰ αἴτια πρὸς τὸ μὴ διαμαρτεῖν ἀλλὰ τυχεῖν ἕκαστον τοῦ ἑαυτῷ κατὰ τὸ δίκαιον ἐπιβάλλοντος, ταὐτὸν δὲ εἰπεῖν κατὰ τὴν ἑαυτοῦ ἀξίαν. καὶ γὰρ Ὑγεία θεὸς ἐν τούτοις μάλιστα διαφανής ἐστιν, ἐν οἷς καὶ νοσήματα παρεισέρχεται, καὶ ἔτι μᾶλλον ἐν οἷς τὰ μερικώτερα αἴτια οὐ πάρεστι. καὶ τῆς μὲν κατ’ ἀξίαν διανομῆς τὴν δίκην λέγομεν αἰτίαν, τοῦ δὲ τυχεῖν τοῦ κατ’ ἀξίαν τὴν τύχην. καὶ τότε μάλιστα φαίνεται, ὅταν μήτε διάνοια μήτε ἄλλο τι προφανὲς αἴτιον ὁρᾶται· ἔστι μὲν γὰρ καὶ ἐφ’ ὧν ἄλλα αἴτια ἐνεργεῖ τοῦ τυχεῖν ἡ τύχη αἰτία, ἐφ’ ὧν δὲ μηδὲν ἄλλο αἴτιον συνεγνωσμένον ἐστίν, ἐπὶ τούτων μάλιστα ὁρᾶται. καὶ ἔστιν ἀπὸ τύχης μὲν ὡς ἀπὸ τῆς θεοῦ ταύτης γινόμενον, ἐκ ταὐτομάτου δέ, ἐπειδὴ μερική τις καὶ φαινομένη αἰτία οὐκ ἔστιν αὐτοῦ. οὔτε οὖν ἐν τοῖς ἐπ’ ἔλαττον ἡ τύχη μόνως (ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ τῶν πλουσίων παῖδες πλούσιοι καὶ εὐτυχεῖς γίνονται) οὔτε κατὰ συμβεβηκὸς αἴτιον· κυριωτάτη γάρ ἐστιν αἰτία τῆς τῶν ἐπιβαλλόντων ἑκάστοις ἐντεύξεως. καὶ δουλεύουσι χρῆται τοῖς θνητοῖς πᾶσιν αἰτίοις1 τοῖς τε καθ’ αὑτὸ καὶ τοῖς κατὰ συμβεβηκός. ἐὰν δὲ λέγωσιν ὅτι ἐν τοῖς ἀτάκτοις ἡ τύχη καὶ τοῖς ἐπ’ ἔλαττον, πῇ μὲν αὐτῶν οὐκ ἀποδεχόμεθα (οὐ γὰρ ἄτακτα πάντῃ τὰ τῇδε, ἀλλὰ μεταλαγχάνει τινὸς τάξεως, οὔτε ἐν μόνοις τοῖς ἐπ’ ἔλαττον ὡς εἴρηται), πῇ δὲ φήσομεν εὖ λέγειν. καὶ γὰρ ἡ τῆς Τύχης ἐπικράτεια τὴν ὑπὸ σελήνην μάλιστα τοῦ παντὸς μοῖραν διακοσμεῖ, παρ’ ᾗ καὶ ἡ τοῦ ἐνδεχομένου φύσις, ἣν ἄτακτον οὖσαν καθ’ ἑαυτὴν ἡ Τύχη μετὰ τῶν ἄλλων ἀρχηγικῶν αἰτίων κατευθύνει καὶ τάττει καὶ κυβερνᾷ. διὸ καὶ πηδάλιον αὐτῇ διδοῦσι κρατεῖν ὡς κυβερνώσῃ τὰ ἐν τῷ πόντῳ τῆς γενέσεως πλέοντα καὶ τὸ πηδάλιον ἐπὶ σφαίρας ἱδρύουσιν, ὡς τὸ ἄστατον τῆς γενέσεως κατευθυνούσης·2 κέρας δὲ Ἀμαλθείας ἐν τῇ ἑτέρᾳ ταῖν χεροῖν καρπῶν πλῆρες, ὡς τοῦ τυχεῖν πάντων τῶν θείων καρπῶν αἰτία. διὰ τοῦτο δὲ καὶ πόλεων καὶ οἴκων καὶ ἑνὸς ἑκάστου τιμῶμεν Τύχας, ὅτι πόρρω διαστάντες τῆς θείας ἑνώσεως κινδυνεύομεν διαμαρτεῖν τῆς ἐπιβαλλούσης μεθέξεως. καὶ δεόμεθα πρὸς τὸ τυχεῖν τῆς τε θεοῦ Τύχης καὶ τῶν ἐν τοῖς κρείττοσι γένεσι τὴν αὐτὴν ἐχουσῶν ἰδιότητα. καὶ ἔστι μὲν πᾶσα τύχη ἀγαθή· καὶ γὰρ ἡ πᾶσα τεῦξις ἀγαθοῦ τινός ἐστιν. οὐ γὰρ ὑπέστη τι κακὸν ὑπὸ τοῦ θεοῦ. τῶν δὲ ἀγαθῶν τὰ μέν ἐστι προηγούμενα τὰ δὲ κολαστικὰ ἢ τιμωρά, ἅπερ καὶ κακὰ λέγειν εἰθίσμεθα. καὶ διὰ τοῦτο καὶ τύχην τὴν μὲν ἀγαθὴν ὀνομάζομεν ἥτις τοῦ τυχεῖν τῶν προηγουμένων ἀγαθῶν αἰτία ἐστί, τὴν δὲ κακήν, ἥτις κολάσεως ἢ τιμωρίας ἡμᾶς παρασκευάζει τυχεῖν. ταύτην καὶ ὁ Πλάτων τὴν ὅλην τύχην τῷ δημιουργῷ συντεταγμένην παραδίδωσιν ἐν Νόμοις, ὅταν φησίν “ὡς θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ Τύχη καὶ Καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα”. ἀλλ’ ἐπὶ τὰ ἑξῆς λοιπὸν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένων μετέλθωμεν.
実際、運によって太陽も遊星の各々も黄道十二宮の各々における住居に巡り合い、互いに対する配置にも巡り合い、月も太陽光に、そして天にあるすべての星々が互いの光線放射に巡り合うのである。しかし天においては秩序の必然性のゆえに運の力は翻ってそれほど顕現しておらず、むしろ月下界において、そこでは多数の無規定な原因たちの寄り集まりによって巡り合えない大きな危険があるが、この場においてこそ運は自らの支配を最もよく示し、すべての原因たちをまとめて、各々の事物が正義に従って自らに相応しいものに、言い換えれば自らの価値に応じたものに、外れることなく巡り合うようにさせるのである。事実、健康の女神も、病が忍び込むようなものたちにおいて最も明白であり、個別的な原因たちが現前していないものたちにおいてはなおさらである。そして価値に応じた分配の原因を我々は正義と呼び、価値に応じたものに巡り合うことの原因を運と呼ぶ。そして運は、知性も他のいかなる明白な原因も見られないときに最も顕著となる。というのも、他の原因たちが活動している場合にも運は巡り合うことの原因であるが、認知された他の原因が何もない場合においてこそ、最もよく見られるからである。そして生じる事柄が運によるというのは、この女神に由来して生じるものとしてのことであり、自発的なものによるというのは、その事柄に何ら個別的で明白な原因がないからである。したがって運は稀に起こるものたちにおいてのみあるのでもなく(富裕な者たちの子らは大半において富裕かつ幸運となるからである)、また付帯的な原因でもない。運こそが、各々の事物に相応しいものたちへ巡り合うことの最も支配的な原因だからである。そして運は、すべての死すべき原因たちを、自体的なものも付帯的なものも、仕える者として用いるのである。もし彼らが、運は無秩序なものたちと稀に起こるものたちにおいてあると言うなら、ある点では我々は彼らの言を認めないが(なぜならこの地にあるものたちは全面的に無秩序なのではなく何らかの秩序に与かっており、〔運は〕言われたように稀に起こるものたちにおいてのみあるのでもないからである)、別の点では正しく語っていると言うであろう。事実、運の支配はとりわけ月下界の宇宙の領域を秩序づけており、そこには可能態[偶然]の自然も存するのであって、それ自体としては無秩序であるこの自然を、運は他の主導的な原因たちとともに正しく導き、秩序づけ、舵取りするのである。それゆえ人々は、生成の海を航行する者たちを舵取りする者として運に舵を持たせ、生成の定まりなさを正しく導く者として舵を球体の上に据えるのである。また他方の手には果実に満ちたアマルテイアの角を持たせるが、これはあらゆる神的な果実に巡り合うことの原因だからである。このことゆえに我々は諸都市や家々や個々人の運をも尊ぶのであり、その理由は、神的な統一から遠く離れているために我々は相応しい分有を逃す危険があるからである。そして巡り合うために我々は、運の女神と、より優れた種族において同じ固有性を持つ者たちとを必要とするのである。そしてすべての運は善いものである。というのも、すべての巡り合いは何らかの善きものの巡り合いだからである。神によって悪しきものは何も生み出されなかったからである。しかし善きものたちのうち、あるものは第一義的なものであり、他のものは懲罰的あるいは懲戒的なものであって、まさにこれらを我々は悪と呼ぶのに慣れている。それゆえ我々は、第一義的な善きものたちに巡り合う原因である運を善いものと呼び、我々を懲罰や懲戒に巡り合うよう準備する運を悪しきものと呼ぶのである。プラトンも『法律』において、この全体としての運をデミウルゴスとともに秩序づけられたものとして伝えており、「神が万物を、そして神とともに運と好機が人間的なことのすべてを舵取りする」と述べている。しかし、アリストテレスによって語られる次の事柄へと進むことにしよう。
- 2.53δουλεύουσι χρῆται τοῖς θνητοῖς πᾶσιν αἰτίοις
δουλεύουσι は現在分詞与格複数男性/中性で、χρῆται の目的語である与格句 τοῖς θνητοῖς πᾶσιν αἰτίοις に対する述語的補語(「仕える者[僕]として」)として機能している。
- 2.53ὡς τὸ ἄστατον τῆς γενέσεως κατευθυνούσης
ὡς に導かれる属格絶対構文であるが、意味上の主語は前文で与格(αὐτῇ)として現れた運の女神を指す。直前の ὡς κυβερνώσῃ(与格一致)から属格構文へと統語上の交替が見られる。
