← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§13.13-14.28

探究法と学知の成立条件をめぐる考察

アリストテレスが学知を「原理や原因や元素があるすべての探究法」に関わると限定した理由をめぐり、質料・形相・目的因に関するアレクサンドロスの解釈の難点を批判した上で、探究法(メトドス)の本性からこの規定の整合性を弁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1#4

Ἀλλὰ πῶς εἰπὼν τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους ἐπήγαγεν ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα;1 ἢ ὡς ἴδιον πασῶν τῶν ἐπιστημονικῶν εἰδήσεων τοῦτο προσέθηκεν. ἡ γὰρ ἐπιστήμη συλλογισμὸς οὖσα ἀποδεικτικὸς ἐξ ἀρχῶν πάντως ἐστὶ τῶν ἀμέσων προτάσεων. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ τὰς ἀμέσους προτάσεις ἀναποδείκτως ἴσμεν, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, καὶ τὰς ἀρχὰς τῶν φυσικῶν ἀναποδείκτως εἰσόμεθα· καίτοι δι’ ἀποδεικτικῶν αὐτὰς συλλογισμῶν παραδιδόναι πειράσεται. ὁ μὲν οὖν Ἀλέξανδρός φησιν “ἐπειδὴ διαφέρει ἀρχὴ καὶ στοιχεῖον (τὸ γὰρ στοιχεῖον ἡ ὕλη), οὐ πᾶσαι δὲ ἔχουσιν ὕλην ὡς αἱ μαθηματικαί, τὸ λεγόμενον εἴη ἂν δηλωτικὸν ὡς πασῶν μὲν τῶν ἐπιστημῶν ἐχουσῶν τι τούτων, οὐ πασῶν δὲ πάντα, ἀλλὰ τῶν μὲν καὶ ἀρχὰς καὶ αἴτια καὶ στοιχεῖα, ἐνίων δὲ οὔ, ὅσαι οὐ περὶ γενητῶν εἰσιν οὐδὲ περὶ ὕλην τὸ εἶναι ἔχουσιν· ἔστι δὲ ἐν οἷς οὐκ ἔστι τὸ οὗ ἕνεκα, οἷον εἶναι καὶ γεωμετρία δοκεῖ·2 οὔτε γὰρ ἡ ἀρχὴ ἐν τοῖς ἀγενήτοις οὔτε ἡ ὕλη ἐν τοῖς ἀύλοις.” ταῦτα καὶ αὐτῇ λέξει τοῦ Ἀλεξάνδρου λέγοντος ἐπιστῆσαι χρή, πῶς μόνη ἡ ὕλη στοιχεῖόν ἐστι καὶ μόνα ἐκ τῶν στοιχείων τὰ ἔνυλα. καὶ γὰρ λόγου στοιχεῖα λέγομεν καὶ γέγραπται περὶ τῶν τοῦ λόγου στοιχείων τοῖς φιλοσόφοις· καὶ μέντοι εἰ στοιχεῖόν ἐστιν, ἐξ οὗ πρῶτον γίνεται τι ἐνυπάρχοντος καὶ εἰς ὃ ἔσχατον ἀναλύεται, γίνεται δὲ ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον, δῆλον ὅτι καὶ τὸ εἶδος στοιχεῖόν ἐστι τοῦ συνθέτου. πῶς δὲ οὐκ ἔχουσιν ὕλην αἱ μαθηματικαὶ τοὺς ἀριθμοὺς καὶ τὰ διαστήματα καὶ τοὺς φθόγγους, ὧν τὰ εἴδη ἐπισκοποῦσιν; ἔτι δὲ μᾶλλον ἐπιστάσεως ἄξιον, πῶς οὐκ ἔστιν τὸ οὗ ἕνεκα ἐν γεωμετρίᾳ· καὶ γὰρ τοῦ κατὰ τὸν βίον χρησίμου ἕνεκα παρελήφθη αὐτή τε καθ’ ἑαυτὴν καὶ τῇ μηχανικῇ τὰς ἀρχὰς ἐνδιδοῦσα. καὶ μέντοι πρὸς ἀστρονομίαν πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως τὰ μέγιστα συντελεῖ. εἰ δὲ ὅτι γνωστική ἐστι καὶ οὐ πρακτική, διὰ τοῦτο οὐδὲν ἔχει τέλος, ἔσται καὶ ἡ φυσιολογία ἄσκοπος καὶ ἡ πᾶσα θεωρητικὴ φιλοσοφία, ἧς τέλος ἡ εἰς τὸ πρῶτον ἀγαθὸν ἄνοδος καὶ τὸ ἐξ ἀνθρώπου θεὸν ποιῆσαι ὡς δυνατὸν τὴν ψυχήν, ὡς ὁ αὐτὸς Ἀριστοτέλης ἐν τῷ Κ τῶν Νικομαχείων ἠθικῶν παραδίδωσιν. “Δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, ἐπιστήμην κοινότερον νῦν λέγειν καὶ τὴν τῶν ἀρχῶν ἐπίγνωσιν, ὧν οὐκ εἰσὶν ἀρχαί, καὶ πρὸς ἐκείνην ἀντιδιαιρεῖν τὴν ἐξ ἀρχῶν ἐπιστήμην. ὅτι δὲ οὐ κοινότερον εἴρηται ἡ ἐπιστήμη, δηλοῖ τὸ τῷ εἰδέναι ἐπαγαγεῖν τὸ ἐπίστασθαι. δύναται καὶ ὡς ἴδιον πασῶν τῶν ἐπιστημονικῶν εἰδήσεων τοῦτο εἰρῆσθαι τὸ ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα· ἡ γὰρ ἐπιστήμη συλλογισμὸς οὖσα ἀποδεικτικὸς ἐξ ἀρχῶν πάντως ἐστὶ τῶν ἀμέσων προτάσεων. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ τὰς ἀμέσους προτάσεις ἀναποδείκτως ἴσμεν, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, καὶ τὰς ἀρχὰς τῶν φυσικῶν ἀναποδείκτως εἰσόμεθα· καίτοι δι’ ἀποδεικτικῶν αὐτὰς συλλογισμῶν παραδιδόναι πειράσεται.” μήποτε οὖν αὐτῷ προσεκτέον τῷ Ἀριστοτέλει ἀκριβῶς εἰπόντι τὴν ἐπιστημονικὴν εἴδησιν συμβαίνειν οὐ περὶ πάντα τὰ ὄντα οὐδὲ περὶ πάσας τὰς γνώσεις, ἀλλὰ περὶ πάσας τὰς μεθόδους. εἰ γὰρ μέθοδός ἐστιν, ὡς ὁ Ἀλέξανδρός φησιν, πᾶσα ἕξις θεωρητικὴ τῶν ὑφ’ ἑαυτὴν μετὰ λόγου, τουτέστι μετὰ αἰτίας, ταὐτὸν δὲ εἰπεῖν ἡ μετὰ ὁδοῦ τινος εὐτάκτου πρόοδος ἐπὶ τὸ γνωστόν, δῆλον ὅτι οὐκ ἂν εἴη μέθοδος ἡ τῆς ἀρχῆς γνῶσις, ἀλλ’ ἡ ἐπιστημονικὴ μόνη ἡ ἀπὸ τῶν ἀρχῶν καὶ αἰτίων τοῦ γνωστοῦ γινομένη. ὧν οὖν γνωστῶν εἰσιν αἱ ἀρχαὶ ἢ ὡς αἴτια ἢ ὡς στοιχεῖα3 ὥσπερ καὶ τῶν φυσικῶν, τὸ ἐπίστασθαι ταῦτα συμβαίνει ἐκ τοῦ τὰς ἀρχὰς αὐτῶν γνωρίζειν. ἐπιστήμη γάρ ἐστιν ἡ ἀπὸ τῶν ἀρχῶν γνῶσις.

しかし、「知ることと学知することはすべての探究法について生じる」と述べた後、彼はどのようにして「原理または原因または元素があるものについて」と言い添えたのだろうか。あるいは、すべての学知的な知に固有の事柄としてこれを付言したのだろうか。というのも、学知とは論証的な推論であり、全面的に直接的な前提という原理から成り立つからである。しかしもしそうだとすれば、無限後退に陥らぬよう私たちは直接的な前提を論証なしに知る以上、自然的なものの原理をも論証なしに知ることになろう。だが[実際には]彼はそれらを論証的な推論を通じて提示しようと試みるのである。 さてアレクサンドロスは次のように言う。「原理と元素とは異なるのであり(元素とは質料である)、数学のようにすべての学問が質料をもつわけではない以上、この言明は、すべての学問がこれらのいずれかをもつが、すべてがそのすべてをもつわけではないことを示すものであろう。すなわち、あるものは原理も原因も元素ももつが、あるものはそうではなく、生成するものに関するものでなく質料の周りに存在をもたないような学問がそうである。また、幾何学がそうであると思われるように、何のために[という目的因]が存在しないものもある。非生成的なものには原理がなく、非物質的なものには質料がないからである」。 アレクサンドロスがその通りの言葉でこう語っていることについて、どのようにして質料のみが元素であり、元素からなるものが物質的なもののみであるのか、注意を促さねばならない。というのも、私たちは言説の元素とも言うし、言説の元素については哲学者たちによって論述されているからである。さらに、それから何かが内在するものとして最初に生じ、そこに究極的に分解されるものが元素であるとすれば、そして複合的なものが質料と形相から生じるのであるならば、形相も複合的なものの元素であることは明白である。また、数学諸学がその形相を考察する対象である数や延長や音を、どのようにして質料としてもたないと言えるのだろうか。さらに一層注意を払うに値するのは、幾何学においてどのようにして「何のために」が存在しないのか、ということである。実際、幾何学それ自体としても、また機械学に原理を付与することによっても、生活上の有用性のために取り入れられたのである。さらには、天文学のためにも、非物体的な本性に慣れ親しむためにも、きわめて大いに貢献している。もしそれが認識的であって実践的でないからという理由で何らの目的ももたないとするならば、自然学も、またすべての観照的哲学も目的を欠くことになってしまう。観照的哲学の目的とは第一の善への上昇であり、魂を可能な限り人間から神へと変じることであると、アリストテレス自身が『ニコマコス倫理学』第10巻において教えている通りである。 「あるいは」とアレクサンドロスは言う。「今、原理を持たない原理そのものの認識をも、より一般的な意味で学知と呼び、それに対して原理からの学知を区分することもできる。しかし学知がより一般的な意味で言われていないことは、『知ること』に『学知すること』を言い添えたことが示している。また、『原理または原因または元素があるものについて』という文言が、すべての学知的な知に固有の事柄として言われたとすることもできる。というのも、学知とは論証的な推論であり、全面的に直接的な前提という原理から成り立つからである。しかしもしそうだとすれば、無限後退に陥らぬよう私たちは直接的な前提を論証なしに知る以上、自然的なものの原理をも論証なしに知ることになろう。だが[実際には]彼はそれらを論証的な推論を通じて提示しようと試みるのである」。 それなら、学知的な知は存在するすべてのものについて生じるのでも、すべての認識について生じるのでもなく、「すべての探究法について」生じると正確に述べたアリストテレス自身に留意すべきではなかろうか。というのも、アレクサンドロスが言うように、もし探究法とは自己のもとにある諸事物をロゴスを伴って、すなわち原因を伴って観照するあらゆる状態、同じことだが認識対象へと至るある秩序だった道筋を伴う前進であるとするならば、原理の認識は探究法ではなく、認識対象の原理や原因から生じる学知的な認識のみが探究法であることは明白だからである。したがって、認識対象のうち、自然的なもののようにその原理が原因として、あるいは元素として存するものについては、それらの原理を知ることからそれらを学知することが生じるのである。なぜなら学知とは原理からの認識だからである。

構文注3 件
  1. 1.1ἐπήγαγεν ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα

    関係詞 ὧν の先行詞は、直前の「すべての探究法(πάσας τὰς μεθόδους)」そのものではなく、探究法の対象として補われる中性複数([τούτων / ἐκείνων] ὧν...「〜がある[事象の]」)である。アリストテレスの原文 184a10 の構文を踏まえた言及。

  2. 1.1οἷον εἶναι καὶ γεωμετρία δοκεῖ

    οἷον εἶναι の εἶναι は δοκεῖ の補足不定詞で、「幾何学もまたそのようなものである(=目的因を欠くものである)と思われるように」という意味の挿入的関係節構造をなす。

  3. 1.1ὧν οὖν γνωστῶν εἰσιν αἱ ἀρχαὶ ἢ ὡς αἴτια ἢ ὡς στοιχεῖα

    関係詞 ὧν が名詞 γνωστῶν を伴って前置されており、「したがって、その原理が原因としてあるいは元素として存在するような認識対象については」という関係節の先取り構造(attraction / prolepsis)を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:13.13-14.28