← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§11.29-13.13

原理の区分と認識および学知の区別

シンプリキオスは「原理」の区分(本来的原因と元素)と「知ること」と「学知すること」の異同を論じ、アレクサンドロスの解釈を補足・検討する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1#3

μήποτε οὖν ὁ Ἀριστοτέλης τὴν ἀρχὴν ὡς κοινὸν λαβὼν διεῖλε1 ταύτην εἴς τε τὰ κυρίως αἴτια, οἷόν ἐστι τὸ ποιητικὸν καὶ τὸ τελικόν, καὶ εἰς τὰ συναίτια ὑπό τινων λεγόμενα, οἷά ἐστι τὰ στοιχεῖα. διὸ καὶ προελθών, ὅταν τὰ αἴτια, φησί, γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας, διότι τὰ πρώτως καὶ κυρίως λεγόμενα αἴτια ταῦτά ἐστιν αἱ πρώτως καὶ κυρίως ἀρχαί· καὶ μέχρι τῶν στοιχείων, φησί, τουτέστι τῶν ἐσχάτως αἰτίων καὶ ἀρχῶν λεγομένων· ὧν οὖν εἰσιν ἀρχαὶ εἶπεν ἢ αἴτια ἢ στοιχεῖα. δύναται δὲ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς τὰς πρώτας εἰρηκέναι, ὅτι ἐστὶν αἴτια ἄλλα μὲν τὰ προσεχῆ καὶ καθ’ ἕκαστον, ἄλλα δὲ τὰ πρῶτα, καὶ ὁ τὰ προσεχῆ μὲν γινώσκων τὰ δὲ πρῶτα ἀγνοῶν οὐδὲ τὰ προσεχῆ κυρίως οἶδεν, εἴπερ τὰ πρῶτα καὶ ἐκείνων αἴτια ὄντα ἀγνοεῖ. τότε οὖν ἐπίστασθαι συμβαίνει, ὅταν πάντα τὰ αἴτια καὶ πάσας τὰς ἀρχὰς γνωρίσωμεν τάς τε πρώτας καὶ τὰς προσεχεῖς, ἅπερ ἐστὶ στοιχεῖα. ἐπειδὴ δὲ καὶ πρῶται ἀρχαὶ αἱ μέν εἰσιν ἑκάστων οἰκεῖαι, ὡς γεωμετρίας οἵ τε ὅροι καὶ τὰ ἀξιώματα, αἱ δὲ κοιναὶ πάντων, ὁ Ἀλέξανδρος τὰς κοινὰς ταύτας φησὶ δεῖν γινώσκειν τὸν μέλλοντα ἐπιστήμονα ἔσεσθαι, Πλατωνικῶς τοῦτο φθεγγόμενος. ὁ γὰρ Πλάτων τὰς ἐξ ὑποθέσεώς τι περαινούσας οὐ βούλεται κυρίως ἐπιστήμας καλεῖσθαι. νῦν μέντοι περὶ τῶν τῆς φυσιολογίας ἀρχῶν ἔοικε λέγειν ὁ Ἀριστοτέλης τὸ πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς· ἃς δὴ καὶ διορίζεται κατὰ τὴν προκειμένην πραγματείαν, ἀλλ’ οὐ κοινὰς τὰς τῷ πρώτῳ φιλοσόφῳ ὑποβεβλημένας. Τὸ δὲ εἰδέναι καὶ τὸ ἐπίστασθαι ὅτι οὐκ ἐκ παραλλήλου εἴρηται,2 καλῶς ἐπέστησεν ὁ Ἀλέξανδρος εἰπών “τὰ ἐκ παραλλήλου λεγόμενα ὀνομάτων μόνων ἔχει διαφορὰν ἐν πράγματος ταυτότητι καὶ διὰ τοῦτο καὶ ἓν ἐκ τῶν τοιούτων ἴσον δύναται τοῖς πᾶσι· τὸ δὲ εἰδέναι καὶ τὸ ἐπίστασθαι οὐ ταὐτὸν δύναται τῷ εἰδέναι μόνῳ· εἰδέναι γὰρ λεγόμεθα καὶ τὰ δι’ αἰσθήσεως καὶ δόξης καὶ τὰς ἀμέσους προτάσεις, ὧν οὐδὲν ἴσμεν δι’ ἀποδείξεως, ταὐτὸν δὲ εἰπεῖν οὐ κατ’ ἐπιστήμην”. ταῦτα μὲν οὖν καλῶς εἴρηκε. πῶς δὲ ἐνταῦθα παρείληπται ἄμφω, οὐκέτι προσέθηκεν· ἔοικε δὲ γένος οὖσαν τὴν εἴδησιν τῆς ἐπιστήμης προτάξαι, ὡς εἰ ἔλεγε τὸ γινώσκειν ἐπιστημονικῶς. ὅμοιον δέ ἐστι τοῦτο τῷ εἰπεῖν ‘ὁ λέγων τι καὶ οὕτως λέγων ὡς ἀποφαίνεσθαι ἢ ἀληθεύει ἢ ψεύδεται’. καὶ γὰρ ὁ λόγος γένος ἐστὶ τῆς ἀποφάνσεως ὡς ἡ εἴδησις, ταὐτὸν δὲ εἰπεῖν ἡ γνῶσις, τῆς ἐπιστήμης· ὅτι δὲ οἶδεν εἴδησιν καὶ ἐπὶ τῆς αἰσθήσεως λεγομένην, ἐδήλωσε τὸ προοίμιον τῆς Μετὰ τὰ φυσικά “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει· δηλοῖ δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις”. μήποτε δὲ ὁ Ἀριστοτέλης νῦν εἴδησιν τὴν κυρίως λαβὼν εἰς ταὐτὸν αὐτὴν ἤγαγε τῇ ἐπιστήμῃ· καὶ γὰρ ὁ Πλάτων μὴ εἰδέναι φησὶ τὰς ἑαυτῶν ἀρχὰς τοὺς μαθηματικοὺς καὶ δηλονότι ἐπιστημονικῶς μὴ εἰδέναι ὡς τῆς κυρίως εἰδήσεως τῆς ἐπιστημονικῆς οὔσης· ‘ᾧ γὰρ ἀρχή, φησίν, ὃ μὴ οἶδε, μέσα δὲ καὶ τελευτὴ ἐξ ὧν μὴ οἶδε, πῶς ἔστιν εἰδέναι τούτῳ τὴν ἐπιστήμην καλεῖν;’ καὶ σαφῶς τὴν δόξαν ἄλλην παρὰ τὴν γνῶσιν εἶναί φησιν ὅταν λέγῃ “τί οὖν, ἐὰν ἡμῖν χαλεπαίνῃ οὗτος ὅν φαμεν δοξάζειν ἀλλ’ οὐ γινώσκειν;” καὶ τὸ δοξαστὸν ὁμοίως ἀποκρίνει τοῦ γνωστοῦ λέγων “προωμολογήσαμεν δέ γε, εἴ τι τοιοῦτον φανείη, δοξαστὸν αὐτὸ ἀλλ’ οὐ γνωστὸν δεῖν λέγεσθαι.” δῆλος δέ ἐστι καὶ ὁ Ἀριστοτέλης τὴν εἴδησιν, ταὐτὸν δὲ εἰπεῖν τὴν γνῶσιν, οὐ τὴν κοινὴν συμπαραλαβὼν3 ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ ἐξ ὧν ἐπάγει· τότε γὰρ οἰόμεθα, φησίν, γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας, ὡς δὴ γνῶσιν τὴν ἀπὸ τῶν ἀρχῶν λέγων ἥτις ἐστὶν ἡ ἐπιστημονική· ὅτι δὲ ἄλλο τὸ δοξάζειν καὶ ἄλλο τὸ ἐπίστασθαι, ἔδειξεν ὁ ἐν Θεαιτήτῳ Σωκράτης ἐκ τοῦ δόξαν μὲν καὶ ἀληθῆ καὶ ψευδῆ εἶναι, ἐπιστήμην δὲ μόνως ἀληθῆ· καὶ ὁ Ἀλέξανδρος τῇ αὐτῇ νῦν ἀποδείξει ἐχρήσατο.

それなら、アリストテレスは「原理」を共通のものとして捉え、これを、作因や目的因のような本来的な原因と、一部の人々によって「共働原因」と呼ばれる元素のようなものとに区分したのではなかろうか。それゆえ彼は後へ進んだところで、「私たちが第一の原因と第一の原理を知ったとき」と述べるが、それは第一にかつ本来的に言われる原因こそが第一にかつ本来的な原理であるからであり、また「元素に至るまで」と述べるが、これは極限的な原因・原理と言われるものに至るまでということである。したがって「原理か原因か元素があるもの」と彼は言ったのである。他方で、「第一の原因と第一の原理」と彼が言ったのは、原因には直接的かつ個別的なものと第一のものとがあり、直接的なものを知る一方で第一のものを知らぬ者は、第一のものがそれらの原因でもある以上、直接的なものすら本来の意味では知っていないからである、と解することもできる。それゆえ、第一の諸原因・諸原理と、直接的なそれら(これらが元素である)との双方、すなわちすべての原因とすべての原理を知ったときにこそ、学知することが成立するのである。ところで第一原理には、幾何学の定義や公理のように各々に固有なものと、万物に共通なものとがあるが、アレクサンドロスは、学者になろうとする者はこれら共通の原理を知る必要があるとプラトン風に語っている。なぜならプラトンは、仮設から何らかの結論を導くものを本来の意味で学問と呼ぶことを欲しないからである。しかし今、アリストテレスが「まず原理に関することを規定するよう努めねばならない」と述べているのは、自然学の諸原理について語っているように思われる。現に彼がこの論考で規定しているのは自然学の諸原理であって、第一哲学者のもとに置かれている共通の原理ではない。 「知ること」と「学知すること」が単なる並列として言われたのではないことについては、アレクサンドロスが次のように述べて適切に注意を促した。「並列的に言われるものは事物の同一性の中で名辞の違いのみを持ち、それゆえそのうちの一つだけで全体と同じ力を持ちうる。しかし『知ること』と『学知すること』は『知ること』単独と同一の力を持たない。なぜなら、私たちは感覚や思惑による事柄や、私たちが論証によっては何ら知らず、同じことだが学知によっては知らない直接的な前提についても『知る』と言われるからである」。この点については彼は適切に述べている。しかし、どのようにここで双方が取り上げられているのかについては付け加えていない。しかし〔アリストテレス〕は知ることが学知の類であるとして前に置いたようであり、あたかも「学知的に認識すること」と言ったかのようである。これは「何かを語り、かつ主張するように語る者は、真を語るか偽を語るかである」と言うのに似ている。なぜなら、知ること(同じことだが認識すること)が学知の類であるのと同様に、言説は言明の類だからである。彼が「知ること」が感覚についても言われることを弁えているのは、『形而上学』の冒頭の「すべての人間は生まれつき知ることを欲する。感覚への愛好がそれを示している」という言葉が明らかにしている。あるいはアリストテレスは今、本来的な意味の「知ること」を取り上げて、それを学知と同一視したのかもしれない。実際プラトンも、数学者たちは自分たちの原理を知らないと述べており、本来の知が学知的なものである以上、明らかに「学知的に知らない」と言っている。「というのも、原理が知らぬものであり、中間と結末が知らぬものから成る者に、どうしてその知識を学知と呼ぶことができようか」と彼は言う。そして「それなら、思惑を抱くのみで認識していないと私たちが言うこの人が、私たちに対して怒るとしたらどうだろうか」と述べる際、思惑が認識とは別のものであることを明確に示している。また「もしそのような何らかのものが現れるなら、それは思惑されるべきものであって認識されるべきものではないと言われねばならないと、私たちはあらかじめ同意した」と述べて、思惑の対象を認識の対象から同様に区別している。そしてアリストテレスも、「知ること」(同じことだが「認識すること」)を一般的な知としてではなく学知的な知として取り上げていることは、彼が続けて論じる事柄からも明白である。なぜなら彼は「私たちが各々のものを認識すると考えるのは、第一の原因と第一の原理を知ったときである」と述べており、諸原理からの認識、すなわち学知的な認識を指して「認識」と呼んでいるからである。そして思惑を抱くことと学知することとが別のものであることは、『テアイテトス』のソクラテスが、思惑は真でも偽でもありうるが学知はただ真であるのみだということから示したのであり、アレクサンドロスも今、同じ論証を用いたのである。

構文注3 件
  1. 1.1μήποτε οὖν ὁ Ἀριστοτέλης τὴν ἀρχὴν ὡς κοινὸν λαβὼν διεῖλε

    μήποτε は直説法を伴って、断定を避けて控えめに推量を述べる慣用表現(「〜ではなかろうか」「おそらく〜であろう」)。ここではシンプリキオス自身による提案・解釈を導く。

  2. 1.1Τὸ δὲ εἰδέναι καὶ τὸ ἐπίστασθαι ὅτι οὐκ ἐκ παραλλήλου εἴρηται

    ὅτι 節の主語となる句(Τὸ δὲ εἰδέναι καὶ τὸ ἐπίστασθαι)が主節の先頭に引き出された先取り構文(prolepsis)。主動詞 ἐπέστησεν の直接の対象として「〜という点について注意を向けた」と読まれる。

  3. 1.1δῆλος δέ ἐστι καὶ ὁ Ἀριστοτέλης ... συμπαραλαβών

    形容詞 δῆλος に分詞(συμπαραλαβών)が結びつく人称構文。「アリストテレスが〜を一緒に取り上げていることも明白である」という意味を表す非人称構文(δῆλόν ἐστιν ὅτι...)と同義。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:11.29-13.13