- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:63.24-65.14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
実体と偶有性への二分法批判、および所有に対する被所有の欠落や接続詞・冠詞・否定・欠如・語形変化が範疇論から除外されているという反論に対する解決を論じる。
ἄλλοι δὲ εἰς οὐσίαν καὶ συμβεβηκὸς διατέμνουσιν· καὶ οὗτοι δὲ ταὐτόν πως δοκοῦσι τοῖς προτέροις λέγειν τὰ συμβεβηκότα πρός τι λέγουσιν, ὡς ἄλλων ἀεὶ ὄντων, καὶ τὴν οὐσίαν καθ’ αὑτό.1 ῥητέον οὖν κοινῇ πρὸς ἀμφοτέρους, ὅτι τὴν εἰς ἐλάχιστα τομὴν τοῦ Ἀριστοτέλους ζηλώσαντες ἀτελῶς αὐτῆς ἥψαντο, τὸ καθόλου καὶ τὸ μερικὸν παραλείποντες. καὶ μέντοι τὰ συμβεβηκότα πολλὰ ὄντα γένη ἀποστενοῦσιν εἰς ἓν τῶν συμβεβηκότων τὸ πρός τι. διὰ τί δέ, φασίν, ἄλλου ἐστὶν τὰ συμβεβηκότα; καίτοι κυρίως μὲν ἄλλου μόνα τὰ πρός τί ἐστιν, εἰ δὲ ὅτι ὁπωσοῦν τινός ἐστιν, καὶ τὰ καθ’ αὑτὸ ἄλλου ἐστίν· ὁ γὰρ Σωκράτης Σωφρονίσκου ἐστὶν καὶ ὁ ἀγρὸς τοῦ κτήτορος. εἰ οὖν οὕτως καὶ τὸ συμβεβηκὸς ἀναφέροιμεν πρὸς τὸ ὑποκείμενον, οὐδὲν θαυμαστόν, ἐπεὶ αὐτὸ καθ’ αὑτὸ φύσις ἰδία ἐστίν· καὶ ἡ ὕλη δὲ καὶ τὸ ὑποκείμενον αὐτὸ κατὰ τοῦτον τὸν λόγον πρός τί ἐστιν, καθὸ δὲ ἀρχή, καθ’ αὑτό ἐστιν. οὕτως μὲν οὖν οἱ περὶ τὸν Ἰάμβλιχον καὶ Πορφύριον διατάττονται. μήποτε δὲ τὸ ἄλλου εἶναι τοῦτο καὶ τὸ πρός τι τὸ τοιοῦτον τῷ συμβεβηκότι ὑπάρχει, καθὼς ἀντίκειται πρὸς τὴν οὐσίαν καθ’ αὑτὸ οὖσαν καὶ ἑαυτῆς οὖσαν· τῷ γὰρ καθ’ αὑτὸ τὸ πρός τι καὶ τῷ ἑαυτοῦ τὸ ἄλλου ἀντίκειται· δηλοῖ δὲ καὶ Ἀριστοτέλης τὴν εἰς δύο ταύτην τομὴν παραλαβών. ἐκεῖνο δὲ ὀρθῶς ἴσως ἔχει λέγειν, ὅτι καλῶς ὁ Ἀριστοτέλης τὰς τοῦ συμβεβηκότος πολλὰς ἰδιότητας διεῖλεν οὐδὲ τὴν μίαν αὐτοῦ περίληψιν παραλιπών, ὥστε καὶ εἰς ὑποκείμενον καὶ τὰ περὶ τὸ ὑποκείμενον διαιρεῖ, ὅπερ εἵλοντό τινες, καὶ οὕτως πρὸς ὡρισμένον τὸ ὑποκείμενον ἀόριστα τὰ περὶ τὸ ὑποκείμενον ἀντιτίθησιν. Οἱ δὲ ἐλλείπειν ἀποφαινόμενοι τὴν διαίρεσιν, ὡς οἱ περὶ τὸν Νικόστρατον, διὰ τί, φασίν, τῷ μὲν ποιεῖν τὸ πάσχειν, τῷ δὲ ἔχειν οὐκ ἀντέθηκεν τὸ ἔχεσθαι; ἢ ἐχρῆν ἐφιστάνειν τοὺς ταῦτα λέγοντας, ὅτι τὸ ἔχεσθαι εἰς τὴν τοῦ κεῖσθαι κατηγορίαν ἐνέπιπτεν ἤδη διωρισμένην· ἔχει μὲν γάρ τις τὴν ἀσπίδα, ἔχεται δὲ ἡ ἀσπὶς ἐν τῷ οὑτωσὶ περικεῖσθαι· θέσις οὖν ἐστιν τοῦτο. ἀλλὰ διὰ τί, φασὶν οἱ περὶ τὸν Λούκιον, τοὺς συνδέσμους παραλέλοιπεν, εἰ λέξεις καὶ οὗτοι σημαντικαί; οὐ γὰρ δὴ ἄσημοι. ἢ ὅτι * * * οὔτε προηγουμένη αὐτῶν ἐστιν ἡ σημασία, ἀλλὰ συσσημαίνουσιν, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν καὶ τὰς κορωνίδας, αἵτινες μετὰ τῶν γεγραμμένων σημαίνουσίν τι, αὐταὶ δὲ καθ’ ἑαυτὰς οὐδὲν σημαίνουσιν· καὶ οἱ σύνδεσμοι γὰρ μετὰ τῶν ἄλλων μερῶν τοῦ λόγου κόλλῃ ἐοικότες συσσημαίνουσιν. τρίτον δὲ οὐδὲ λόγου στοιχεῖά εἰσιν οἱ σύνδεσμοι, ἀλλ’ εἴπερ ἄρα, λέξεως μέρη· οὐδὲ γὰρ ἡ κόλλα τοῦ χάρτου μέρος ἐστίν· οὐδὲ λέγονται οὖν, ἀλλ’ εἴπερ ἄρα, ἐκφωνοῦνται μόνον. καὶ ἔτι μέντοι ῥητέον ὅτι κἂν σημαίνωσιν οἱ σύνδεσμοι καὶ λεκτικῶς σημαίνειν συγχωρηθῶσιν, κατὰ σύνταξιν σημαίνουσιν καὶ κατὰ συμπλοκήν· νῦν δὲ περὶ τῶν ἄνευ συμπλοκῆς ὁ λόγος. ἐπιζητοῦσιν δὲ καὶ τὰ ἄρθρα ποῦ ταχθήσεται. καὶ περὶ τούτων δὲ ὁ αὐτὸς λόγος· καὶ γὰρ ταῦτα οἷον σύνδεσμοί εἰσιν τὰ γένη προσσημαίνοντες τό τε ἄρρεν καὶ τὸ θῆλυ ἀορίστως· οὐ γὰρ τί ἐστιν δηλοῦσιν, διὸ καὶ ἀόριστα καλεῖται παρά τινων. ἀλλ’ αἱ ἀποφάσεις καὶ αἱ στερήσεις αἵ τε διάφοροι τῶν ῥημάτων ἐγκλίσεις ἐν τίνι ταχθήσονται; ἢ πρὸς τοῦτο αὐτὸς Ἀριστοτέλης ἐν τοῖς ὑπομνήμασιν ἀπεκρίνατο· καὶ γὰρ ἐν τοῖς Μεθοδικοῖς καὶ ἐν ταῖς Διαιρέσεσιν καὶ ἐν ἑτέρῳ ὑπομνήματι οὗ ἐπιγραφὴ Τὰ περὶ τὴν λέξιν, ὅπερ εἰ καί τισιν οὐ δοκεῖ γνήσιον Ἀριστοτέλους, ἀλλά τινός ἐστι πάντως τῶν ἀπὸ τῆς σχολῆς, ἐν τούτοις προθεὶς τὰς κατηγορίας ἐπάγει “λέγω δὲ ταύτας σὺν ταῖς πτώσεσιν αὐτῶν” ἤτοι ἐγκλίσεσιν, ταῖς τε ἀποφάσεσιν καὶ ταῖς στερήσεσιν καὶ τοῖς ἀορίστοις συνέταξεν αὐτῶν τὴν διδασκαλίαν. ἔστιν οὖν τὸ ἀνυποδετεῖν τῆς αὐτῆς κατηγορίας, ἧς καὶ τὸ ὑποδεδέσθαι· καθόλου γὰρ ἐν τούτῳ ἔχουσαι τὸ εἶναι αἱ ἀποφάσεις καὶ αἱ στερήσεις ἐν τῷ τὰ ὄντα ἀναιρεῖν2 εἰκότως ἐπ’ ἐκεῖνα ἀναπέμπονται, ἐν οἷς αἱ ἕξεις εἰσὶν καὶ αἱ καταφάσεις. ἀλλὰ τὸ ἕν, φασί, καὶ ἡ μονὰς καὶ τὸ σημεῖον πῶς οὐκ ἔξω πίπτει τῶν κατηγοριῶν;
他方、別の者たちは実体と偶有性へと二分する。そして彼らもまた、偶有的なものは常に他のもののものであるとして関係の諸項と呼び、実体を自体的なものと呼ぶ先の者たちと、ある意味で同じことを言っているように思われる。それゆえ、両者に対して共通して、彼らはアリストテレスの最小限への切断に見習おうとしながら、普遍的なものと個別的なものを等閑に付して、不完全にそれに手を触れたのだと述べるべきである。さらに彼らは、多くの類である偶有的なものを、偶有的なもののうちの一つである関係の諸項へと狭めている。しかし彼らは、いったいなぜ偶有的なものは他のもののものであるのか、と言う。もっとも、厳密な意味では関係の諸項だけが他のもののものであるが、いかようであれ何らかのもののものであるという意味であれば、自体的なものも他のもののものである。というのも、ソクラテスはソプロニスコスのものであり、畑は所有者のものであるからである。それゆえ、もし私たちがこのように偶有的なものをも基体に関連づけるとしても、何ら驚くべきことではない。なぜなら偶有的なものはそれ自体としては固有の本性だからである。そして質料も基体そのものも、この説明によれば関係の諸項であるが、原理である限りにおいては自体的なものである。さて、イアンブリコスやポルピュリオスの周辺の者たちはこのように整序している。しかしあるいは、偶有的なものにこの「他のもののものであること」とこのような「関係の諸項であること」が属するのは、それが自体的にありそれ自身のものである実体に対立する限りのことであるのかもしれない。なぜなら自体的なものには関係の諸項が対立し、自身のものであることには他のもののものであることが対立するからである。そしてアリストテレスも、この二分法を採用してそのことを明らかにしている。しかし恐らく、アリストテレスが偶有性の多くの特質をその単一の包括をも漏らすことなく巧みに区分し、その結果、基体と基体の周囲にあるものへとも区分している――これこそある者たちが選んだことなのであるが――、そしてこのようにして限定された基体に対して基体の周囲にある限定されないものを対立させている、と述べるのが正しいであろう。 他方、ニコストラトスの周辺の者たちのように区分に不足があると主張する者たちは、なぜ能動に対して受動を対置しながら、所有することに対して所有されることを対置しなかったのか、と言う。あるいは、これらのことを言う者たちには、所有されることは状態にあることという既に規定された範疇に含まれるのだと注意を促すべきであった。なぜなら、ある人は盾を所有するが、盾はこのように身にまとわれていることにおいて所有されているからである。それゆえ、これは配置である。しかしルキオスの周辺の者たちは、なぜ接続詞を除外したのか、もしこれらも有意味な言葉であるなら[なぜか]、と言う。なぜなら無意味ではないからである。あるいは、[…]それらの表示は先行するものではなく、ちょうど私たちがディプレやコロニスを書き添えるのに慣れているように、付帯的に表示するからである。これらは書かれたものとともに何らかの意味を表示するが、それら自体としては何ら表示しない。なぜなら接続詞もまた、言明の他の部分とともに膠に似て付帯的に表示するからである。第三に、接続詞は言明の構成要素ですらなく、強いて言えば言葉の構成部分である。なぜなら膠はパピルスの部分ではないからである。したがってそれらは言われるものではなく、強いて言えば発声されるものにすぎない。さらにまた、接続詞が表示を行い、言葉として表示することが認められるとしても、統語論において、結合において表示するのであり、今は結合なしに[語られる]ものについての論述である、と述べるべきである。また彼らは、冠詞はどこに配置されるのかをも探求する。そしてこれらについても同じ議論が成り立つ。なぜならこれらもまた、男性と女性という性を不定に併せて表示する接続詞のようなものだからである。というのも、それらは何であるかを明らかにするのではなく、それゆえある者たちからは不定のものとも呼ばれるからである。しかし、否定や欠如、動詞の様々な屈折は、何の中に配置されるのか。あるいは、このことに対してアリストテレス自身が覚書の中で答えている。事実、『方法論』においても、『区分論』においても、また『言葉について』という標題の別の覚書においても――これはある者たちにはアリストテレスの真作とは思われないとしても、いずれにせよ学派に属する誰かの手によるものであるが――、これらにおいて範疇を提示した上で、「私はこれらをそれらの格」すなわち屈折「とともに言っている」と付け加え、否定や欠如や不定のものとともにそれらの教授を整序したのである。それゆえ、履物を履いていないことは、履物を履いていることと同じ範疇に属する。なぜなら全般的に、否定と欠如は有るものを否定することにおいてその存在を持つがゆえに、状態と肯定がそのうちにあるものへと、もっともにも送り返されるからである。しかし彼らは、一やモナスや点は、いかにして範疇の外に漏れ出ないのか、と言う。
- 1.11τὰ συμβεβηκότα πρός τι λέγουσιν, ὡς ἄλλων ἀεὶ ὄντων, καὶ τὴν οὐσίαν καθ’ αὑτό
与格複数分詞 λέγουσιν(τοῖς προτέροις に一致)は二重対格構文をとっており、τὰ συμβεβηκότα(対格目的語)を πρός τι(対格補語)と呼び、τὴν οὐσίαν(対格目的語)を καθ’ αὑτό(対格補語)と呼ぶ、という二つの句が並列されている。ὡς ἄλλων ἀεὶ ὄντων は理由を表す絶対属格である。
- 1.11ἐν τούτῳ ἔχουσαι τὸ εἶναι αἱ ἀποφάσεις καὶ αἱ στερήσεις ἐν τῷ τὰ ὄντα ἀναιρεῖν
指示代名詞の与格句 ἐν τούτῳ の具体的な内容が、後ろの冠詞付き不定詞句 ἐν τῷ τὰ ὄντα ἀναιρεῖν によって同格的に説明されている。αἱ ἀποφάσεις καὶ αἱ στερήσεις が分詞 ἔχουσαι および主動詞 ἀναπέμπονται の共通の主語である。
