- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:62.3-63.24
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
十範疇の区分をめぐるイアンブリコスとヘルミノスの対立的見解を調整し、アテノドロスらによる範疇の数(過多・不足・置換)に対する批判を分類した上で、能動・受動・状態・所有の自立性や二区分説を検討する。
βέλτιον οὖν τὰς μὲν διαφορὰς τῶν γενῶν ἀφορίζεσθαι κατά τινας πρώτας ἰδιότητας, καθόσον δὲ περὶ τὴν οὐσίαν ἐστὶν τὰ συμβεβηκότα καὶ ἐν τῇ οὐσίᾳ ὑφίσταται καὶ συντάττεται πρὸς αὐτήν, κατὰ τοσοῦτον ἀφομοιωτέον αὐτὰ τοῖς ἀφ’ ἑνὸς καὶ περὶ ἓν συνταττομένοις. ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος ἀξιοῖ. ὁ δὲ Ἑρμῖνος ‘ἀπαρίθμησις οὖν ἐστιν, φησίν, καὶ οὔτε διαίρεσις οὔτε μερισμός· οὐδὲν γὰρ ὅλον ἐπ’ αὐτῶν οὔτε ὡς γένος οὔτε ἄλλον τρόπον ὅλον’. ἀλλὰ πρὸς μὲν τὰ τοῦ θείου Ἰαμβλίχου ἐκ τῶν αὐτοῦ ῥητέον ὅτι τὸ ἀφ’ ἑνὸς οὐκ ἀπὸ τῆς οὐσίας ληπτέον·1 οὕτως γὰρ οὐ τῶν δέκα τὴν ἀπαρίθμησιν, ἀλλὰ τὴν τῶν ἐννέα ποιησόμεθα· μᾶλλον δὲ ἀπὸ τοῦ ὄντος, ὅπερ ἐνταῦθα μὲν πολλαχῶς λεγόμενον εἰς τὰς δέκα κατηγορίας Ἀριστοτέλης διαιρεῖσθαι βούλεται, καὶ εἰκότως, ἐπειδὴ περὶ λέξεων σημαντικῶν ἐν τούτοις ὁ σκοπός· ἐν δὲ τῇ Μετὰ τὰ φυσικὰ ὡς ἀφ’ ἑνὸς τοῦ ὄντος τὰ δέκα ἐν τάξει παράγεσθαί φησι, πρώτην ἐχούσης τάξιν τῆς οὐσίας καὶ περὶ αὐτὴν τῶν ἄλλων συνταττομένων. ὁ δὲ Ἑρμῖνος ἀμφιβάλλοντι ἔοικεν, εἰ τοσαῦτά ἐστιν τὰ γένη· γράφει γοῦν οὕτως· “διὸ εἰ μὲν μόνων τῶν λεχθησομένων εἰσὶν αἱ σημασίαι, τοσαῦτα ἂν εἴη τὰ πρῶτα γένη τοσαῦταί τε καὶ αἱ κατηγορίαι· εἰ δὲ καὶ ἄλλα παρ’ αὐτά, οὐδὲ ἐκεῖνα ὁ λόγος διωθεῖται”· καίτοι τοῦ Ἀριστοτέλους πανταχοῦ τῷ πλήθει τούτῳ χρωμένου τῶν γενῶν καὶ οὔτε προστιθέντος οὔτε ἀφαιροῦντος, ἀλλ’ ἐγκρίνοντος ἀεὶ τὴν εἰς δέκα διαίρεσιν, ὥσπερ καὶ εἰς τέσσαρα τὴν τούτων συναίρεσιν ἐποιήσατο. Ἄλλοι δὲ πολλοὶ πρὸς αὐτὴν ἀμφεσβήτησαν, αὐτόθεν κατηγοροῦντες τῆς εἰς τοσοῦτον πλῆθος διαιρέσεως, ὥσπερ Ἀθηνόδωρος ἐν τῷ Πρὸς τὰς Ἀριστοτέλους μὲν Κατηγορίας ἐπιγεγραμμένῳ βιβλίῳ, μόνην δὲ τὴν εἰς τοσοῦτον πλῆθος διαίρεσιν ἐξετάζοντι.2 καὶ Κορνοῦτος δὲ ἐν οἷς Πρὸς Ἀθηνόδωρον καὶ Ἀριστοτέλην ἐπέγραψεν καὶ οἱ περὶ τὸν Λούκιον δὲ καὶ τὸν Νικόστρατον, ὥσπερ πρὸς τὰ ἄλλα πάντα σχεδόν, οὕτως καὶ πρὸς τὴν διαίρεσιν ἀντειρήκασιν. ληπτέον δὲ ἐν ὅροις ὡρισμένοις τὰς ἀντιλογίας τριχῇ διαστειλαμένους αὐτάς. καὶ γὰρ οἱ μὲν ὡς πλεονάζουσαν αἰτιῶνται τὴν διαίρεσιν, ἕτεροι δὲ ὡς ἐλλιπῆ καταμέμφονται, τρίτοι δέ εἰσιν οἱ ἄλλα ἀντ’ ἄλλων εἰσῆχθαι γένη νομίζοντες· γεγόνασι δέ τινες καὶ πλείονα ἅμα ἐγκαλοῦντες, οἱ μὲν ἔλλειψιν ἅμα καὶ πλεονασμόν, οἱ δὲ πρὸς τούτοις καὶ ἐνάλλαξιν τῶν γενῶν. λεγέσθωσαν δὲ ἐφ’ ἑκάστου γένους ἀπορίαι τινὲς καὶ πρὸς αὐτὰς λύσεις, δι’ ὧν τὸν τύπον τῆς ἀντιλογίας ἔστιν καταμαθεῖν, ἵνα μὴ πρὸς πάσας τιθέντες μηκύνωμεν. Λέγουσι τοίνυν οἱ πλεονασμὸν ἐγκαλοῦντες, ὡς οὐ καλῶς τῷ ποιεῖν τὸ πάσχειν ἀντέταξεν· ἐχρῆν γὰρ ἀμφοῖν ἓν κοινὸν γένος ἀφορίσασθαι τὸ κινεῖσθαι. πρὸς οὓς ῥητέον ὅτι τὸ ποιοῦν, καθὸ ποιεῖ, οὐ κινεῖται, ἀλλὰ κινεῖσθαι ποιεῖ, ἀκίνητον ὂν αὐτό. ἔνια δὲ τῶν ποιούντων ἐν τοῖς αἰσθητοῖς κατὰ συμβεβηκὸς κινεῖται διὰ τὸ συνδραμεῖν εἰς ταὐτὸ τὰς δύο ἀρχάς, τήν τε τοῦ ποιεῖν καὶ τὴν τοῦ πάσχειν. ἀλλ’ ἴσως ἐχρῆν περὶ τοῦ ποιεῖν καὶ πάσχειν ἀπορεῖν, πῶς οὐχὶ ὑπὸ τὰ πρός τι3 ἀνάγεται· τὸ γὰρ ποιοῦν εἰς πάσχον ποιεῖ καὶ τὸ πάσχον ὑπὸ ποιοῦντος πάσχει. ἢ κατὰ μὲν τὴν συνάρτησιν ταύτην ὑπὸ τὸ πρός τι ἀναχθήσεται, κατὰ μέντοι τὴν ἐνέργειαν καὶ τὸ πάθος ἄλλην ἔχοντα φύσιν ἄλλα ποιεῖ γένη· καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων πρός τι, οἷον πατρὸς καὶ υἱοῦ, τὰ αὐτὰ ὡς μὲν καθ’ αὑτὰ ὑφεστῶτα ὑπὸ τὴν οὐσίαν ἀνάγεται, κατὰ δὲ τὴν σχέσιν ὑπὸ τὰ πρός τι. ἀλλὰ πῶς τὸ κεῖσθαι οὐκ ἔστιν πάσχειν; πῶς δὲ τὸ ἔχειν οὐκ ἔστιν ποιεῖν; ἢ τὸ κεῖσθαι οὐδὲν μᾶλλον πάθος ἐστὶν ἢ ἐνέργεια· κεῖσθαι γάρ ἐστιν τὸ καθῆσθαι, τὸ ἑστάναι· λαμβάνεται δὲ ἐν τῇ κατηγορίᾳ οὐ κατὰ τὸ πάσχειν ἢ ποιεῖν, ἀλλὰ κατὰ τὴν ἐν ἄλλῳ ἵδρυσιν. οὕτως δὲ καὶ τὸ ἔχειν οὐ κατὰ τὸ ποιεῖν, οὐδὲν γὰρ ἧττον πάσχειν ἐστὶν τὸ ὡπλίσθαι ἢ ὑποδεδέσθαι, ἀλλὰ κατὰ τὸ περικεῖσθαι. ἄλλοι δὲ κατ’ ἄλλον τρόπον αἰτιῶνται τὴν περιττότητα. οἱ γὰρ περὶ Ξενοκράτη καὶ Ἀνδρόνικον πάντα τῷ καθ’ αὑτὸ καὶ τῷ πρός τι περιλαμβάνειν δοκοῦσιν, ὥστε περιττὸν εἶναι κατ’ αὐτοὺς τὸ τοσοῦτον τῶν γενῶν πλῆθος.
それゆえ、諸類の差異を幾つかの第一の特質によって規定する一方、偶有的なものが実体に関わり、実体の中に存立し、実体に対して秩序づけられている限りにおいて、それらを一に由来し一に関して秩序づけられるものになぞらえるのが、より優れている。さて、イアンブリコスはこう主張する。しかしヘルミノスは、「したがって、これは列挙であって、区分でも分割でもない。なぜなら、それらにおいて、類としても他の仕方でも、いかなる全体も存しないからである」と言う。しかし神的なイアンブリコスの所説に対しては、彼自身の言葉からして、一に由来するものとは実体から取られるべきではないと述べるべきである。なぜならそうすると、私たちは十の列挙ではなく九の列挙を行うことになるからである。むしろそれは有から[取られるべきである]。アリストテレスはここでは、多義的に語られる有が十の範疇へと区分されることを望んでおり、それはもっともなことである。なぜならここでは目的が有意味な言葉に関わるからである。これに対して『形而上学』においては、実体が第一の秩序を持ち、他のものが実体の周囲に秩序づけられることで、一としての有に由来して十のものが順序正しく産出されると述べている。他方、ヘルミノスは類がこれほど多くあるのかどうか疑っている者のように見える。事実、彼はこのように書いている。「それゆえ、もしこれから語られるもののみの表示があるならば、第一の類はこれほど多く、範疇もこれほど多くあるであろう。しかし、もしそれら以外に他のものもあるとすれば、論述はそれらを退けることもない」。もっとも、アリストテレスは至る所で諸類のこの数を用い、付け加えることも取り去ることもしないで、ちょうどこれらを四へと縮約したのと同様に、常に十への区分を認めている。しかし他の多くの者たちがこの区分に異議を唱え、アテノドロスが『アリストテレスの範疇論に対して』と題されながらこれほど多くの数への区分だけを吟味している書物において行ったように、これほど多くの数への区分を直截に告発している。コルヌトゥスも『アテノドロスとアリストテレスに対して』と題した論述において[異議を唱え]、ルキオスやニコストラトスの周辺の者たちも、ほとんど他のすべてのことに対してと同様に、この区分に対しても反対を唱えた。しかし私たちは、それらの反論を明確な定義のうちに捉え、三つに区分すべきである。というのも、ある者たちは区分が過多であるとして非難し、他の者たちは不足しているとして責め、第三の者たちは他の類の代わりに別の類が導入されたとみなしているからである。また、同時に複数のことを責める者たちも現れ、ある者たちは不足と過多を同時に、他の者たちはこれらに加えて諸類の置き換えをも責めている。そこで、すべての反論に対して論じて長引かせることがないよう、反論の型を学び取ることができるように、各々の類について幾つかの難問とそれらに対する解決を述べることにしよう。 さて、過多を責める者たちは、彼が能動に対して受動を対立させたのはよくないと言う。なぜなら、両者に対して動くことという一つの共通の類を規定すべきであったからである。彼らに対しては、能動をなすものは、それが能動をなす限りにおいて、動くのではなく動くようにするのであり、それ自体は動かないものであると述べるべきである。感覚的なものにおける能動をなすもののうちのあるものは、二つの原理、すなわち能動をなすことと受動を受けることの[原理]が同一のものへと合流するために、付帯的に動くのである。しかし恐らく、能動と受動については、いかにして関係の諸項のもとへ還元されないのかを難問とすべきであった。なぜなら、能動をなすものは受動を受けるものへと能動をなし、受動を受けるものは能動をなすものによって受動を受けるからである。あるいは、この相互の結びつきに即しては関係の諸項のもとへ還元されるであろうが、活動と受動とに即しては異なる本性を持つがゆえに異なる類をなすのである。事実、他の関係の諸項、例えば父と子においても、同一のものが、自体的に存立するものとしては実体のもとへ還元されるが、関係に即しては関係の諸項のもとへ還元される。しかし、状態にあることがいかにして受動を受けることではないのか。また、所有することがいかにして能動をなすことではないのか。あるいは、状態にあることは活動である以上に受動であるわけでは全くない。なぜなら状態にあることとは、座っていることであり、立っていることだからである。そしてそれは範疇においては、受動を受けることや能動をなすことに即してではなく、他のものにおける定礎に即して取られる。同様に、所有することも能動をなすことに即してではなく――なぜなら武装していることや履物を履いていることは〔能動をなすことに〕少しも劣らず受動を受けることだからである――、身にまとっていることに即して取られる。他方、別の者たちは別の仕方で余計であることを責める。なぜなら、クセノクラテスやアンドロニコスの周辺の者たちは、すべてを自体的なものと関係の諸項へと包括するように思われ、彼らによればこれほど多くの諸類の数は余計なものとなるからである。
- 1.11τὸ ἀφ’ ἑνὸς οὐκ ἀπὸ τῆς οὐσίας ληπτέον
名詞化された句 τὸ ἀφ’ ἑνὸς(「一に由来するもの」)が動形容詞 ληπτέον の主格主語(または非人称構文における対格目的語)として機能している。ἀπὸ τῆς οὐσίας は起源・準拠を示す前置詞句。
- 1.11ἐν τῷ Πρὸς τὰς Ἀριστοτέλους μὲν Κατηγορίας ἐπιγεγραμμένῳ βιβλίῳ, μόνην δὲ τὴν εἰς τοσοῦτον πλῆθος διαίρεσιν ἐξετάζοντι
冠詞 τῷ に二つの分詞(ἐπιγεγραμμένῳ と ἐξετάζοντι)が μέν...δέ で対比されて結合している。書物の外形的な表題と、実際の考察範囲が十への区分のみに限定されている実態との乖離を示している。
- 1.11τὰ αὐτὰ ὡς μὲν καθ’ αὑτὰ ὑφεστῶτα ὑπὸ τὴν οὐσίαν ἀνάγεται, κατὰ δὲ τὴν σχέσιν ὑπὸ τὰ πρός τι
主語 τὰ αὐτά(中性複数)に対して動詞 ἀνάγεται(三人称単数)が一致している。ὡς μὲν καθ’ αὑτὰ ὑφεστῶτα(分詞構文)と κατὰ δὲ τὴν σχέσιν(前置詞句)が観点の対比をなしており、後者の節では動詞 ἀνάγεται が省略されている。
