← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§427.10-428.30

運動の六種の区分と変化の概念の歴史

シンプリキオスは『範疇論』第14章冒頭における運動の6種の分類について、ここでの「運動」が入門的文脈において「変化」の一般的な代名詞として用いられていることを確認し、ニコストラトスの批判に反駁するとともに、デモクリトス、プラトン、アリストテレスにおける運動の種類の捉え方の発展を論ずる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14.1#1

" Κινήσεως δέ ἐστιν εἴδη ἕξ ἕως τοῦ ὥστε ἕτεραι ἂν εἴησαν αἱ κινήσεις ἀλλήλων." Ἐμνημόνευσε μὲν τῆς κινήσεως καὶ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ, αἱ δὲ περὶ τοῦ ποιεῖν καὶ πάσχειν κατηγορίαι οὕτως εἶχον συγγενῶς πρὸς τὴν κίνησιν, ὡς καὶ γένος ἀμφοῖν δόξαι τὴν κίνησιν οὐ τοῖς τυχοῦσι τῶν φιλοσόφων. εἰκότως οὖν καὶ περὶ κινήσεως διαλέγεται τὰ εἴδη τῆς κινήσεως διαιρούμενος, τουτέστι τῆς μεταβολῆς· κοινότερον γὰρ κινήσεως εἶπεν ἀντὶ τῆς μεταβολῆς·1 ἐπειδὴ γὰρ ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις τὴν ἄτομον οὐσίαν κατὰ τὴν ἑαυτῆς μεταβολὴν ἔλεγε δέχεσθαι τὰ ἐναντία, εἰκότως διαιρεῖται τὴν μεταβολήν. καὶ εἴδη δὲ κοινότερον εἶπεν· οὐ γὰρ δοκεῖ αὐτῷ γένος εἶναι ἡ μεταβολή, ἣν διαιρεῖ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως εἴς τε γένεσιν καὶ φθορὰν καὶ εἰς τὰς ἄλλας μεταβολάς, ἃς κινήσεις καλεῖ, αὔξησιν μείωσιν, ἀλλοίωσιν καὶ τὴν κατὰ τόπον μεταβολήν. ἀλλὰ τίς μὲν ἡ οὐσία τῆς κινήσεως καὶ τίς ὁ ὅρος αὐτῆς, καὶ εἰ γένος ἐστὶν ἢ οὔ, καὶ τὰ ἄλλα περὶ αὐτῆς ἀκριβῆ θεωρήματα ἐν ἄλλοις ἐξήτασται, τῆς φυσικῆς ὄντα πραγματείας οἰκεῖα· διαιρέσεις δέ τινας αὐτῆς παραδέδωκεν, ὅπερ εἴωθεν ἐν ταῖς εἰσαγωγαῖς γίνεσθαι, καὶ ταύτας ἐπισκεπτέον, τοσοῦτον προειποῦσιν, ὡς νῦν περὶ κινήσεως οὐ νοερᾶς ἢ ψυχικῆς ὁ λόγος, ἀλλὰ τῆς φυσικῆς καὶ σωματικῆς. Ἐπεὶ οὖν τὸ κινούμενον ὡς σῶμα τοῦ ἐν ᾧ ἦν πρότερον ἐξίσταται, ἐξίσταται δὲ τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ ποσότητα, τὰ δὲ κατὰ ποιότητα, τὰ δὲ κατὰ τόπον ποιούμενα τὴν μεταβολήν, κοινῶς πανταχοῦ τοῦ μεταβάλλειν θεωρουμένου, τέσσαρες γίνονται διαφοραί, ὧν τινες διπλαῖ· ἡ μὲν γὰρ κατ’ οὐσίαν γένεσίς ἐστι καὶ φθορά, ἡ δὲ κατὰ ποσότητα αὔξησις καὶ μείωσις, ἡ δὲ κατὰ ποιότητα ἀλλοίωσις, ἡ δὲ κατὰ τόπον φορά, διαιρουμένη καὶ αὐτὴ εἰς τὴν κύκλῳ καὶ τὴν ἐπ’ εὐθείας καὶ τὴν μικτήν. ἐγκαλεῖ δὲ ὁ Νικόστρατος, ὅτι ἐν μὲν τῇ Φυσικῇ ἀκροάσει τὴν γένεσιν καὶ τὴν φθορὰν οὐ βούλεται εἶναι κινήσεις, ἐνταῦθα δὲ καὶ αὐτὸς εἰς τὰς κινήσεις συγκαταριθμεῖ. καίτοι ῥᾴδιον ἦν συνορᾶν ὅτι πρῶτον μὲν εἰκὸς ἦν κοινῶς ἐνταῦθα τῷ ὀνόματι χρήσασθαι τῆς κινήσεως ἀντὶ τῆς μεταβολῆς, ἐπεὶ [ταυτὸ] ἐνταῦθα ὡς ἐν εἰσαγωγῇ κατὰ τὴν κεκρατηκυῖαν συνήθειαν ἐχρήσατο τῷ ὀνόματι· ὕστερον δὲ ἐν τῇ Φυσικῇ ἀκροάσει προηγούμενον περὶ τούτου ποιούμενος λόγον τὸ ἀρέσκον ἑαυτῷ δοκιμάζει, τὰ γινόμενα καὶ φθειρόμενα μὴ ἀξιῶν λέγειν κινεῖσθαι, διότι ἡ κίνησις τῶν ὑφεστηκότων ἐστί. μεταβάλλει δὲ καὶ ταῦτα καὶ ἐκεῖνα, διὸ κοινὴν ἔθετο τὴν μεταβολὴν ἐκεῖ καὶ τὴν γένεσιν καὶ φθορὰν οὐκέτι κινήσεις ἀλλὰ μεταβολὰς ἀφωρίσατο. Ἰστέον δὲ ὅτι Δημόκριτος ἀρχὰς τῶν ὄντων τὰς ἀτόμους ὑποθέμενος μόνην τὴν κατὰ τόπον εἰσῆγε κίνησιν· καὶ γὰρ καὶ τὰ ἀλλοιούμενα κατὰ τόπον ἡγεῖτο κινεῖσθαι, λανθάνειν δὲ ἐν τῷ μὴ ὅλα τὰ μέρη τόπον ἀμείβειν, ἀλλά τινα ἀφανῆ ἡμῖν ὄντα· διὸ μόνα δοκεῖ κατὰ τόπον κινεῖσθαι τὰ αἰσθητὰ συγκρίματα μεταβαίνοντα τόπον ἐκ τόπου, ἢ ὅλα ὁμοῦ ἢ ὧν ἀνὰ μέρος αἰσθητὰ μέρη κινεῖται τοὺς ἀλλήλων μεταλαμβάνοντα τόπους,2 ὡς τὰ τοῦ ἡμικυκλίου καὶ τῆς σφαίρας μέρη, ὅταν περὶ ἄξονα ἡ στροφὴ γίνεται. Πλάτων δὲ συνιδὼν ὅτι πολλὰ τῶν κινουμένων οὐ κατὰ τόπον κινεῖται, ὡς τὰ θερμαινόμενα καὶ λευκαινόμενα, δευτέραν εἰσήγαγε τὴν ἀλλοίωσιν ὡς ἑτέραν τῆς κατὰ τόπον καὶ μήτε κατὰ ἀντιμετάστασιν μερῶν μήτε κατὰ τὴν τῶν ὅλων ἔκστασιν γινομένην. Ἀριστοτέλης δὲ καὶ τὴν κατὰ τὸ ποσὸν προσέθηκεν, ὡς μὲν ἀξιοῦσί τινες μικτὴν οὖσαν ἐξ ἀλλοιώσεως καὶ φορᾶς, μᾶλλον δὲ ἁπλῆν οὖσαν· τῆς γὰρ ἀλλοιώσεως διαφέρει ὅσον τὸ ποσὸν τοῦ ποιοῦ διενήνοχε, τῆς δὲ φορᾶς, ὅτι οὐκ ἀπολείπει τόπον ὡς τὰ φερόμενα· εἰ δὲ ἐπιλαμβάνει τόπον πλείω τοῦ ἐξ ἀρχῆς τὸ αὐξόμενον ἢ ἀπολείπει τὸ μειούμενον, ἡ ἐπίληψις καὶ ἀπόλειψις τοῦ τόπου κατὰ συμβεβηκὸς γίνεται, προηγουμένως δὲ ἡ κατὰ τὸ ποσὸν συνίσταται κίνησις.

「運動の種は六つある、[……]したがって諸運動は互いに異なるであろう、に至るまで。」 彼は量についての議論においても運動に言及したが、能動と受動についての範疇は運動とあまりにも近縁であったため、並の哲学者たちではない人々にとっても運動が両者の類であると思われるほどであった。それゆえ、彼が運動の種、すなわち変化の種を区分しつつ運動についても論ずるのは当然である。なぜなら、より一般的な意味で彼は変化の代わりに「運動」と言ったからである。というのも、実体についての議論において、個別実体はそれ自身の変化に従って反対のものを受け入れると彼が述べていた以上、変化を区分するのは当然だからである。また「種」と言ったのもより一般的な意味においてである。というのも、彼にとって変化は類であるとは思われないからであり、彼は変化を『自然学講義』第5巻において、一方では生成と消滅へ、他方では彼が運動と呼ぶ他の諸変化、すなわち増大、減少、質的変化、場所に従う変化へと区分しているのである。しかし、運動の本質とは何か、その定義とは何か、またそれが類であるのか否か、そして運動に関するその他の精密な考察は、自然学の論究に固有のものとして他の著作において探究されている。他方、入門書においてなされるのが通例であるように、彼は運動のいくつかの区分を伝えたのであり、われわれはこれらを検討しなければならないが、前もってただ次のことだけは言っておかねばならない。すなわち、いま論じられているのは知的あるいは霊的な運動についてではなく、自然的・身体的な運動についてであるということである。それゆえ、動かされるものは物体として、以前にそのうちにあったものから離脱し、あるものは実体に従って、あるものは量に従って、あるものは質に従って、あるものは場所に従って変化を遂げつつ離脱するのであり、変化することがいたるところで共通に観察されるため、四つの差異が生じ、それらのうちのあるものは二重である。というのも、実体に従うものは生成と消滅であり、量に従うものは増大と減少であり、質に従うものは質的変化であり、場所に従うものは場所移動であって、それ自体もまた円運動、直線運動、複合運動へと区分されるからである。だがニコストラトスは、『自然学講義』においては生成と消滅が運動であることを彼[アリストテレス]は望まないのに、ここ[『範疇論』]では彼自身もこれらを運動の中に数え入れている、と非難する。しかしながら、第一に、ここでは変化の代わりに「運動」という名称を一般的に用いたと考えられることを見抜くのは容易であった。なぜなら、ここでは入門書におけることとして、支配的な慣用に従ってその名称を用いたからである。他方、後に『自然学講義』においてこのことについて主要な論述を行うにあたって、彼は生成するものや消滅するものを「動かされる」と言うのは適当でないとしつつ、自らに適う説を吟味している。なぜなら運動は既に成立して存在するものに属するからである。しかしこれらもあれらも変化するのであり、それゆえ彼はあちらでは変化を共通なものとして措定し、生成と消滅をもはや運動としてではなく変化として規定したのである。なお、デモクリトスは存在者たちの原理として不可分割の原子を仮定したため、場所に従う運動のみを導入した、ということは知っておくべきである。なぜなら彼は質的に変化するものも場所に従って動いていると考え、諸部分の全体が場所を変えるのではなく、われわれにとって不可視であるいくつかの部分が場所を変えるという点が見落とされているのだと考えたからである。それゆえ、場所から場所へと移行する感覚的な複合体だけが、全体が同時に動くか、あるいは個々の感覚的な部分が互いの場所を引き継ぎながら動くか(たとえば半球や球の諸部分が軸の周りで回転が生じるときのように)のいずれかによって、場所に従って動くと思われるのである。他方プラトンは、動かされるものの多くは、温められるものや白くなるもののように場所に従って動くのではないことを見て取り、場所に従う運動とは異なるものとして、また諸部分の相互置換に従っても全体の離脱に従っても生じないものとして、質的変化を第二のものとして導入した。さらにアリストテレスは量に従う運動をも付加したが、これは一方では、ある人々が主張するように質的変化と場所移動からなる複合的なものであるが、むしろ単純なものである。なぜならそれは、量が質と異なっているのと同じだけ質的変化と異なり、また場所移動とは、移動するもののように場所を去るのではないという点で異なるからである。もし増大するものが当初のものよりも多くの場所を占め、減少するものが場所を去るとしても、場所の占有や放棄は付帯的に生じるのであって、本質的には量に従う運動が成立しているのである。

構文注2 件
  1. 14.1κοινότερον γὰρ κινήσεως εἶπεν ἀντὶ τῆς μεταβολῆς

    κινήσεως は語そのものへの言及として用いられた属格(「運動という語を」)とも、省略された名詞 ὄνομα に対する属格とも解しうる。いずれにせよ意味は「変化の代わりにより一般的な意味で『運動』という表現を用いた」となる。

  2. 14.1ὧν ἀνὰ μέρος αἰσθητὰ μέρη κινεῖται τοὺς ἀλλήλων μεταλαμβάνοντα τόπους

    関係代名詞 ὧν は先行詞 συγκρίματα を受け、関係節の主語 αἰσθητὰ μέρη にかかる所有の属格である。副詞的表現 ἀνὰ μέρος(それぞれ、代わる代わる)が挿入されており、「あるいはその感覚的な部分がそれぞれ動いて互いの場所を引き継ぐようなもの」という構造をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:427.10-428.30