← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§425.24-427.8

順序や場所における同時性と本性による同時

シンプリキオスはイアンブリコスを引きつつ、「順序において同時」や「場所において同時」という語義が成立するかどうか、またなぜアリストテレスがそれらを省き「本性において同時」を中心に論じたかを考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1#2

“Δοκεῖ δέ, φησί, καὶ τῇ τάξει εἶναί τινα ἅμα τοῖς κατὰ τάξιν προτέροις καὶ ὑστέροις ἀντικείμενα, ὥσπερ τὰ ἰσότιμα καὶ ἰσάξια. ἢ δύναται τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα κοινότερον ἅμα καὶ τῇ φύσει καὶ τῇ τάξει εἰρηκέναι·1 μᾶλλον γὰρ τῇ τάξει ταῦτα ἅμα ἤπερ τῇ φύσει, εἴγε τῇ φύσει ἅμα τὰ συνυπάρχοντα ἀλλήλοις καὶ συναναιρούμενα, ὡς ἔχει ἐπὶ τῶν πρός τι· οὐχ οὕτως δὲ ἔχει πρὸς ἄλληλα τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα”. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ τὸ ἰσάξιον καὶ τὸ ἰσότιμον οὐκ ἂν κατὰ τάξιν ἔχοι τὸ ἅμα. οὐδὲ γὰρ τὸ κατὰ τάξιν πρότερον καὶ ὕστερον ἐν ἀξίας ἢ τιμῆς ὑπεροχῇ καὶ ἐνδείᾳ τὸ πρότερον καὶ ὕστερον ἐλέγετο ἔχειν, ἀλλὰ μᾶλλον ἐν τοῖς τῆς θέσεως πρωτείοις, ὡς τὸ προοίμιον πρότερον ἐλέγετο τῆς διηγήσεως κατὰ τάξιν· τὸ δὲ ἰσάξιον καὶ ἰσότιμον τῷ τετάρτῳ μᾶλλον τρόπῳ τοῦ προτέρου καὶ ὑστέρου ἀντίκειται τῷ κατὰ τὸ βέλτιον καὶ τιμιώτερον, ὅπερ ὡς σαφὲς εἰκὸς ὑπὸ τοῦ Ἀριστοτέλους παρεῖσθαι. τὰ δὲ κατὰ τάξιν ἅμα εἴη ἂν τὰ τὴν αὐτὴν ἔχοντα θέσιν, ὡς τὰ πλείονα προοίμια ἅμα ἂν λέγοιτο προτετάχθαι τῆς διηγήσεως καὶ ἔστι τις καὶ ἐν αὐτοῖς τάξις. μήποτε δὲ τὰ ἀντιδιῃρημένα ταῦτα τῷ κατὰ τὴν τάξιν προτέρῳ καὶ ὑστέρῳ ἀντίκειται, ἅτε καὶ ἰσόστοιχα ὄντα καὶ τὴν αὐτὴν ἔχοντα τάξιν. ὁ μέντοι Ἰάμβλιχος λέγει· “μήποτε δὲ τὸ ἅμα κυρίως οὐδὲ ἀνέχεται τάξεως· ἡ γὰρ τάξις ἐν διακρίσει. σημειωτέον δέ, φησὶν Ἰάμβλιχος, ὅτι ἐν παντὶ γένει δεῖ τινα ἀντιδιῃρῆσθαι εἴδη καὶ ἅμα εἶναι τῇ φύσει, ὃ οὐκ ἔστιν ἐν οἷς τὸ μὲν πρότερόν ἐστι, τὸ δὲ ὕστερον, καὶ ὅτι τὸ πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον εἴδη τοῦ ζῴου ἐστίν”. Ἔστι δὲ ἅμα καὶ τὰ ἐν τῷ αὐτῷ τόπῳ ἐγγινόμενα ἀλλήλοις, ὥσπερ καὶ πρότερον καὶ ὕστερον ἐλέγετο κατὰ τόπον· τὰ γὰρ ἐν τῷ αὐτῷ τόπῳ καὶ ἐν τῷ αὐτῷ ἀγγείῳ ὄντα ἅμα λέγομεν καὶ ὁμοῦ· τὸ δὲ ἅμα τῷ ὁμοῦ ὡσαύτως λέγεται· εἰ δὴ ἅμα πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς, φησὶν Ὅμηρος. καὶ κεῖσθαι δὲ ἅμα φαμὲν τὰ ἐν τῷ αὐτῷ τόπῳ κείμενα καὶ οἰκεῖν ὁμοῦ τοὺς ἐν τῇ αὐτῇ οἰκίᾳ οἰκοῦντας. καταχρῶνται δὲ τῷ ἅμα καὶ ἐπὶ τῶν κοινῇ τι πραττόντων, ὡς ἐπὶ τοῦ ἅμα πολιτεύεσθαι. μήποτε δὲ οὐδὲν τούτων τῶν εἰρημένων ἅμα κυρίως δυνατὸν λέγειν,2 εἰ μὴ ἄρα πλατικῶς· οὔτε γὰρ ἐν τῷ αὐτῷ τόπῳ δύο σώματα εἶναι οὔτε κεῖσθαι δυνατόν, ἵνα καὶ ἅμα λέγηται κυρίως· διὸ καὶ παρῆκεν αὐτὰ Ἀριστοτέλης. “ἐπισημαντέον δὲ καὶ τοῦτο, φησὶν Ἰάμβλιχος, ὅτι τῷ μὲν κατὰ χρόνον ἅμα ἀντιτίθεμεν τὸ κατὰ χρόνον πρότερον καὶ ὕστερον, ἐπὶ δὲ τῶν κατὰ τόπον ἀντιτίθεται τὸ χωρίς· διττὸν δὲ τοῦτο, τὸ μὲν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ, τὸ δὲ καθ’ ἕνα, ᾧ ἀντιτίθεται τὸ κοινῇ, οἷον ‘βαστάσωμεν τοῦτο κοινῇ’, οὔτε κατὰ τόπον οὔτε κατὰ χρόνον τὸ κοινῇ λέγοντες, ἀλλὰ κατὰ τὴν ἐνέργειαν”. μήποτε δέ, εἰ ἐν τῇ Μετὰ τὰ φυσικὰ τὸ πρότερον καὶ ὕστερον καὶ κατὰ τόπον ἀφωρίζετο, πρότερον μὲν καὶ κατὰ τόπον λέγων τὸ τῇ ὡρισμένῃ ἀρχῇ κατὰ τόπον πλησιαίτερον, ὕστερον δὲ τὸ πορρώτερον, ἔστι τι καὶ ἅμα κατὰ τόπον τῷ προτέρῳ τούτῳ καὶ ὑστέρῳ ἀντικείμενον, ἔστι δὲ καὶ ἄλλο ἅμα κατὰ τόπον τῷ κατὰ τόπον χωρὶς ἀντικείμενον. εἰ δέ τις ἀπορεῖ, διὰ τί μὴ πᾶσι τούτοις ἐπεξῆλθεν ὁ Ἀριστοτέλης, ἀρκεῖ λέγειν ὅτι ὅσας πρὸς σαφήνειαν αὐτῷ τῶν φθασάντων ἥρμοττε, ταῦτα διήρθρωσε,3 τὰ περιττὰ παραλιμπάνων διὰ τὸ τῆς εἰσαγωγῆς σύμμετρον. αὐτίκα τὸ ἅμα εἶναι τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιαιρούμενα ἀλλήλοις εἰς ἐκεῖνα ἔχει τὴν ἀναφορὰν “τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων” καὶ ὅτι οὐδὲν μᾶλλον ἐν ταῖς οὐσίαις τὰ ἕτερα τῶν ἑτέρων οὐσίαι· καὶ τὸ ἀντιστρέφειν δὲ μὴ αἰτίου ὄντος θατέρου ἐπὶ τῶν πρός τι ἐλέγετο, ὅτε καὶ ἅμα αὐτὰ τῇ φύσει εἶναι ἔλεγε· διὸ καὶ νῦν τὸ ἅμα διὰ τοῦ ἅμα εἶναι τῇ φύσει ἐδίδαξεν ὡς οἰκείου τοῖς εἰρημένοις. ἀλλὰ ταῦτα μὲν περὶ τούτων.

「しかし、順序において先行するものや後続するものに対立して、等しい名誉や等しい価値をもつもののように、順序においても同時である何らかのものがあると思われる、と彼は言う。あるいは、同一の類から相互区分されたものを、自然においても順序においてもより一般的に同時であると言ったとも考えられる。なぜなら、関係的なものに見られるように、互いに共存し共倒れになるものが自然において同時であるとするなら、これらは自然において同時であるというよりはむしろ順序において同時だからである。同一の類から相互区分されたものは、互いに対してそのようにはなっていない」。だが、等しい価値をもつものや等しい名誉をもつものも、順序に従って「同時に」をもつのではない、ということに注意を向けるべきである。なぜなら、順序に従って先行するものと後続するものも、価値や名誉の卓越や不足において先行するものと後続するものをもつと言われていたのではなく、むしろ位置の第一位において言われていたからであり、たとえば序論が物語に対して順序に従って先行すると言われた通りである。これに対して、等しい価値をもつものや等しい名誉をもつものは、むしろ先行するものと後続するものの第四の様態、すなわちより善いことやより名誉あることに従う様態に対立するのであり、これは明瞭なものとしてアリストテレスによって省かれたと考えられる。他方、順序に従って同時であるものは、同一の位置をもつものたちであろう。たとえば複数の序論は物語の前に同時に置かれていると言われうるし、それら自体のうちにも何らかの順序がある。あるいはむしろ、これらの相互区分されたものは、均等な列にあり同一の順序をもつがゆえに、順序に従って先行するものと後続するものに対立するのではなかろうか。もっともイアンブリコスは次のように述べる。「しかし本来的な意味での『同時に』は、順序をまったく受け入れないのではなかろうか。というのも順序は区別の中にあるからである。ただし、あらゆる類において何らかの種が相互区分され、自然において同時でなければならないこと、そしてこのことは一方が先行し他方が後続するものの間には成立しないこと、また有翼のもの、陸生のもの、水生のものが動物の種であることには留意すべきである、とイアンブリコスは言う」。 また、場所に従って先行するものと後続するものが言われたのと同様に、同一の場所において互いに生じるものも同時である。というのも、同一の場所や同一の容器にあるものを、われわれは「同時に」とも「一所(ひとつところ)に」とも言うからである。そして「同時に」は「一所に」と同様に言われる。「いまや戦火と疫病が同時にアカイア軍を打ち倒すならば」とホメロスも述べている。さらに、同一の場所に置かれているものをわれわれは「同時に置かれている」と言い、同一の家に住んでいる者たちを「一所に住んでいる」と言う。また、ともに何かを行う人々に対しても「同時に」を転用し、たとえば「同時に国政に参与する」というように用いる。だが、語られたこれらはいずれも、緩やかな意味でならともかく、本来的な意味で「同時に」と言うことはできないのではなかろうか。なぜなら二つの物体が同一の場所にあることも置かれることも不可能であり、したがって本来の意味で「同時に」と言われることもないからである。それゆえアリストテレスもこれらを省いたのである。「しかし次のことにも留意すべきである、とイアンブリコスは言う。すなわち、時間に従う『同時に』に対しては時間に従って先行するものと後続するものを対置するが、場所に従うものにおいては『別々に』が対置される。そしてこれは二重であり、一方は異なる場所にあることであり、他方は単独であることであって、後者には『共同で』が対置される。たとえば『これを共同で運ぼう』と言う場合であり、この『共同で』は場所に従っても時間に従っても言われるのではなく、現実活動に従って言われるのである」。しかしながら、『形而上学』において場所に従って先行するものと後続するものが規定され、場所に従って定められた始点により近いものを場所に従って先行するもの、より遠いものを後続するものと彼が呼んでいたとすれば、この先行するものと後続するものに対立する場所に従う何らかの「同時に」も存在するし、場所に従う「別々に」に対立する別の、場所に従う「同時に」も存在するのではなかろうか。もしアリストテレスがなぜこれらすべてを詳しく論じなかったのかと疑問を抱く者がいるなら、既述の事柄の明瞭さのために彼にとって適切であった限りのものを明確に区分し、入門書の節度ゆえに余計なものを省いたのだ、と言えば十分である。現に、同一の類から互いに相互区分されるものが同時であるということは、「異なっており互いに他の下に配列されていない類」というあの箇所や、実体においてあるものが他のものよりもいっそう実体であることはないという箇所に関連をもっている。また、一方が他方の原因でないまま可逆的であるということは、関係的なものについて、彼がそれらは自然において同時でもあると語っていた際に言われていたことである。それゆえ今や彼は、語られた事柄にふさわしいものとして、自然において同時であることによって「同時に」を教えたのである。さて、これらについてはこれくらいにしておこう。

構文注3 件
  1. 13.1ἢ δύναται τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα κοινότερον ἅμα καὶ τῇ φύσει καὶ τῇ τάξει εἰρηκέναι

    δύναται の意味上の主語は先行する文脈のアリストテレスであり、「[アリストテレスが]…と言ったということもありうる」という推測を表す。不定詞 εἰρηκέναι の目的語は τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα であり、ἅμα καὶ τῇ φύσει καὶ τῇ τάξει は述部補語として機能している。

  2. 13.1μήποτε δὲ οὐδὲν τούτων τῶν εἰρημένων ἅμα κυρίως δυνατὸν λέγειν

    μήποτε は直説法や述語句を伴って「おそらく…ではないか」という控えめな主張・疑念を表す。ここでは非人称述語 δυνατὸν [ἐστι] λέγειν と結びつき、「語られたこれらはいずれも本来的な意味で『同時に』と言うことはできないのではなかろうか」という筆者自身の判定を導入している。

  3. 13.1ὅσας πρὸς σαφήνειαν αὐτῷ τῶν φθασάντων ἥρμοττε, ταῦτα διήρθρωσε

    関係代名詞 ὅσας(女性複数対格)は関係節内で想定される意味語(σημασίας 等)に一致しているが、主節の指示代名詞は包括的に中性複数 ταῦτα で受けており、構文上の混交が見られる。文意は「先行する議論の明瞭化のために自らに適していた限りのもの[諸意味]を、彼は明確に区分した」となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:425.24-427.8