- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:4.28-6.32
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの道具的(論理学)著作の細分に続き、学習順序(論理学先行説と倫理学先行説の調停)、哲学の究極目的(徳の完成、一者への遡行、最高度の幸福)、および文体の特徴(凝縮性、敏捷さ、感覚的明証性と不明瞭さの意図)を論じる。
τῶν δὲ ὀργανικῶν τὰ μὲν περὶ αὐτῆς ἐστιν τῆς ἀποδεικτικῆς μεθόδου, τὰ δὲ περὶ τῶν πρὸ αὐτῆς, ὡς τὰ Πρότερα ἀναλυτικὰ καὶ τὸ Περὶ ἑρμηνείας καὶ αἱ Κατηγορίαι, τὰ δὲ περὶ τῶν τὴν ἀπόδειξιν ὑποδυομένων, ὡς οἱ Τόποι καὶ οἱ Σοφιστικοὶ ἔλεγχοι καὶ αἱ Ῥητορικαὶ τέχναι. αὕτη μὲν οὖν ἡ ὁλοσχερεστέρα τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσις. Περὶ δὲ τοῦ τρίτου ῥητέον, πόθεν ἄρχεσθαι δεῖ τῶν Ἀριστοτελικῶν συγγραμμάτων· μετὰ γὰρ τὴν διαίρεσιν ἀκόλουθος ὁ περὶ τούτου λόγος. τινὲς μὲν οὖν ἀπὸ τῶν ὀργανικῶν φασιν ἄρχεσθαι δεῖν· ταῦτα γὰρ ἡμῖν ἐμποιεῖ τὸ διακρίνειν ἐν μὲν ταῖς πράξεσιν τὰ ἀγαθὰ καὶ κακά, ἐν δὲ ταῖς γνώσεσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὥστε καὶ τῶν πρακτικῶν καὶ τῶν γνωστικῶν συγγραμμάτων προηγεῖσθαι χρὴ τὰ τὴν διακριτικὴν ἡμῖν δύναμιν παρεχόμενα. εἰ δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν φαίνεται προηγουμένη ἡ τῶν ὀργάνων γνῶσις, οἷον τεκτονικῆς, χαλκευτικῆς, καὶ ἐπὶ ἰατρικῆς δέ, πολλῷ μᾶλλον ἐπὶ φιλοσοφίας τῆς πάντα μετὰ ἀποδείξεως ὑπισχνουμένης παραδιδόναι καὶ ταύτῃ μόνῃ τήν τε ζωὴν ἡμῶν καὶ τὴν γνῶσιν ἐπιτρεπούσης. πῶς οὖν ἄνευ ἀποδείξεως ἢ τοῖς πρακτικοῖς ἢ τοῖς θεωρητικοῖς λόγοις ἐντυγχάνοντες οὐ ταὐτὸν πεισόμεθα τοῖς ἄνευ τοῦ Ἑρμαϊκοῦ μώλυος παρὰ τὴν Κίρκην ἰοῦσι1 καὶ θελγομένοις ὑπὸ τῶν παρ’ ἑκάστοις πιθανῶς λεγομένων; τινὲς δὲ ἀπὸ τῶν ἠθικῶν προστάττουσι ποιεῖσθαι τὴν ἀρχήν· τὰ γὰρ ὄργανα, φασί, τῶν μέσων ἐστὶν καὶ δυνατὸν αὐτοῖς καὶ εὖ καὶ κακῶς χρῆσθαι· δηλοῦσι δὲ καὶ οἱ πολλοὶ τῶν ῥητόρων καὶ τῶν σοφιστῶν· δεῖν οὖν πρότερον τοῖς χρησομένοις τοῖς ὀργάνοις ζωῆς μετρίως παρεσκευασμένης. οὐ γὰρ τοιαύτη ἐστὶν ἡ τῶν οἰκοδομικῶν καὶ κυβερνητικῶν γνῶσις, οἵα ἡ φιλοσοφίας, ἀλλ’ αὕτη ζωτική· δεῖ οὖν πρώτης τῆς ἀπὸ τῶν ἠθικῶν καταρτύσεως, οὐκ ἀποδεικτικῶς, ἀλλ’ ὀρθοδοξαστικῶς τὰ ἠθικὰ παραλαμβανόντων ἡμῶν κατὰ τὰς αὐτοφυεῖς περὶ τῶν ὄντων ἐννοίας. ἀλλ’ εἰ μὲν τὰ Ἠθικὰ Ἀριστοτέλους κατηχήσεις μόνον ἦσαν παραινετικαὶ καὶ ἀναπόδεικτοι, οἷαι πολλαὶ παρὰ τοῖς Πυθαγορείοις ἐλέγοντο, ὀρθῶς εἶχεν ἐκ τούτων ἀρχομένους προκαταρτύειν δι’ αὐτῶν τὰ ἤθη· εἰ δὲ καὶ ἐκεῖνα μετὰ διαιρέσεων καὶ ἀποδείξεων τῶν ἐπιστημονικωτάτων παραδέδωκεν Ἀριστοτέλης, πῶς ἄνευ τῶν ἀποδεικτικῶν μεθόδων ἰόντες ἐπ’ αὐτὰ δυνησόμεθά τι πλέον ἀνύτειν; μήποτε οὖν δεῖ πάντως ἠθικῆς προκατηχήσεως, ἀλλ’ οὐ διὰ τῶν Ἀριστοτέλους Ἠθικῶν παραδιδομένης, ἀλλὰ δι’ ἀγράφου συνεθισμοῦ καὶ τῶν ἀτέχνων παραινέσεων ἀγράφως τε καὶ ἐγγράφως τὸ ἦθος ἡμῶν ἀπευθυνόντων, καὶ τότε τῆς λογικῆς τε καὶ ἀποδεικτικῆς μεθόδου·2 καὶ μετ’ ἐκείνας τούς τε περὶ ἠθῶν ἐπιστημονικοὺς λόγους καὶ τοὺς τῆς περὶ τῶν ὄντων θεωρίας ἐπιστημονικῶς δυνησόμεθα παραδέχεσθαι. Τέταρτον δὲ ἦν τῶν προβληθέντων τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας εὑρεῖν· ἐκ τούτου γὰρ καὶ τὸ σεμνὸν αὐτῆς θεασόμεθα. τέλος τοίνυν καὶ τῆς τοῦδε τοῦ ἀνδρὸς φιλοσοφίας κατὰ μὲν τὸ ἦθος ἡ διὰ τῶν ἀρετῶν τελείωσις, κατὰ δὲ τὴν γνῶσιν ἡ ἐπὶ τὴν μίαν τῶν πάντων ἀρχὴν ἀναδρομή· καὶ γὰρ οἶδεν αὐτὴν ἐπιστημονικῶς καὶ ἐσέφθη καὶ λαμπρᾷ τῇ φωνῇ ἀνεβόησεν “οὐκ ἀγαθὸν πολυκοιρανίη”. κοινὸν δὲ ἀμφοῖν τέλος τὸ ἐπιβάλλον ἀνθρώπῳ ἡ τελεωτάτη εὐδαιμονία, πρὸς ἣν οὐδεμίαν ὑπερβολὴν οὐδενὶ τῶν ἄκρως φιλοσοφησάντων καταλέλοιπεν Ἀριστοτέλης, οὐδὲ ἄνθρωπον ἔτι καλεῖν ἀξιῶν, ἀλλὰ θεὸν τὸν εἰς ἐκείνην ἀναδραμόντα· τοιαῦτα γὰρ ἐν τοῖς τελευταίοις τῶν Νικομαχείων ἠθικῶν μεγαληγορεῖ. πρὸς δὲ τὸ τοιοῦτον ἄγει τέλος ἅπαντα τὰ τοῦ φιλοσόφου συγγράμματα, τὰ μὲν τὴν ἀποδεικτικὴν παρασκευάζοντα μέθοδον, τὰ δὲ τὰ ἤθη διὰ τῶν ἀρετῶν κοσμοῦντα, τὰ δὲ τὴν γνῶσιν διὰ τῶν φυσικῶν ἐπὶ τὰ ὑπὲρ φύσιν ἀνάγοντα. Εἶδος δὲ τῆς Ἀριστοτελικῆς ἑρμηνείας τὸ κατά τε τὸν νοῦν καὶ τὴν λέξιν συνεστραμμένον καὶ νοερὸν καὶ γοργόν. ἢ γὰρ τὴν λύσιν εὐθὺς ἐπάγει τῇ ἀπορίᾳ ἢ πολλὰς ἐπισυνάπτων ἀπορίας μιᾷ λύσει καὶ ταύτῃ συντόμῳ διαλύει πάσας, οὐδαμοῦ δὲ ἐθέλει τῆς ἐναργείας ἐξίστασθαι. διττῆς δὲ οὔσης ἐναργείας εἰς πίστιν, τῆς μὲν ἀπὸ νοῦ, τῆς δὲ ἀπὸ αἰσθήσεως, τοῖς μετὰ αἰσθήσεως ζῶσιν διαλεγόμενος τὴν ἀπὸ τῆς αἰσθήσεως προτιμᾷ· διὸ καὶ τὸ ἀναγκαστικὸν αὐτοῦ ταῖς ἀποδείξεσιν ὑπάρχει, ὡς καὶ τὸν μὴ πειθόμενον διά τινας οὐκ εὐτυχεῖς προλήψεις ὅμως ἠναγκασμένον ἐπιστομίζεσθαι. πανταχοῦ δὲ ἐθέλει τῆς φύσεως μὴ ἐξίστασθαι, ἀλλὰ καὶ τὰ ὑπὲρ τὴν φύσιν κατὰ τὴν πρὸς τὴν φύσιν θεωρεῖ σχέσιν, ὥσπερ ὁ θεῖος Πλάτων ἀνάπαλιν κατὰ τὸ Πυθαγόρειον ἔθος καὶ τὰ φυσικὰ ἐπισκέπτεται καθὸ τῶν ὑπὲρ φύσιν μετέχουσιν. οὐ μὴν οὐδὲ μύθοις οὐδὲ συμβολικοῖς αἰνίγμασιν, ὡς τῶν πρὸ αὐτοῦ τινες, Ἀριστοτέλης ἐχρήσατο, ἀλλ’ ἀντὶ παντὸς ἄλλου παραπετάσματος τὴν ἀσάφειαν προετίμησεν.
道具的著作のうち、あるものは論証的方法そのものに関するものであり、あるものはそれに先立つものに関するものであって、『分析論前書』、『命題論』、『範疇論』のようなものであり、あるものは論証を装うものに関するものであって、『トピカ』、『詭弁論駁論』、『弁論術』のようなものである。これがアリストテレスの著作の大まかな区分である。次に第三の点、すなわちアリストテレスの著作のどこから始めるべきかについて語らねばならない。というのも、区分に続いてこのことについての議論が続くからである。そこで、ある人々は道具的著作から始めるべきだと主張する。なぜなら、これらがわれわれに、行為においては善と悪を、認識においては真と偽を判別することを生じさせるのであり、したがって実践的な著作や認識的な著作に先立って、われわれに判別の能力を提供する著作が先行すべきであるからである。また、大工術や鍛冶術、さらには医術のような他の技術においても道具の認識が先行するように見えるとすれば、万物を論証を伴って伝授することを約束し、この論証のみにわれわれの生と認識を委ねている哲学においてはなおさらそうである。それゆえ、論証なしに実践的あるいは理論的な議論に接するならば、ヘルメスのモーリュを持たずにキルケーのところへ赴き、各人によって説得的に語られるものによって魅了される人々と同じ目に遭わずにいられようか。しかし別の人々は、倫理的著作から始めよと命じる。なぜなら、彼らが言うには、道具は中立的なものに属し、それらを善く用いることも悪く用いることも可能であるからであり、弁論家やソフィストの多くがそれを示している。それゆえ道具を用いる者たちには、あらかじめほどよく準備された生き方がまず必要である、と彼らは言う。実際、建築術や航海術の知識は哲学の知識のようなものではなく、哲学の知識は生き方に直結するものである。それゆえ、われわれが存在者についての自然な概念に従って、論証的ではなく正しい思惑に基づいて倫理的な事柄を受け取るような、倫理的著作からの最初の陶冶が必要であるというのである。しかし、もしアリストテレスの『倫理学』が、ピタゴラス派のもとで多く語られたような勧告的で論証を欠いた訓戒にすぎないならば、これらから始めてそれらを通じてまず性格を陶冶するというのは正しかったであろう。だが、アリストテレスがあれらの事柄をも最も学術的な区分や論証を伴って伝授したとするならば、論証的方法を経ずにそれらの著作に向かって、われわれはいかにして何かより以上のことを成し遂げることができようか。そうであれば、何としても倫理的な予備的教導が必要であるが、それはアリストテレスの『倫理学』を通じて伝授されるのではなく、不文の習慣づけと、文字によらずまた文字によってわれわれの性格を正しく導く技術によらぬ勧告とを通じてなされ、その後に論理的かつ論証的な方法が必要であり、そしてそれらの後に初めて、性格についての学術的な議論と存在者の観照についての議論とを学術的に受け入れることができるのではないだろうか。提示された諸点のうち第四のものは、アリストテレス哲学の目的を見出すことであった。これによってわれわれはその荘厳さをも目の当たりにするであろう。さて、この人の哲学の目的もまた、性格においては徳による完成であり、認識においては万物の唯一の始元への遡行である。実際、彼はそれを学術的に知っており、崇敬し、「王の多きは善からず」と晴れやかな声で叫んだのである。そして両者に共通する、人間にふさわしい目的は極限の幸福であり、この幸福に対してアリストテレスは、最高の境地で哲学した人々のいかなる者にもさらに超え出る余地をまったく残さず、そこへ遡行した者をもはや人間と呼ぶに足るものとは見なさず、神と見なした。実際、彼は『ニコマコス倫理学』の終盤でそのような大言を語っている。そして哲学者のすべての著作がこのような目的に向けて導いているのであり、あるものは論証的方法を準備し、あるものは徳を通じて性格を秩序づけ、あるものは認識を自然的な事柄を通じて自然を超えた事柄へと導き上げるのである。アリストテレスの表現の形態は、思考においても語句においても凝縮され、知的で、敏捷である。というのも、彼は難問に対して直ちに解法を導くか、あるいは多くの難問を連ねて一つの、しかも簡潔な解法によってすべてを解決するからであり、いかなる場合にも明白さから離れようとしない。そして確信に至る明白さには知性によるものと感覚によるものの二種類があるが、感覚とともに生きている者たちに対話するにあたっては、感覚からの明白さを好む。それゆえ彼の論証には強制力が具わっており、何らかの不都合な先入見のために納得しない者でさえ、強制されて沈黙させられるほどである。そして彼はあらゆる場所において自然から離れないことを望み、自然を超えた事柄をも自然との関係に従って考察する。それは神的なプラトンがピタゴラス的な習慣に従って逆に、自然的な事柄をもそれらが自然を超えた事柄を分有する限りにおいて考察するのと同じである。とはいえアリストテレスは、彼以前のある人々のように神話や象徴的な謎を用いることはせず、他のいかなる覆いの代わりにも不明瞭さを好んだのである。
- 1.0πῶς οὖν ἄνευ ἀποδείξεως ἢ τοῖς πρακτικοῖς ἢ τοῖς θεωρητικοῖς λόγοις ἐντυγχάνοντες οὐ ταὐτὸν πεισόμεθα τοῖς ἄνευ τοῦ Ἑρμαϊκοῦ μώλυος παρὰ τὴν Κίρκην ἰοῦσι
修辞疑問文 πῶς ... οὐ(「いかにして…ないことがあろうか、必ず…する」)の中に、分詞構文 ἐντυγχάνοντες(条件「もし接するならば」)が組み込まれている。主動詞 πεισόμεθα は πάσχω の未来形であり、与格 τοῖς ... ἰοῦσι を伴って「〜と同じ目・運命を経験する」(πάσχω ταὐτόν τινι)という慣用構文を形成している。
- 1.0μήποτε οὖν δεῖ πάντως ἠθικῆς προκατηχήσεως, ἀλλ’ οὐ διὰ τῶν Ἀριστοτέλους Ἠθικῶν παραδιδομένης, ἀλλὰ δι’ ἀγράφου συνεθισμοῦ καὶ τῶν ἀτέχνων παραινέσεων ἀγράφως τε καὶ ἐγγράφως τὸ ἦθος ἡμῶν ἀπευθυνόντων, καὶ τότε τῆς λογικῆς τε καὶ ἀποδεικτικῆς μεθόδου
μήποτε+直説法現在(δεῖ)は、プラトンや後代のアッティカ散文で一般的な「おそらく〜が必要である(のではないか)」という控えめな肯定的判断・主張を表す。非人称動詞 δεῖ に支配される属格補語として ἠθικῆς προκατηχήσεως と τῆς λογικῆς τε καὶ ἀποδεικτικῆς μεθόδου が並列している。現在能動分詞属格複数 ἀπευθυνόντων は先行詞 τῶν ἀτέχνων παραινέσεων(女性名詞)に対して通性・男性語尾をとっているか、先行する συνεθισμοῦ(男性)と παραινέσεων(女性)の複合主語に一致している。
