- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:3.4-4.28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは自らの註解執筆の目的を明らかにした上で、アリストテレス哲学への導入として考察すべき十の論点を提示し、そのうち第一の論点である諸学派の七つの命名法と、第二の論点であるアリストテレス著作の分類を詳述する。
ὁ δὲ σκοπὸς ἦν μοι τῆς ἀπογραφῆς ἅμα μὲν ὡς ἂν δυναίμην ἐκ τοῦ γράφειν ἀκριβεστέραν τῶν εἰρημένων κατανόησιν προσλαβεῖν, ἅμα δὲ τὸν ὑψηλὸν νοῦν τοῦ ἀνδρὸς καὶ τοῖς πολλοῖς ἄβατον ἐπὶ τὸ σαφέστερόν τε καὶ συμμετρότερον καταγαγεῖν, ἐκ τρίτων δὲ καὶ τὸ πολὺ πλῆθος τῶν πολυειδῶν συγγραμμάτων ἐπ’ ἔλαττον ὁπωσοῦν συστεῖλαι, οὐχ οὕτως ὡς ὁ φιλοσοφώτατος Συριανὸς εἰς ἐλάχιστον, ἀλλὰ μετὰ τοῦ μηδὲν ὡς δυνατὸν τῶν ἀναγκαίων παραλιπεῖν. εἰ δέ τι καὶ αὐτὸς ἴσχυσα προσθεῖναι, καὶ ὑπὲρ τούτου τοῖς ἀνδράσι τούτοις μετὰ τοὺς θεοὺς χάρις, ὑφ’ ὧν χειραγωγούμενος ἢ ἀπορίαν οὐκ ἀπόβλητον ἢ διάρθρωσιν τῶν εἰρημένων ἀξίαν τινὰ τοῦ λόγου προστέθεικα· συμβουλεύω μέντοι τοῖς ἐντευξομένοις μηδέποτε τῶν Πορφυρίου μάλιστα καὶ Ἰαμβλίχου καταφρονῆσαι συγγραμμάτων ἐπὶ τούτοις τοῖς σχολικοῖς, ἀλλ’ εἴπερ ἄρα, ὡς εἰσαγωγῇ καὶ γυμνασίῳ τούτοις χρήσασθαι πρὸς ἀκριβεστέραν τῶν ἐκείνοις τοῖς ἀνδράσιν εἰρημένων κατάληψιν. Ἐπεὶ δὲ πρώτῳ τῶν Ἀριστοτέλους τῷ τῶν Κατηγοριῶν ἐντυγχάνομεν βιβλίῳ, μία δὲ τῶν κατὰ φιλοσοφίαν αἱρέσεών ἐστιν ἡ Ἀριστοτέλους Περιπατητικὴ καλουμένη, ῥητέον πρῶτον, κατὰ πόσους καὶ ποίους τρόπους τὰς ὀνομασίας ἔσχον αἱ κατὰ φιλοσοφίαν αἱρέσεις, δεύτερον, τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἵνα καὶ τὸ προκείμενον ὅπου χοροῦ τάξωμεν γένηται δῆλον,1 τρίτον, πόθεν ἀρκτέον τῶν Ἀριστοτέλους συγγραμμάτων, τέταρτον, τί τὸ τέλος ἐστὶν τῆς Ἀριστοτέλους φιλοσοφίας, πέμπτον, τίνα τὰ ἄγοντα ἡμᾶς πρὸς τὸ τέλος, ἕκτον, τί τὸ εἶδος τῶν Ἀριστοτελικῶν συγγραμμάτων, ἕβδομον, διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσεν ὁ φιλόσοφος, ὄγδοον, ποῖον δεῖ τὸν ἐξηγητὴν εἶναι τῶν τοιούτων λόγων, ἔνατον, ποῖον δεῖ τὸν ἀκροατὴν παραλαμβάνεσθαι, δέκατον, πόσα δεῖ προλαμβάνειν ἑκάστης Ἀριστοτελικῆς πραγματείας κεφάλαια καὶ ποῖα καὶ διὰ ποίαν αἰτίαν. Αἱ μὲν οὖν κατὰ φιλοσοφίαν αἱρέσεις ἑπταχῶς ὀνομάζονται, ἢ ἀπὸ τοῦ συστησαμένου τὴν αἵρεσιν ὡς Πυθαγόρειοι καὶ Πλατωνικοί, ἢ ἀπὸ τῆς τοῦ αἱρεσιάρχου πατρίδος ὡς Κυρηναϊκοὶ οἱ ἀπ’ Ἀριστίππου καὶ Μεγαρικοὶ οἱ ἀπὸ Εὐκλείδου καὶ Ἐλεατικοὶ οἱ ἀπὸ Ξενοφάνους καὶ Παρμενίδου, ἢ ἀπὸ τοῦ τόπου ἐν ᾧ διέτριβον φιλοσοφοῦντες ὡς Ἀκαδημαϊκοὶ καὶ Στωικοί, ἢ ἀπὸ συμβεβηκυίας ἐνεργείας ὡς Περιπατητικοί, ἢ ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν κρίσεως ὡς Ἐφεκτικοὶ οἱ ἀπὸ Πύρρωνος, ἢ ἀπὸ τοῦ τέλους ὃ προτίθενται τῆς ἑαυτῶν φιλοσοφίας ὡς Ἡδονικοὶ οἱ Ἐπικούρειοι, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς ὡς οἱ Κυνικοί· ἄλλο γὰρ τὸ τέλος οὗ στοχάζονται καὶ ἄλλο τὸ εἶδος τῆς ἐπιτηδεύσεως· οὐ γὰρ δι’ ἡδονῆς οἱ Ἐπικούρειοι τὴν ἡδονὴν ἐθήρων, ἀλλὰ διὰ πόνων μάλιστα καὶ ἐγκρατείας. Τῶν δὲ Ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν ἐστι μερικά, ὡς αἱ Ἐπιστολαὶ πρὸς ἕνα τινὰ καὶ περὶ μερικοῦ τινος γεγραμμέναι πράγματος, τὰ δὲ καθόλου, τὰ δὲ καὶ μεταξύ, ὡς αἱ Περὶ ζῴων καὶ φυτῶν ἱστορίαι, οὐ περὶ μερικῶν οὖσαι πάντῃ τινῶν· περὶ γὰρ εἰδῶν εἰσι ζῴων. ἀλλὰ τὰ μὲν μερικὰ καὶ τὰ μέσα μενέτω νῦν ἀδιαίρετα· τῶν δὲ καθόλου τὰ μέν ἐστιν ὑπομνηματικά, ὅσα πρὸς ὑπόμνησιν οἰκείαν καὶ πλείονα βάσανον συνέταξεν ὁ φιλόσοφος, ὧν τὰ μὲν μονοειδῆ ἐστιν, ὡς περὶ ἑνός τινος ὑπομιμνῄσκοντα, τὰ δὲ ποικίλα, ὡς περὶ πλειόνων. δοκεῖ δὲ τὰ ὑπομνηματικὰ μὴ πάντῃ σπουδῆς ἄξια εἶναι· διὸ οὐδὲ πιστοῦται ἀπ’ αὐτῶν τὰ τοῦ φιλοσόφου δόγματα.2 ὁ μέντοι Ἀλέξανδρος τὰ ὑπομνηματικὰ καὶ συμπεφορημένα φησὶν εἶναι καὶ μὴ πρὸς ἕνα σκοπὸν ἀναφέρεσθαι· διὸ καὶ πρὸς ἀντιδιαστολὴν τούτων συνταγματικὰ τὰ ἕτερα λέγεσθαι. τῶν δὲ συνταγματικῶν τὰ μέν ἐστι διαλογικά, τὰ δὲ αὐτοπρόσωπα, καὶ τῶν αὐτοπροσώπων τὰ μέν ἐστιν θεωρητικά, τὰ δὲ πρακτικά, τὰ δὲ ὀργανικά, καὶ τῶν θεωρητικῶν τὰ μὲν θεολογικά, ὡς ἡ Μετὰ τὰ φυσικά, τὰ δὲ φυσιολογικά, ὡς ἡ Φυσικὴ ἀκρόασις καὶ αἱ ἑπόμεναι ταύτῃ πραγματεῖαι, τὰ δὲ μαθηματικά, οἷα γεωμετρικά τε αὐτῷ γέγραπται καὶ μηχανικὰ βιβλία. τῶν δὲ πρακτικῶν τὰ μὲν ἠθικά, ὡς τά τε Νικομάχεια καὶ Εὐδήμεια καὶ τὰ ἐπιγραφόμενα Μεγάλα, τὰ δὲ οἰκονομικά, τὰ δὲ πολιτικά, ὡς οἱ Οἰκονομικοὶ καὶ Πολιτικοὶ ἐπιγεγραμμένοι λόγοι.
私がこの書写を行った目的は、一方で、書くことによって語られた事柄のより正確な理解をできる限り獲得することであり、他方で、かの人の高邁で多くの者には近づきがたい知性をより明解かつ手頃なものへと導き下ろすことであり、第三には、多種多様な著作の厖大な分量を何らかの形でより少なく圧縮することであった。もっとも、極めて哲学的なシリアノスのように極小へと圧縮するのではなく、可能な限り必要な事柄を何一つ省かない形においてである。もし私自身も何かを付け加えることができたとすれば、そのことについても神々に次いでかの人々への感謝がある。かの人々に手を取られて導かれながら、私は無用ならざる難問や、語られた事柄に対する議論に値する何らかの分節化を付け加えたのである。とはいえ私は、これから本書を読む人々に対して、この学校教育的な著作ゆえにとりわけポルピュリオスやイアンブリコスの著作を決して侮ることがなく、むしろ〔用いる〕としても、かの人々によって語られた事柄のより正確な把握のための導入および訓練としてこれらを用いるよう勧める。 ところで、われわれはアリストテレスの著作のうちで最初に『範疇論』の書に接するのであり、哲学における学派の一つはペリパトス派と呼ばれるアリストテレスのものであるから、第一に、哲学における学派がいかに多くの、そしていかなる仕方でその名を得たのかを語らねばならず、第二に、アリストテレスの著作の区分はいかなるものか、それは眼前にある著作を合唱隊のいずこに配置すべきかを明らかにするためであり、第三に、アリストテレスの著作のどこから始めるべきか、第四に、アリストテレスの哲学の目的とは何か、第五に、われわれをその目的に導くものは何か、第六に、アリストテレスの著作の形態はいかなるものか、第七に、なぜ哲学者は不明瞭さを意図して用いたのか、第八に、このような議論の注釈者はいかにあるべきか、第九に、聴講者はいかなる者として受け入れられるべきか、第十に、各々のアリストテレス的探究に先立ってあらかじめ把握すべき論点はいくつあり、それらはいかなるもので、いかなる理由によるのかを語らねばならない。 さて、哲学における学派は七通りに命名される。すなわち、学派を組織した者に由来してピタゴラス派やプラトン派のように呼ばれるか、学派の創始者の出身地に由来して、アリスティッポスに由来するキュレネ派、エウクレイデスに由来するメガラ派、クセノパネスとパルメニデスに由来するエレア派のように呼ばれるか、彼らが哲学しながら逗留した場所に由来してアカデメイア派やストア派のように呼ばれるか、付帯的な活動に由来してペリパトス派のように呼ばれるか、哲学することにおける判断の態度に由来してピュロンに由来する留保派のように呼ばれるか、自らの哲学の目的として提示するものに由来して快楽派と呼ばれるエピクロス派のように呼ばれるか、生活の形態に由来してキュニコス派のように呼ばれるかのいずれかである。というのも、目指される目的と実践の形態とは別のものであるからである。実際、エピクロス派は快楽を通じて快楽を追い求めたのではなく、何よりも労苦と節制を通じて追い求めたのである。 アリストテレスの著作のうち、あるものは個別的であり、特定の個人宛てに、また特定の個別的事柄に関して書かれた『書簡集』のようなものであり、あるものは普遍的であり、またあるものはその中間であり、まったく個別的な事柄に関するのではない『動物誌』や植物誌のようなものである。なぜならこれらは動物の種に関するものだからである。しかし個別的なものと中間のものは今は未分別のままにしておこう。普遍的なもののうち、あるものは覚書的であり、哲学者が自分自身の覚書のため、またさらなる吟味のために編纂したものであって、これらのあるものは単一の形態をもち、特定の一つの事柄について思い起こさせるものであり、あるものは多様であって、複数の事柄についてのものである。そして覚書的なものは必ずしも十全な真剣さに値するとは思われない。それゆえ、哲学者の教説がそれらから確証されることもない。しかしアレクサンドロスは、覚書的なものは雑多に集められたものであり、一つの目的へと関係づけられていないと述べており、それゆえこれらとの対比において他方が体系的とも呼ばれるのだという。体系的なもののうち、あるものは対話篇であり、あるものは自らの人格によるものである。そして自らの人格によるもののうち、あるものは理論的、あるものは実践的、あるものは道具的であり、理論的なもののうち、あるものは『形而上学』のような神学的なもの、あるものは『自然学講義』およびこれに続く諸研究のような自然学的なもの、あるものは幾何学的および機械学的な書物として彼によって書かれたような数学的なものである。実践的なもののうち、あるものは『ニコマコス倫理学』、『エウデモス倫理学』、および『大道徳学』と題されたもののような倫理学的なものであり、あるものは家政的であり、あるものは政治的であって、『家政論』および『政治学』と題された論考のようなものである。
- 1.0ἵνα καὶ τὸ προκείμενον ὅπου χοροῦ τάξωμεν γένηται δῆλον,
目的節(ἵνα ... γένηται δῆλον)の中に間接疑問節(ὅπου χοροῦ τάξωμεν)が主語として埋め込まれている。ὅπου χοροῦ は慣用的な属格(場所の副詞 ὅπου に部分属格 χοροῦ が結合した表現)で「合唱隊(全体組織)のいずこに」を意味し、τάξωμεν は接続法(審議的接続法に由来する間接疑問文の接続法)である。
- 1.0διὸ οὐδὲ πιστοῦται ἀπ’ αὐτῶν τὰ τοῦ φιλοσόφου δόγματα
動詞 πιστοῦται は中受動相で、主語は中性複数名詞句 τὰ τοῦ φιλοσόφου δόγματα である。中性複数主語に対して単数動詞(πιστοῦται)をとる古典期の典型的な構文に従っている。受動の意味「確証される」として解釈する。
