← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§366.1-367.22

持つことの限定とイアンブリコスによる種差

シンプリキオスは「持つこと」のカテゴリーが実体から分離された物体を身にまとうことに限定されることをプラトン『テアイテトス』を引いて論証し、イアンブリコスによる種差の分類を紹介する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10.0#2

ἐστιν τοῦ ἔχειν.1 καὶ σωματικὸν οὖν εὐθὺς τοῦτο, ἀλλ’ οὐχὶ συμβεβηκός, διὸ οὔτε συμφυές ἐστιν οὔτε ἀλλοιωτικὸν τοῦ ἔχοντος, ὥστε οὔτε ποιότητα οὔτε ποσότητα οὔτε σχέσιν ἢ ἐνέργειαν ἢ πάθος ἔχον τι κατὰ τὸ γένος τοῦτο λέγεται ἔχειν, ἀλλ’ οὐδὲ ἔστιν ὡς μέρος ἔχειν (συμφυῆ γὰρ ταῦτά ἐστιν καὶ αὐτὸ ἐκεῖνο), ἀλλ’ εἴ τι σῶμα ἐπίκτητον ὡς ἕτερον ἑτέρῳ περίκειται, τοῦτο ἐν τῇ τοῦ ἔχειν περιείληπται κατηγορίᾳ. διὸ οὐδὲ τὰ κτήματα ἢ ἀνδράποδα ἢ φίλους ἢ πατέρας ἢ υἱεῖς κατὰ τοῦτο τὸ γένος ἔχειν λεγόμεθα, διότι οὐκ ἐν περιθέσει ταῦτά ἐστιν καίτοι κτήματα ὄντα. τοιγαροῦν καὶ ὁ Πλάτων ἐν Θεαιτήτῳ τὸ ἔχειν ἀπὸ τοῦ κεκτῆσθαι σαφῶς διέκρινεν εἰπών· “οὐ ταὐτόν μοι φαίνεται τὸ κεκτῆσθαι τῷ ἔχειν· οἷον ἱμάτιον πριάμενός τις καὶ ἐγκρατὴς ὢν μὴ φοροῖ· ἔχειν μὲν οὐκ αὐτόν, κεκτῆσθαί γε μήν φαμεν. ὅρα δὴ καὶ ἐπιστήμην εἰ δυνατὸν οὕτως κεκτημένον μὴ ἔχειν ἄν, ὥσπερ εἴ τις ὄρνιθας ἀγρίας, περιστερὰς ἢ ἄλλο τι, θηρεύσας οἴκοι κατασκευασάμενος περιστερῶνα τρέφοι, τρόπον μὲν ἄν πού τινα φαῖμεν αὐτὸν ἀεὶ αὐτὰς ἔχειν, ὅτι δὴ κέκτηται, τρόπον δὲ ἄλλον οὐδεμίαν ἔχειν, ἀλλὰ δύναμιν μὲν αὐτῷ περὶ αὐτὰς παραγεγονέναι, ἐπειδὴ ἐν ἰδίῳ περιβόλῳ ὑποχειρίους ἐποιήσατο λαβεῖν καὶ ἔχειν, ἐπειδὰν βούληται”. ὥστε καὶ κατὰ Πλάτωνα τότε γίνεται τὸ ἔχειν, ὅταν ἐγκρατὴς ᾖ ὁ ἔχων τοῦ ἐχομένου, ὡς ὅταν κρατῇ τὴν περιστεράν, ὥσπερ ὅταν περίκειται τὸν δακτύλιον, τότε λέγεται ἔχειν αὐτόν, καὶ οὐκ ἔστιν ἀπόλυτος ἐνέργεια οὔτε ἄλλου πρὸς ἄλλο ἁπλῶς ἀλλὰ πρὸς ἄλλο εἰς ἑαυτὸ κράτησις,2 πολλῷ ἐκβεβηκυῖα πασῶν τῶν ἄλλων κατηγοριῶν. φαίνεται δὲ λοιπὸν καὶ πῶς τῶν ὁμωνύμως λεγομένων ἔχειν διέστηκεν τὸ ὄντως γένος τοῦ ἔχειν. οὔτε γὰρ τὸ ἕξιν ἔχειν ἢ ποιότητα ἢ ποσότητα περιέχεται ἐν αὐτῷ· ἀσώματα γὰρ ταῦτα· οὔτε τὸ ὡς ἀγρὸν ἔχειν ἢ υἱὸν ἔχειν ἢ κεκτῆσθαι· κτήματα μὲν γὰρ καὶ ταῦτα σωματικά, ἀλλ’ οὐ περιεχόμενα ἔξωθεν ἢ περιέχοντα. καὶ ἔοικεν μέσον πως εἶναι τὸ ἔχειν τοῦ κεκτῆσθαι καὶ τοῦ καθ’ ἕξιν διακεῖσθαι. ᾗ μὲν γὰρ ἔχεται ὡς ἡ λευκότης, χωρίζεται ἀπὸ τῶν ἔξωθεν κτημάτων, ἃ οὐ περικείμεθα· ᾗ δὲ σωματικόν ἐστιν καὶ ἔξωθεν, χωρίζεται τῶν ἕξεων, αἳ συμβεβήκασιν ἡμῖν συμφυεῖς οὖσαι καὶ οὐκ ἐπίκτητοι. τοιαύτη μὲν οὖν ἡ τοῦ ἔχειν ἰδιότης ἐστὶν καὶ οὕτως ἀπὸ τῶν ὁμωνύμως λεγομένων κεχώρισται. Ἐπεὶ δὲ δεῖ καὶ τούτου τοῦ γένους παραδοῦναι τὰς κατ’ εἴδη διαφοράς, ὡς καὶ ἐπὶ τῶν ἄλλων γενῶν αὐτός τε ὁ Ἀριστοτέλης ἐποίει καὶ ἡμεῖς κατακολουθεῖν ἐπειρώμεθα, λέγεται δὲ πολλαχῶς τοῦτο, φυλακτέον μὴ λάθωμεν εἰς ἄλλο τι σημαινόμενον μεταχωρήσαντες.3 καὶ γὰρ καὶ αὐτὸς ὁ Ἀρχύτας ἀντὶ τῶν κατ’ εἴδη διαφορῶν τὰς πολλὰς σημασίας ἀπαριθμεῖται λέγων· “τὸ δὲ ἔχειν διαφορὰς μὲν οὐκ ἐπιδέχεται πλέονας εἰδέων, λέγεται δὲ πολλαχῶς· καὶ γὰρ οἱ ἐπιστάμονες ἔχεν λέγονται τὰν ἐπιστάμαν καὶ τοὶ νοέοντες τὰν νόασιν καὶ τοὶ κεκτημένοι τὰν κτᾶσιν”. καὶ Ἀριστοτέλης δὲ ἐπὶ τέλει τοῦ συγγράμματος τὸ ἔχειν εἰπὼν κατὰ πλείους τρόπους λέγεσθαι οὐ τὰς κατ’ εἴδη διαφορὰς ἀλλὰ τὰς πολλὰς αὐτοῦ σημασίας παραδίδωσιν. ὁ μέντοι Ἰάμβλιχος πειρᾶται καὶ τοῦτο κατ’ εἴδη διακρίνειν, κατ’ αὐτὸ τοῦτο μόνον τὸ τοῦ ἔχειν γένος ἀποδιδοὺς τὰς διαφοράς· “ἔστιν δέ, φησίν, τοῦ ἔχειν τά τε περικείμενα περὶ τοῖς σώμασιν μεριστῶς, ὥσπερ δακτύλιος περὶ δάκτυλον, καὶ τὰ περὶ ὅλον τὸ σῶμα, ὥσπερ ἱμάτια· τὰ δὲ ἀμυντήριά ἐστιν ὄργανα, ὥσπερ ὅπλα· τὰ δὲ προβέβληται τοῦ σώματος, ἢ ὡς κόσμον τινὰ παρεχόμενα αὐτῷ ἢ ἄλλης ἕνεκεν χρείας. ἔνεστιν δέ, φησίν, καὶ κατὰ τὰς σχέσεις τὰς περὶ τὸν βίον διαιρεῖσθαι τὰς τοῦ ἔχειν διαφοράς, οἷον εἰ τὰ μὲν εἰς εἰρήνην, τὰ δὲ εἰς πόλεμόν ἐστι χρήσιμα, ὡς κόσμια καὶ ὅπλα, καὶ τὰ μὲν κατὰ προαίρεσιν ἡμῖν περίκειται, ὡς ἱμάτια καὶ ὅπλα, τὰ δὲ ἄνευ προαιρέσεως, ὡς δεσμοί.

[…取り巻いているものの固有性]が「持つこと」の固有性である。したがってこれは直接的に物体的であるが、偶有性ではない。それゆえ持つ者に生得的に結びついているのでも、それを作り変えるものでもない。それゆえ、何らかの質や量、関係、あるいは活動や受動をもつものが、この類に従って「持つ」と言われるわけではなく、また部分として持つこともこの類ではない(なぜならこれらは生得的に結びついており、そのもの自身だからである)。そうではなく、獲得された何らかの物体が、別のものとして別のものを取り巻いているならば、これこそが「持つこと」のカテゴリーに含まれるのである。それゆえ我々は、財産や奴隷、あるいは友人や父や息子を、この類に従って持っていると言われるのではない。なぜなら、これらは財産ではあるものの、身にまとわれているわけではないからである。それゆえプラトンもまた『テアイテトス』において、持つことを所有することから明瞭に区別して次のように言った。「所有することと持つことは私には同じとは思われない。たとえば、ある人が上着を買い、それを手中に収めていながら着ていないとしよう。その人はそれを持ってはいないが、所有はしていると我々は言う。では、知識についても、このように所有しながら持っていないということがありうるかどうか考えてみてほしい。ちょうど誰かが野の鳥、鳩か何かを捕らえ、家に鳩小屋を造って飼っている場合のように。ある意味では、彼が所有しているがゆえに、いつでもそれらを持っていると我々は言うかもしれないが、別の意味では、彼は一羽も持っておらず、自らの囲いの中に意のままに捕らえて持つことができるようにそれらを手中に収めたので、それらに関する能力が彼に生じたにすぎないと言うだろう」。したがってプラトンに従っても、持つ者が持たれるものを手中に収めているとき、たとえば鳩を握りしめているときや、指輪を身につけているときのように、そのときにこそ「それを持っている」と言われるのであり、それは独立した活動でもなく、単にあるものが別のものへ向かうことでもなく、他なるものを自己へと向かわせる掌握であって、他のすべてのカテゴリーから大きく踏み出しているのである。 こうして、同名異義的に言われる「持つこと」から、真の類としての「持つこと」がいかに隔たっているかが今や明らかとなる。というのも、状態や質や量をもつことはそこに含まれないからである。これらは非物体的だからである。また、畑をもつとか、息子をもつとか、所有することのように持つことも含まれない。これらもまた物体的な財産ではあるが、外側から包んでいるのでも包まれているのでもないからである。そして「持つこと」は、所有することと状態に従ってあることとの何らかの中間であるように思われる。というのも、白さのように持たれる限りでは、身にまとわない外部の財産から区別され、物体的であり外部からある限りでは、生得的であって獲得されたものではない我々の偶有性である状態から区別されるからである。したがって、「持つこと」の固有性はこのようであり、同名異義的に言われるものどもからこのように区別されているのである。 ところで、他の諸類においてアリストテレス自身が行い、我々もそれに従おうと努めたように、この類についても種的差異を提示しなければならないが、これは多義的に語られるものであるため、知らぬ間に別の意味へと移行してしまわないよう注意しなければならない。というのも、かのアルキュタス自身も種的差異の代わりに多義的な意味を列挙して次のように言っているからである。「『持つこと』は種としての複数の差異を受け入れることはないが、多義的に語られる。なぜなら知解する者たちは知識を『持つ』と言われ、思惟する者たちは思惟を、所有する者たちは所有物を『持つ』と言われるからである」。アリストテレスもまた著作の末尾において、「持つこと」は多くの仕方で語られると言って、種的差異ではなくその多義的な意味を提示している。しかしイアンブリコスはこれを種によって区分することを試み、「持つこと」のこの類そのもののみに基づいて差異を割り当てている。「『持つこと』には、指に対する指輪のように部分的に身体を取り巻くものと、上着のように身体全体を取り巻くものとがある。また武器のように防禦のための道具であるものもあり、ある種の装飾を身体に提供するか、あるいは他の用途のために身体の前に置かれるものもある。また、『持つこと』の差異を生に関する関係に従って区分することも可能である。たとえば、装飾品や武器のように、あるものは平和のために役立ち、あるものは戦争のために役立つというように。あるいは上着や武器のように我々の意図に従って身にまとわれるものと、足枷のように意図なしにまとわれるものとがある」と彼は言う。

構文注3 件
  1. 10.0ἐστιν τοῦ ἔχειν

    文頭の ἐστιν は前チャンク末尾の主語句 περικειμένου τὸ ἴδιον を受ける述語動詞。属格 τοῦ ἔχειν は所属・所有の属格であり、「[…の固有性]は『持つこと』の固有性である」という述語関係を成している。

  2. 10.0πρὸς ἄλλο εἰς ἑαυτὸ κράτησις

    前置詞句 πρὸς ἄλλο(他なるものに対する)と εἰς ἑαυτό(自己自身へと向かう)が名詞 κράτησις(掌握・保持)を修飾している。単に他者に向かう一般的な関係(πρὸς ἄλλο ἁπλῶς)ではなく、客体を自己の身体・手元へと引き寄せて保持する特異な関係構造を示している。

  3. 10.0φυλακτέον μὴ λάθωμεν εἰς ἄλλο τι σημαινόμενον μεταχωρήσαντες

    動形容詞 φυλακτέον に導かれる警戒・懸念の μή 節(接続法 λάθωμεν)。λανθάνω + 分詞(μεταχωρήσαντες)の構文で、「知らぬ間に/気付かずに別の意味へと移行してしまう」ことを防ぐべき対象として述べている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:366.1-367.22