- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:365.2-365.31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シュムプリキオスは「持つこと」のカテゴリーの配列順序についてアリストテレスとアルキュタスの見解の相違とその理由を論じ、次いでアルキュタスの規定を引いてその本性と固有性を明らかにする。
Ἐπὶ δὲ τὴν λοιπὴν κατηγορίαν τὴν τοῦ ἔχειν ἰόντες πρῶτον πάλιν περὶ τῆς τάξεως ζητῶμεν. καὶ γὰρ Ἀρχύτας μὲν μετὰ τὴν οὐσίαν καὶ τὰ συνυπάρχοντα τῇ οὐσίᾳ, τήν τε ποιότητα καὶ ποσότητα, καὶ μετὰ τὰ πρός τι ἐφεξῆς τὴν τοῦ ἔχειν κατηγορίαν τίθησι λέγων· “μετὰ δὲ ταῦτα ἡ τῶν ἐπικτάτων σχέσις· φανερὸν δὲ ὅτι καὶ ἁ κράτησις ὁποίων ἂν ᾖ τινων ἐπικτάτων ἀπὸ ταὐτομάτου ὑπὸ ταύταν ἐντί”· μετὰ γὰρ τὴν πρὸς ἄλληλα ἐξισάζουσαν σχέσιν οἰκείως ἐνόμισεν εὐθὺς τὴν τῶν ἐπικτήτων σχέσιν διηριθμῆσθαι, οὕτως ἔχουσαν συγγενῶς πρὸς ἐκείνην. ὁ δέ γε Ἀριστοτέλης τὸ ἐξ ἑαυτοῦ πᾶν ἀρχηγικώτερον οἰόμενος εἶναι τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου, ἐπειδὴ τὰ μὲν ἄλλα πάντα γένη ἢ ἐν οὐσίᾳ ἢ ἐν σχέσεσίν τισιν ὄντα ἀφ’ ἑαυτῶν τινα μοῖραν εἰς τὸ εἶναι συμβάλλεται, τὸ δὲ ἔχειν ἔξωθεν ὅλον καὶ ἐπίκτητον περὶ ἡμᾶς γίνεται, διὰ τοῦτο τελευταῖον αὐτὸ τίθησιν.1 καὶ τὸ πολλαχῶς δὲ λέγεσθαι τὸ ἔχειν ἐναργέστερον τοῦ ποῦ καὶ ποτέ (καὶ γὰρ ἐκεῖνα πολλαχῶς ἐλέγετο ἐπί τε τοῦ τόπου καὶ τοῦ ἐν τόπῳ καὶ τοῦ χρόνου καὶ τοῦ ἐν χρόνῳ), καὶ τοῦτο οὖν ἀφορμὴν παρέχει τῆς ἐπὶ τῷ τέλει θέσεως αὐτῆς. δῆλον δὲ ὅτι κἂν πολλαχῶς λέγηται τὸ ἔχειν, οὐ τὸ ὁμώνυμόν ἐστιν τὸ γένος, ἀλλὰ τὸ ἐκ τῆς ὁμωνυμίας διακρινόμενον. ἐν μέντοι ταῖς τῶν ἰδίων ἀποδόσεσιν καὶ ὁ Ἀρχύτας οὐ μετὰ τὰ πρός τι ἀλλὰ μετὰ τὸ ποιεῖν καὶ πάσχειν ἔταξεν τὸ ἔχειν ἑβδόμην αὐτῷ τάξιν ἀποδούς. καὶ ἴσως ἐνδείκνυται διὰ τούτου, ὅτι κἂν ἔχῃ τινὰ τάξιν τὰ γένη, ἣν ἐν τῷ περὶ τῆς τάξεως λόγῳ παραδέδωκεν, ἀλλὰ τά γε ἔσχατα καὶ ἀδιαφορεῖ πως κατὰ τὴν τάξιν διὰ τὴν ἀρχηγὸν καὶ γενικὴν ἁπάντων ὕπαρξιν. ἀλλὰ περὶ τῆς τάξεως ἀρκεῖ τοσαῦτα. Τὴν δὲ φύσιν αὐτοῦ καλῶς ὁ Ἀρχύτας παρέστησεν εἰπών· “τῶ δὲ ἔχεν ἴδιόν ἐστιν τὸ ἐπίκτατον καὶ τὸ κεχωρισμένον τᾶς οὐσίας σωματῶδες ὑπάρχον. τό τε λώπιον καὶ τὰ ὑποδήματα ἕτερα τῶ ἔχοντός ἐστιν οὔτε συμπεφύκαντι αὐτῷ οὔτε μὰν συμβεβήκαντι ὥσπερ χαρωπότας καὶ μανότας (τούτων γὰρ ἕκαστον ἀσώματον), ἀλλ’ ὥσπερ τὸ σῶμα καὶ τὸ ἐπίκτατον”. ἐπικτήτου οὖν τινος μετουσία καὶ τοῦ κεχωρισμένου τῆς οὐσίας καὶ μὴ διατιθέντος αὐτὴν καθ’ αὐτὸ μηδὲ ὀνομάζεσθαι ἀφ’ ἑαυτοῦ ποιοῦντος καὶ περικειμένου τὸ ἴδιον.2
残るカテゴリーである「持つこと」に進むにあたり、我々はまず再び配列順序について検討しよう。というのも、アルキュタスは実体、および実体に共存するものども(すなわち質と量)、そして関係に引き続いて、直後に「持つこと」のカテゴリーを置いて次のように言っているからである。「これらに次ぐのは、獲得されたものどもの関係である。獲得されたいかなるものについても、その獲得と保持もおのずからこの下にあることは明らかである」。彼は互いに均等化する関係の直後に、それに近親性をもつものとして、獲得されたものどもの関係を数え上げるのが適切であると考えたのである。これに対してアリストテレスは、自らに由来するものはすべて、外部から付加され獲得されるものよりも始源的であると考え、他のすべての類は実体においてであれ何らかの関係においてであれ、自らに由来する何らかの分け前を存在へと寄与しているのに対し、「持つこと」は全体として外部から我々の周りに生じる獲得されたものであるがゆえに、これを最後に置いている。また「持つこと」が多義的に語られることは、「どこ」や「いつ」よりも明白であり(なぜならそれらもまた、場所と場所にあるもの、時間と時間にあるものに関して多義的に語られていたからである)、このこともまたそれを末尾に配置する根拠を提供している。ただし、「持つこと」が多義的に語られるとしても、同名異義的なものが類なのではなく、同名異義性の中から区別され取り出されたものが類であることは明白である。もっとも、固有性の割り当てにおいては、アルキュタスもまた関係の後ではなく、作用と受動の後に「持つこと」を配置して、これに第七の順序を割り当てた。そしておそらく彼がこのことによって示しているのは、諸類が順序に関する議論において彼自身が伝えたような何らかの順序をもつとしても、末位のものどもは、すべてのものの根源的かつ総括的な存立ゆえに、順序に関して何らかの仕方で差異をもたないということである。しかし順序についてはこれらで十分としよう。 これの自然本性については、アルキュタスが次のように述べてうまく提示した。「『持つこと』の固有性は、実体から分離され、物体的であって獲得されたものであることにある。外套や履物は、持つ者とは別のものであり、彼に生得的に結びついているのでも、また青い眼や希薄さのように偶有しているのでもなく(これら各々は非物体的だからである)、物体や獲得されたもののようなものである」。したがって[持つことの]固有性とは、獲得された何か、すなわち実体から分離されており、それ自体としては実体を何らかの状態に置くこともなく、自らに由来して名づけられるようにすることもなく、外側を取り巻いているものへの分有なのである。
- 10.0ὁ δέ γε Ἀριστοτέλης τὸ ἐξ ἑαυτοῦ πᾶν ἀρχηγικώτερον οἰόμενος εἶναι τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου, ἐπειδὴ τὰ μὲν ἄλλα πάντα γένη ἢ ἐν οὐσίᾳ ἢ ἐν σχέσεσίν τισιν ὄντα ἀφ’ ἑαυτῶν τινα μοῖραν εἰς τὸ εἶναι συμβάλλεται, τὸ δὲ ἔχειν ἔξωθεν ὅλον καὶ ἐπίκτητον περὶ ἡμᾶς γίνεται, διὰ τοῦτο τελευταῖον αὐτὸ τίθησιν.
文全体の骨格は、主語 ὁ Ἀριστοτέλης に分詞句 οἰόμενος... が付き、理由を表す従属節 ἐπειδὴ...(内の対比 τὰ μὲν ἄλλα πάντα γένη... τὸ δὲ ἔχειν...)を挟んで、主動詞句 διὰ τοῦτο τελευταῖον αὐτὸ τίθησιν に至る長大な構造である。比較級 ἀρχηγικώτερον は属格 τοῦ ἔξωθεν προσγινομένου καὶ ἐπικτήτου を比較の対象として取っている。
- 10.0ἐπικτήτου οὖν τινος μετουσία καὶ τοῦ κεχωρισμένου τῆς οὐσίας καὶ μὴ διατιθέντος αὐτὴν καθ’ αὐτὸ μηδὲ ὀνομάζεσθαι ἀφ’ ἑαυτοῦ ποιοῦντος καὶ περικειμένου τὸ ἴδιον.
文末の述語名詞あるいは主語である τὸ ἴδιον(「[持つことの]固有性」)に対し、先行する ἐπικτήτου οὖν τινος μετουσία... が係っている。連係動詞 ἐστίν が省略されており、「固有性とは〜への分有である」という名詞述語文を構成する。μετουσία に続く諸分詞(τοῦ κεχωρισμένου... καὶ μὴ διατιθέντος... μηδὲ ... ποιοῦντος καὶ περικειμένου)は、すべて中性単数属格として ἐπικτήτου τινός に並列・一致してそれを修飾している。
