← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§283.26-285.15

性質における程度差の受容と諸学派の四見解

アリストテレスの『カテゴリー論』第8章(10b26)に基づき、性質が「より多くとより少なく」を受け入れるか否かを巡る四つの古代学派(プロティノス、形相不変説、ストア派、質料的・非質料的区分説)の立場を整理し、図形がこれを受け入れないことから性質の固有性ではないことを論証する過程を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.8#1

" Ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὰ ποιά ἕως τοῦ ὥστε ἴδιον ἂν εἴη ποιότητος τὸ ὅμοιον ἢ ἀνόμοιον λέγεσθαι κατὰ ταύτην." Καὶ περὶ τοῦ μᾶλλον καὶ ἧττον ἐν πάσαις ταῖς κατηγορίαις ζητήσας, εἴτε ὑπάρχει αὐταῖς εἴτε μή, ἀκολούθως καὶ ἐπὶ τῆς ποιότητός φησιν ἐπιδέχεσθαι τὰ ποιὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, ποιὰ τὰς ποιότητας λέγων,1 ὡς δηλοῖ τὰ παραδείγματα· δικαιοσύνην γὰρ ἔλαβεν καίτοι πρότερον τὸ δίκαιον εἰπών. κατασκευάζει δὲ πάλιν ἐκ τῆς ἐπαγωγῆς τὸ προκείμενον, τὸ μὲν λευκὸν τῶν σωματικῶν παράδειγμα, τὸ δὲ δίκαιον τῶν ψυχικῶν προτιθείς. ἑκάτερον γὰρ τούτων πρὸς ἄλλα τε ὁμοειδῆ συγκρινόμενον καὶ πρὸς ἑαυτὸ λέγεται ἐπίδοσιν λαμβάνειν καὶ ἄνεσιν· χιὼν γὰρ λευκοτέρα γάλακτος ἂν ῥηθείη, καὶ τὸ ἐν τῷ σώματι τῶν ἀνθρώπων λευκὸν ἢ τὸ ἐν ταῖς ψυχαῖς δίκαιον προϊόντος τοῦ χρόνου αὐτὸ πρὸς ἑαυτὸ ἐπίτασιν καὶ ἄνεσιν λαμβάνει. οὐ μὴν ἴδιόν ἐστιν τοῦτο τῆς ποιότητος· οὐδὲ γὰρ μόνη ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, εἴπερ καὶ τοῖς πρός τι ἐλέγετο ὑπάρχειν, οὔτε πᾶσα· οὔτε γὰρ ἡ τῶν σχημάτων ποιότης ἐπιδέχεται αὐτὰ ὥσπερ ἡ τριγωνότης ἢ ἡ τοῦ κύκλου ποιότης, οὔτε μέντοι ἡ τελεία ἀρετὴ καὶ ἡ τελεία τέχνη· αἱ μέντοι πολλαὶ ἐπιδέχονται. Τέσσαρες δὲ εἰσὶν αἱρέσεις περὶ τῆς ἐπιτάσεως καὶ ἀνέσεως τῶν τε ποιοτήτων καὶ τῶν ποιῶν. καὶ γὰρ οἱ μὲν καὶ τὰς ποιότητας πάσας καὶ τὰ ποιὰ δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἀποφαίνονται, ὥσπερ Πλωτίνῳ καὶ ἄλλοις δοκεῖ Πλατωνικοῖς, διότι πᾶν ἔνυλον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τῆς ὕλης τὸ μᾶλλον ἐχούσης καὶ τὸ ἧττον διὰ τὴν σύμφυτον αὐτῆς ἀπειρίαν. ἄλλη δέ ἐστιν δόξα ὑπεναντία ταύτῃ, ἥτις ἐν μὲν ταῖς ποιότησιν αὐταῖς, οἷον ἐν δικαιοσύνῃ καὶ λευκότητι, οὐδαμῶς εἶναι τὸ μᾶλλον καὶ ἧττόν φησιν· ἑκάστην γὰρ ὅλον τι εἶναι καὶ καθ’ ἕνα λόγον ἑστάναι, καὶ διὰ τοῦτο μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· ἐν δὲ τοῖς μετέχουσιν εἶναι ἐπίτασιν καὶ ἄνεσιν· πλάτος γὰρ ἔχουσιν αἱ μετοχαί, καὶ οἱ μὲν μᾶλλον μετέχουσιν, οἱ δὲ ἧττον, καὶ διὰ τοῦτο καὶ αἱ ἕξεις αὐταὶ νομίζονται τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι, καίτοι τῶν ποιῶν ὄντων τῶν ἐπιδεχομένων. ταύτης δὲ ἔοικεν τῆς δόξης ὁ Ἀριστοτέλης μνημονεύειν, ὅταν λέγῃ δικαιοσύνη γὰρ δικαιοσύνης εἰ λέγεται μᾶλλον, ἀπορήσειεν ἄν τις, καὶ ἐφεξῆς δὲ δικαιοσύνη μὲν δικαιοσύνης οὐ πάνυ τι μᾶλλον καὶ ἧττον λέγεται· τὰ δὲ κατ’ αὐτὰς λεγόμενα ποιὰ ἀναμφισβητήτως ἐπιδέχεσθαι τὸ μᾶλλόν φησι· γραμματικώτερον γὰρ ἕτερον ἑτέρου μᾶλλον λέγεσθαι καὶ δικαιότερον καὶ ὑγιεινότερον. ὅταν δὲ λέγῃ ὡσαύτως δὲ καὶ γραμματικὴν καὶ τὰς ἄλλας διαθέσεις, κοινότερον τὰς ἕξεις διαθέσεις ἐκάλεσεν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ποιὰ τὰς ποιότητας. τρίτη δὲ αἵρεσις ἡ τῶν Στωικῶν, οἵτινες διελόμενοι χωρὶς τὰς ἀρετὰς ἀπὸ τῶν μέσων τεχνῶν ταύτας οὔτε ἐπιτείνεσθαι λέγουσιν οὔτε ἀνίεσθαι, τὰς δὲ μέσας τέχνας καὶ ἐπίτασιν καὶ ἄνεσιν δέχεσθαί φασιν. τῶν οὖν ἕξεων καὶ τῶν ποιῶν κατὰ τούτους τὰ μὲν οὔτε ἐπιτείνεται οὔτε ἀνίεται, τὰ δὲ ἀμφότερα ἐπιδέχεται. τετάρτη δέ ἐστιν δόξα, ἥτις τὰς μὲν ἀύλους καὶ καθ’ αὑτὰς ποιότητας ἔλεγεν μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, τὰς δὲ ἐνύλους καὶ τοὺς κατ’ αὐτὰς ποιοὺς ἐπιδέχεσθαι· διαφέρει δὲ αὕτη τῆς προτέρας ἡ δόξα, διότι ἐκείνη οὐδεμίαν ἀντιδιαίρεσιν τῶν ἀύλων ἐποιεῖτο πρὸς τὰς ἐνύλους. ἐφιστάνει δὲ ὁ Πορφύριος ταύτῃ τῇ δόξῃ ὡς οὐ καλῶς ἀύλους ποιότητας τιθεμένῃ· ἐκεῖναι γὰρ οὐσίαι εἰσίν, φησίν, καὶ διὰ τοῦτο οὔτε ἄνεσιν οὔτε ἐπίτασιν ἐπιδέχονται, ὥσπερ οὐδὲ αἱ ἄλλαι οὐσίαι’. Διωρισμένων δὲ τῶν αἱρέσεων ἴδωμεν ὅπως κατασκευάζει μὴ ἴδιον εἶναι τῆς ποιότητος τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. τρίγωνον δέ, φησί, καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον ἐπιδέχεσθαι οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν· διὸ οὐκ ἔστιν ἴδιον πάσης ποιότητος τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. ἀποδείκνυσιν δὲ τὸ τὰ σχήματα μὴ ἐπιδέχεσθαι καθολικὸν θεώρημα προλαβών,2 ποῖα ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ ποῖα οὔ.

「性質を帯びたものは、より多くとより少なくをも受け入れる」から「したがって、これにしたがって似ているあるいは似ていないと言われることが性質に固有のものであろう」まで。 そしてすべての範疇において、より多くとより少なくがそれらに属しているか否かを探求したのち、引き続いて性質においても、実例が示しているように、性質を帯びたものという語で諸性質を意味しながら、性質を帯びたものはより多くとより少なくを受け入れる、と彼は言う。というのも、前に「正しいもの」と言ったにもかかわらず「正義」を取り上げているからである。そして彼は再び帰納によって提示された命題を論証し、肉体的なものの実例として白を、魂にかかわるものの実例として正しいものを提出している。なぜなら、これらの各々は同種の他のものと比較されても、またそれ自体と比較されても、増大と減弱を受け取ると言われるからである。すなわち雪はミルクよりも白いと言われうるであろうし、人々の肉体のうちにある白、あるいは魂のうちにある正しいものは、時間が経過するにつれてそれ自体において増強と減弱を受け取るからである。もっとも、このことは性質に固有のものではない。なぜなら、もし関係概念にも属すると言われていたのであれば、性質だけがより多くとより少なくを受け入れるわけでもないし、すべての性質が受け入れるわけでもないからである。なぜなら、三角形性や円の性質のように図形の性質がそれらを受け入れることはなく、また完全な徳や完全な技術も受け入れないからである。もっとも、多くの性質は受け入れるのである。 諸性質および性質を帯びたものの増強と減弱に関しては、四つの見解がある。すなわち、プロティノスや他のプラトン派の人々が考えているように、質料的なものはすべて、質料が固有の無限性のゆえにより多くとより少なくをもつことから、すべての性質も性質を帯びたものも共により多くとより少なくを受け入れる、と主張する者たちがいる。またこれと正反対の別の見解があり、それは、正義や白さのような性質そのもののうちには、より多くとより少なくは決して存在しない、と言う。なぜなら、各々の性質は一つの全体であり、単一の根拠にしたがって定立されているのであり、それゆえにより多くとより少なくを受け入れないからである。しかし関与するもののうちには増強と減弱が存在する。なぜなら関与には幅があり、あるものはより多く関与し、あるものはより少なく関与するからであり、このことによって、受け入れるものは性質を帯びたものであるにもかかわらず、状態そのものがより多くとより少なくを受け入れると考えられるのである。アリストテレスが「正義が正義より多く言われるか否かについては、疑義が生じるであろう」と言い、これに続いて「正義が正義より多く、あるいはより少なく言われることは全くない」と言うとき、彼はこの見解に言及していると思われる。しかし彼は、それらにしたがって言われる性質を帯びたものは疑いなくより多くを受け入れる、と言っている。なぜなら、一方が他方よりも、より文法に通じている、あるいはより正しい、あるいはより健康的であると言われるからである。そして彼が「同様に文法および他の素質についても」と言うとき、先行する箇所において性質を帯びたものという語で諸性質を呼んだのと同様に、より一般的な意味で諸状態を素質と呼んだのである。第三の見解はストア派のものであり、彼らは徳を中間の諸技術から切り離して区別し、徳は強められも弱められもしないが、中間の諸技術は増強と減弱を受け入れると言う。したがって彼らによれば、諸状態および性質を帯びたもののうち、あるものは強められも弱められもしないが、あるものは両方を受け入れるのである。第四の見解は、非質料的でそれ自体による諸性質はより多くとより少なくを受け入れないが、質料的な諸性質およびそれらにしたがう性質を帯びたものは受け入れる、とするものである。この見解は前の見解とは異なっている。なぜなら前の見解は、非質料的なものと質料的なものとの対立的区分を全く行っていなかったからである。ポルピュリオスはこの見解に対して、非質料的な諸性質を定立するのは正しくない、と注意を促している。なぜなら「それらは実体であり、それゆえに他の実体と同様に、減弱も増強も受け入れない」と彼は言うからである。 これらの見解が規定されたので、彼がどのようにして、より多くとより少なくを受け入れることが性質に固有ではないということを論証しているかを見てみよう。三角形や四角形、また他のいかなる図形も、より多くを受け入れるとは思われない、と彼は言う。それゆえ、すべての性質にとってより多くとより少なくを受け入れることは固有ではないのである。そして彼は、どのようなものがより多くとより少なくを受け入れ、どのようなものが受け入れないかについての普遍的な定理をあらかじめ採用したうえで、図形が受け入れないということを証明している。

構文注2 件
  1. 5.8ποιὰ τὰς ποιότητας λέγων

    呼称動詞 λέγω に伴う二重対格構文であり、τὰς ποιότητας が直接目的語、ποιὰ が述語対格として機能している。「『性質を帯びたもの』という語で諸性質を意味しながら」と解される。直後に続く δικαιοσύνην γὰρ ἔλαβεν καίτοι πρότερον τὸ δίκαιον εἰπών がその根拠として示されている。

  2. 5.8ἀποδείκνυσιν δὲ τὸ τὰ σχήματα μὴ ἐπιδέχεσθαι καθολικὸν θεώρημα προλαβών

    主動詞 ἀποδείκνυσιν の目的語は冠詞付き否定不定詞句 τὸ τὰ σχήματα μὴ ἐπιδέχεσθαι(図形が[より多くを]受け入れないということ)であり、προλαβών は手段・先行動作を表す分詞で καθολικὸν θεώρημα を目的語にとる。後ろの ποῖα ἐπιδέχεται... は間接疑問文として θεώρημα の内容を展開している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:283.26-285.15